# In illud: Simile est regnum caelorum patri familias [Sp.] 4.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Simile est regnum caelorum patri familias [Sp.], Section 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-illud-simile-est-regnum-caelorum-patri-familias-sp/4.1

Ταῦτα τῇ ψυχῇ καὶ τῇ γλώττῃ μελετᾶτε διαπαντός· ταῦτα τῷ φρονήματι καὶ τῷ στόματι βοᾶτε διηνεκῶς. Ἔχετε τὸν ἀποστολικὸν ὅρον τῆς πίστεως καὶ πολιτείας θεοφιλοῦς· ἄνευ γὰρ τῆς πίστεως τὰ ἔργα νεκρά. Ἀνθρώπινον λέγω διὰ τὴν ἀσθένειαν τῆς σαρκὸς ὑμῶν· Ὥσπερ γὰρ παρεστήσατε τὰ μέλη ὑμῶν ὅπλα ἀδικίας τῇ ἁμαρτία, οὕτω νῦν παραστήσατε τὰ μέλη ὑμῶν ὅπλα δικαιοσύνης τῷ Θεῷ. Ὁ πόρνος γενέσθω σώφρων, ὁ ἄδικος γενέσθω δίκαιος, ὁ ἅρπαξ εὐμετάδοτος, ὁ πλεονέκτης φιλόπτωχος, ὁ ἀπάνθρωπος καὶ φιλόχρυσος πρὸ τούτου, νῦν φανήτω φιλόχριστος, ὁ βλάσφημος ὑμνολόγος, ὁ τρέχων εἰς θέατρα, τρεχέτω λοιπὸν εἰς τὰς αὐλὰς τοῦ Θεοῦ, ὁ τοῖς δρόμοις τῶν ἵππων ἐπιμαινόμενος, σχολασάτω τοῖς ἀποστόλοις, ὧν ὁ δρόμος τοῖς μιμουμένοις σωτήριος. Ὡς μέλλοντες χρηματίζειν νύμφαι Χριστοῦ, οὕτω στολίσατε τὰς ὑμετέρας ψυχὰς καὶ τὰ σώματα. Ἔστω ὑμῶν τὰ βλέμματα τῆς κατὰ ψυχὴν γαλήνης ἐξεικονίσματα· ἔστωσαν αἱ ὄψεις τῆς ἔνδον εὐλαβείας χαρακτῆρες σαφεῖς· ἔστω ὑμῶν τὰ στόματα ψαλμῶν καὶ ὕμνων εὐωδίαν ἐκπέμποντα, κόσμια, σώφρονα, πρέποντα παρθένῳ μελλούσῃ νυμφεύεσθαι· ἔστωσαν αἱ ψυχαὶ καθαραὶ, λευκαὶ, ἵνα γνησίαν τῆς βασιλικῆς ἁλουργίδος τὴν βαφὴν ὑποδέξωνται. Ἐπειδὰν δὲ καταλάβητε τὸν νυμφῶνα τοῦ Πνεύματος, ἐπειδὰν εἰσδράμητε τὴν παστάδα τῆς χάριτος, ἐπειδὰν πλησίον γένησθε τῆς φοβερᾶς ὁμοῦ καὶ ποθεινῆς κολυμβήθρας, ὡς αἰχμάλωτοι προσπέσατε τῷ βασιλεῖ· ῥίψατε πάντες ὁμοίως ἐπὶ γόνατα, καὶ τὰς χεῖρας ἀνατείναντες εἰς τὸν οὐρανὸν, ὅπου κάθηται βασιλικῶς ὁ πάντων ἡμῶν βασιλεὺς, καὶ τοὺς ὀφθαλμοὺς εὐθύναντες πρὸς τὸν ἀκοίμητον ὀφθαλμὸν, τοιούτοις πρὸς τὸν φιλάνθρωπον χρήσασθε ῥήμασιν· Ἄνοιξον ἡμῖν τὸν ἀμπελῶνά σου, Κύριε, εἰ καὶ περὶ τὴν ἑνδεκάτην ὥραν ἐφθάσαμεν· μὴ ὀργισθῇς ἡμῖν ὡς βραδύνασιν, Δέσποτα, μηδὲ κλείσῃς εἰς τὰς ἡμετέρας ὄψεις τῆς σῆς φιλανθρωπίας τὰς θύρας· κατέγνωμεν τῆς φθασάσης ἡμῶν ἀργίας, κατέγνωμεν τῆς προλαβούσης ἡμέρας τὴν ῥᾳθυμίαν, ἐβλάβημεν παρακούσαντες, ἐζημιώθημεν καθευδήσαντες, ἐναυαγήσαμεν τερπόμενοι, ἐγυμνώθημεν παίζοντες καὶ παιζόμενοι, ἀπωλόμεθα τοῖς ματαίοις ψυχαγωγούμενοι. Μόλις ἐγρηγορήσαμεν, μόλις ἐνήψαμεν, μόλις εὕρομεν τὸ συμφέρον, μόλις ἐφύγομεν τὸν πόλεμον· ἀπεταξάμεθα τῷ πονηρῷ παντελῶς, ἀπεταξάμεθα τοῖς ὀλεθρίοις κακοῖς καὶ τερπνοῖς συσχολάσαι· τῷ Σωτῆρι λοιπὸν συνταττόμεθα, τῷ μόνῳ Θεῷ. Δέξαι τὸ γραμμάτιον