# In illud: Simile est regnum caelorum patri familias [Sp.] 1.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Simile est regnum caelorum patri familias [Sp.], Section 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-illud-simile-est-regnum-caelorum-patri-familias-sp/1.1

Ὁρῶ τῇ ποίμνῃ τῶν εὐσεβῶν μεμιγμένα πρόβατα ξένα, νέαν τὴν σφραγῖδα τοῦ ἐπουρανίου ποιμένος ἐπὶ τῶν μετώπων ἐπιφερόμενα· καὶ βούλομαι διδασκαλίας χλόην εὑρεῖν κατάλληλον τοῖς γευσαμένοις ἤδη τῆς χάριτος, καὶ τοῖς μέλλουσι κρῖναι τὴν πόαν τοῦ πνεύματος· ἵνα τῆς αὐτῆς κατηχήσεως ἡ νομὴ τοῖς μὲν πεφωτισμένοις ὑπόμνησις γένηται τῶν τοῦ Θεοῦ δωρεῶν, τοῖς δὲ φωτισθησομένοις πλείονα προτροπὴν πρὸς τὸ βάπτισμα. Δεῖ γὰρ πρὸς ἑκατέρους κεκρᾶσθαι τὸν λόγον, διὰ τὸ κεκρᾶσθαι τὸν φιλόθεον δῆμον ἔκ τε μεμυημένων καὶ μυουμένων ἀνδρῶν. Εὗρον τοίνυν πόθεν ἑστιάσω καὶ ὑμᾶς τοὺς οἰκογενεῖς ἀρχαίους ἅπαντας τοῦ Χριστοῦ, καὶ πῶς τοὺς νεωνήτους δούλους ἡμῶν προτρέψω πρὸς τὴν ἐλευθερίαν τῆς κλήσεως· ἀπαγγελῶ τοῖς ἐμοῖς ἀδελφοῖς ῥήσεις δεσποτικὰς δυναμένας καὶ τοὺς πάλαι καταλαβόντας τὸν βασιλικὸν ἀμπελῶνα προθυμοτέρους ἐργάσασθαι, καὶ τοὺς ἄρτι παρακύψαντας εἰς αὐτὸν διεγεῖραι πρὸς τὸν ὅμοιον ζῆλον. Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ. Οἰκοδεσπότην ὁ Δεσπότης ἑαυτὸν ὀνομάζει· ἐργάτας δὲ περὶ τρίτην καὶ ἕκτην καὶ ἐννάτην καὶ ἑνδεκάτην καλουμένους προσαγορεύει πάντας τοὺς εὐσεβεῖς, τοὺς ἐν διαφόροις ἡλικίαις δεξαμένους τὸ βάπτισμα· ἀμπελῶνα τὰ σωτήρια λέγει προστάγματα, μικρὸν ἔχοντα πόνον, πολὺ δὲ τὸ κέρδος. Ὁμοία ἐστὶν ἡ βασιλεία τῶν οὐρανῶν ἀνθρώπῳ οἰκοδεσπότῃ, ὅστις ἐξῆλθεν ἅμα πρωῒ μισθώσασθαι ἐργάτας εἰς τὸν ἀμπελῶνα αὐτοῦ. Συμφωνήσας δὲ μετ' αὐτῶν, τουτέστι τῶν ἐργατῶν, ἐκ δηναρίου τὴν ἡμέραν, ἀπέστειλεν αὐτοὺς εἰς τὸν ἀμπελῶνα αὐτοῦ. Ὁ οἰκοδεσπότης ἐγώ εἰμι· ὥσπερ γὰρ ὁ οἰκοδεσπότης, οἰκίας, ὡς βούλεται, οἰκοδομεῖ, οὕτως ἐγὼ τὸν κόσμον ὅλον, ὡς θέλω διατάττω. Ἐγὼ ὁ τῆς δικαιοσύνης ἥλιος φορέσας τὴν νεφέλην τῆς ἀνθρωπότητος, συγκατέβην τῇ ἀνθρωπότητι, καὶ περιέρχομαι ζητῶν ἐργάτας εἰς τὸν ἀμπελῶνά μου. Οὐ χρῄζω ἀνθρώπων ἀμπελουργῶν· ἔχω γὰρ ἀγγέλους καὶ ἀρχαγγέλους ποιοῦντας ἃ βούλομαι· ἀλλὰ ποθῶ τοὺς ἐπιγείους δούλους μου ἐν τοῖς ἐμοῖς κτήμασιν αὐλιζομένους ὁρᾷν. Ἐγὼ περιτρέχω, καὶ περιβλέπομαι πανταχοῦ τίνας εὕρω, τίνας μισθώσωμαι, οὐχ ἵνα μόχθοις ἀλλοτρίοις πλουτήσω, ἀλλ' ἵνα πλουτίσω τοὺς ὑπακούοντάς μοι. Ἐγὼ τὸν Πέτρον καὶ Ἰωάννην καὶ τοὺς ἄλλους μαθητὰς, τοὺς ἀόκνους φυτουργοὺς τῆς οἰκουμένης συνήγαγον· συνεφώνησα πρὸς αὐτοὺς ἐκ δηναρίου τὴν ἡμέραν· ἀπεμισθωσάμην αὐτῶν πᾶσαν τὴν ζωὴν, καὶ ἐπηγγειλάμην αὐτοῖς ὑπὲρ πάσης ὁμοῦ τῆς ἐργασίας διδόναι μισθὸν τὴν βασιλείαν τῶν οὐρανῶν· ἀλλ' οὐκ ἀρκοῦσιν οὗτοι μόνοι τὴν ἐμὴν κορέσαι ψυχήν. Οὐ δύναμαι βλέπειν εὐαριθμήτους γεωργοὺς γεωργοῦντάς μου τὸ γεώργιον· στενοχωροῦμαι τοὺς ὀφθαλμούς μου, τοσούτους μόνον ὁρῶν· ἔτι καὶ ἄλλους γηπόνους διψῶ, ἔτι καὶ ἄλλους μισθοφόρους ποθῶ, ἔτι καὶ ἄλλους μύστας ζητῶ. Εὐρύχωρός ἐστι καὶ μέγας ὁ παράδεισος τῶν ἐμῶν ἐντολῶν· πάντας τοὺς πιστεύσαντάς μοι χωρεῖ· πάντας τοὺς φιλαρέτους ὑποδεχόμενος ἔτι πλατύτερος γίνεται. Τί οὖν ποιήσω; πόθεν πληρώσω τοὺς ἐμοὺς περιβόλους; πόθεν πλείονας ἀπογράφους προτρέψομαι; Ἐξέλθω πάλιν εἰς τὰς τριόδους αὐτῶν, ἐξέλθω πρὸς τοὺς πλανωμένους τὴν ἑκούσιον πλάνην, ἐξέλθω πρὸς τοὺς ῥᾳθύμους, ἐξέλθω πρὸς τοὺς ἀπόρους ὁ εὔπορος, ἵνα τοὺς ἀπόρους εὐπόρους ἐργάσωμαι; ἐξέλθω πάλιν πρὸς τὴν τῶν ἐργατῶν συλλογήν; Ἐγὼ τὸ ὀφειλόμενον ποιήσω· καλέσω καὶ πάλιν τοὺς πένητας. Ἐμόν ἐστι τὸ προτρέψαι, ἐκείνων τὸ πεισθῆναι· ἐμόν ἐστι τὸ θελῆσαι δοῦναι μισθὸν, ἐκείνων ἐστὶν τὸ θελῆσαι λαβεῖν· ἐὰν ὑπακούσωσί μοι, καὶ ἐμοὶ καὶ ἑαυτοῖς χαριοῦνται· ἐὰν δὲ παρακούσωσί μου, ἑαυτοὺς ζημιώσουσιν· ἐμοὶ γὰρ οὐ λείψουσι γεωργοὶ δυνάμενοι περισκάψαι καὶ περιβοθρεῦσαι καὶ περικλαδεῦσαι τὰ κλήματα· οὐ δύναται ὁ ἐμὸς ἀμπελὼν μεῖναι κεχερσωμένος ἢ ἄκαρπος. Καὶ ἐξελθὼν περὶ τὴν τρίτην ὥραν, εἶδεν ἄλλους ἐν τῇ ἀγορᾷ ἀργοὺς, κἀκείνοις εἶπεν· Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνά μου. Καὶ ποῦ ἦτε πρωΐ; ποῦ ἦτε τὰς προλαβούσας ἡμέρας; πῶς οὐκ ἐζητήσατέ με τὸν εἰς ζήτησιν ὑμῶν ἀφικόμενον; πῶς οὐκ ὠρθρίσατε πρὸς τὸ συμφέρον ὑμῖν; Οὕτως ἀγνοεῖτε τῆς εὐσεβείας τὰς ἀκτῖνας, ὅτι τὴν ἡμέραν νύκτα νομίζετε; καὶ λάμποντος τοῦ φωτὸς τῆς ἀληθείας, ὑμεῖς τί καρηβαρεῖτε καὶ νυστάζετε; Νῦν γοῦν ἐξυπνίσθητε, νῦν γοῦν γρηγορήσατε, νῦν γοῦν ἐπιστρέψατε, νῦν γοῦν σωφρονήσατε. Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνά μου Βλέπετε, πῶς ὑμᾶς ἀγαπῶ· οὐ περιώρισα τῷ ὄρθρῳ τὸ κήρυγμα, οὐκ ἀπετείχισα τοῖς δευτέροις τὴν πρόσοδον, οὐ περιέκλεισα τῇ πρώτῃ κλήσει τὴν ὑμετέραν ἐπιστροφήν· πᾶσαν ὥραν ὑμῖν ἐχαρισάμην πρὸς μετάνοιαν· πᾶσαν ἡλικίαν ἐναγκαλίζομαι. Κἂν βρέφη προσενεχθῇ μοι, χαίρων προσίεμαι· ἐγὼ γάρ εἰμι τῶν βρεφῶν δημιουργὸς, καὶ πατὴρ καὶ μήτηρ, καὶ τροφεὺς καὶ τροφή· κἂν παῖδες ὑποψελλίζοντες προσφύγωσιν, ἥδομαι· κἂν νεώτεροι προσχωρήσωσιν, μᾶλλον εὐφραίνομαι· κἂν ἄνδρες τέλειοι προσδράμωσιν, ὑποδέχομαι· πάντας τοὺς μετὰ πίστεως προστρέχοντας ὡς ἀδελφοὺς ἐμοὺς περιπτύσσομαι. Ὑπάγετε καὶ ὑμεῖς εἰς τὸν ἀμπελῶνα. Οὐ λογίζομαι τῶν παρελθουσῶν ὡρῶν τὴν ζημίαν, ἐὰν ἴδω προθυμίαν ταλαντευομένην τῇ ῥᾳθυμίᾳ· οὐ μειῶ τῆς ἡμέρας τοὺς μισθοὺς, ἐὰν τοὺς προφθάσαντας ὑμᾶς ἐπιφθάσαι σπουδάζητε. Ἄφετε τὸν ἀμπελῶνα τῶν Ἰουδαίων τὸν ἀγνώμονα, τὸν ἀχάριστον, τὸν ὄξος μόνον ἐπιστάμενον γεωργεῖν· καταλείπετε τὴν ἄμπελον τὴν ἐξ Αἰγύπτου μεταφυτευθεῖσαν, καὶ τῆς Αἰγυπτιακῆς εἰδωλολατρείας τὴν πικρίαν περιφέρουσαν, καὶ βότρυν πικρίας μαθοῦσαν βλαστάνειν τῷ φυτουργῷ, καὶ πρὸς τὸν ἐμὸν ἀμπελῶνα μετάστητε· Καὶ ὃ ἐὰν ᾖ δίκαιον, δώσω ὑμῖν. Οὐκ εἰμὶ ἄδικος, κατὰ φύσιν δίκαιος πέφυκα· οὐκ εἰμὶ πλεονέκτης, ὁ κατὰ τῆς πλεονεξίας νόμους ἐκθέμενος· οὐκ εἰμὶ ἀγνώμων περὶ τοὺς εὐγνώμονας δούλους, οὐκ εἰμὶ μικρόλογος ἢ μικρόψυχος περὶ τοὺς μεγαλοψύχους περὶ ἐμέ· δώσω ὑμῖν μισθοὺς παριόντας τοὺς πόνους· χορηγήσω δωρεὰς νικώσας τοὺς ἱδρῶτας ὑμῶν. Πάλιν ἐξῆλθε περὶ τὴν ἕκτην καὶ ἐννάτην ὥραν, καὶ ἐποίησεν ὡσαύτως. Οὐ καταλιμπάνω καιρὸν οὐδένα· σαγηνεύω τοὺς θέλοντας, καὶ οὐ κάμνω τοὺς κάμνοντας ἐν ταῖς ἁμαρτίαις πρὸς δικαιοσύνην καλῶν. Ἐξῆλθον ἅπαξ, καὶ θηρεύσας ὑπέστρεψα ἐξῆλθον δεύτερον, καὶ ζωγρήσας ἀνέκαμψα· ἐξῆλθον τρίτον, καὶ πλουτήσας ἐπανελήλυθα· ἐξῆλθον τέταρτον περὶ τὴν ἐννάτην ὥραν, καὶ λαβὼν ἥκω τινάς. Ὅσον συνεχῆ ποιοῦμαι τὸν δρόμον, τοσοῦτον θερμότερον ἀναφλέγω τὸν πόθον· ὅσους ἐὰν προσάγωμαι, τοσούτους ἄλλους ποθῶ· κἀκείνους εὑρὼν, ἑτέρους ἐπιζητῶ· θέλω γὰρ πάντας ἀνθρώπους σωθῆναι, καὶ εἰς ἐπίγνωσιν ἀληθείας ἐλθεῖν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Simile est regnum caelorum patri familias [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg241.local001/.