τῆς ὁμολογίας ἡμῶν, ἵνα φοβούμενοι τὸ πρόστιμον, ἐμμένωμεν οἷς καὶ συνεθέμεθα· δέξαι τὸ σύμβολον τῶν πρὸς σὲ συνθηκῶν, ἵνα τὸ σύμβολον αἰσχυνόμενοι, τὸν τρόπον ἡμῶν ἀπερίτρεπτον καθιδρύσωμεν. Οἴκτειρον τοὺς σοὺς δούλους, τοὺς αἰχμαλώτους, καὶ γυμνοὺς, καὶ νεκρούς· ἀπόδος ἡμῖν τὴν ἀρχαίαν συγγένειαν· ἔνδυσον οὓς ὁ διάβολος ἀπεγύμνωσεν· χρῖσον ἡμᾶς τῷ ἐλαίῳ τῆς ἁγίας σου χρίσεως· ἵνα μὴ βλαβῶμεν ἐὰν πάλιν δηχθῶμεν ὑπὸ τοῦ ὄφεως. Θέλομεν ἐργάσασθαι τὰς σὰς ἐντολὰς, θέλομεν εὑρεθῆναι τοῦ ἀμπελῶνος ἐντὸς, θέλομεν ὡς ἐγγίζοντές σοι χρηματίζειν ἐργάται· ἐζήσαμεν πάσας ἡμῶν τὰς ἡμέρας κακῶς. θέλομεν ζῆσαι τὰς ὑπολοίπους καλῶς. Θέλοις ὡς πόρνοις συγχωρῆσαι. Συγχώρησον. Θέλοις ὡς τελώναις περιποιήσασθαι· θέλοις ὡς λῃστὰς φιλανθρωπεύσασθαι· θέλοις ὡς διώκτας περισῶσαι· περίσωσον, ὡς θέλεις· ἐλέησον μετανοοῦντας, οἷς ἐμακροθύμησας ἐξαμαρτάνουσιν· ἐλέησον προσπίπτοντας, οὓς καὶ ἀπολακτίζοντας ᾤκτειρες· ἐλέησον καθικετεύοντας, οὓς ὑβρίζοντας ἔφερες. Ἄνοιξον ἡμῖν τοῖς χειμαζομένοις τὸν τῆς κολυμβήθρας λιμένα· ἄνοιξον ἡμῖν τοῖς τετραυματισμένοις τὸ ἀνώδυνον ἰατρεῖον· ἄνοιξον τοῖς παλαιωθεῖσιν τὸ ἄλυπον χωνευτήριον· ἄνοιξον τοῖς χρεωστοῦσιν θάνατον τὸν ἀκίνδυνον τάφον· ἄνοιξον ἡμῖν τῆς τριημέρου σου νεκρώσεως τὸ ζωηφόρον ἐκτύπωμα· ἄνοιξον ἡμῖν τῆς παλιγγενεσίας τὴν παρθένον γαστέρα· ἄνοιξον ἡμῖν τῆς υἱοθεσίας τὴν ἄφθαρτον μητέρα· ἄνοιξον ἡμῖν τῆς ἀθανασίας τὴν πύλην· ἄνοιξον ἡμῖν τὴν θύραν τῶν οὐρανῶν· ὅτι σὺ εἶπας, Κρούετε, καὶ ἀνοιγήσεται ὑμῖν. Ἅπερ εἶπας, ἀληθείᾳ πλήρωσον· ἅπερ ἐλάλησας, ὡς ἀψευδὴς ἐπιτέλεσον. Πιστεύομεν, ὅτι δύνασαι πάντα ποιῆσαι· πιστεύομεν, ὅτι δύνασαι τῶν ἁμαρτημάτων ἡμῶν ἀποπλῦναι τὸν βόρβορον· πιστεύομεν, ὅτι δύνασαι διὰ Πνεύματος καὶ ὕδατος ἀναγεννῆσαι τοὺς ἐν ἁμαρτίαις γηράσαντας· πιστεύομεν, ὅτι δύνασαι τὴν ξένην λοχείαν ἐργάσασθαι· πιστεύομεν, ὅτι δύνασαι γυναῖκας καὶ βρέφη καὶ νέους καὶ ἄνδρας καὶ γέροντας ἐκ τῶν ὑδάτων νεοπλάστους ἀναγαγεῖν ὡς ἀρτίτοκα βρέφη· πιστεύομεν, ὅτι δύνασαι τοῖς ὕδασιν ἀποπνῖξαι τὰς ἁμαρτίας ἡμῶν, καθάπερ τὸν Φαραὼ καὶ τὴν δύναμιν αὐτοῦ πᾶσαν κατέκλυσας· πιστεύομεν, ὅτι δύνασαι σωτηρίας ὁδὸν ἐξευρεῖν, ὥς ποτε τοῖς Ἰσραηλίταις ἐδημιούργησα; ὁδὸν ἐν μέσῳ τῆς θαλάσσης· πιστεύομεν, ὅτι δύνασαι τοσαῦτα, ὅσα καὶ θέλεις Ταῦτα λέγοντες πρὸς τὸν Κύριον ἐπιμείνατε, ἵνα εἴπῃ καὶ πρὸς ὑμᾶς ὁ Σωτήρ· Πιστεύετε, ὅτι δύναμαι τοῦτο ποιῆσαι; Κατὰ τὴν πίστιν ὑμῶν γενηθήτω ὑμῖν. Αὐτῷ ἡ δόξα εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Simile est regnum caelorum patri familias [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg241.local001/.
