# In illud: Utinam sustineretis modicum 2

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Utinam sustineretis modicum, Section 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-illud-utinam-sustineretis-modicum/2

Ἐπεὶ οὖν τοσοῦτόν ἐστι τὸ κέρδος τοῖς κοινωνοῦσι τῶν ἁγίων, κοινωνήσατέ μοι τοῦ ἔρωτος, καὶ φιλήσωμεν τὸν ἅγιον τοῦτον μετὰ πολλῆς τῆς ὑπερβολῆς. Ἂν γὰρ οὗτος εἰς τὴν ψυχὴν τὴν ἡμετέραν ὁ ἔρως εἰσέλθῃ καὶ φλόγα ἀνάψῃ λαμπρὰν, κἂν ἀκανθῶδες, κἂν λιθῶδές τι καὶ σκληρὸν καὶ ἀναίσθητον ἐν τοῖς λογισμοῖς εὕρῃ τοῖς ὑμετέροις, τὸ μὲν ἀναλώσας, τὸ δὲ μαλάξας, βαθεῖάν τινα καὶ λιπαρὰν ἄρουραν τὴν ἡμετέραν ἐργάσεται ψυχὴν, καὶ πρὸς τὴν τῶν θείων σπερμάτων καταβολὴν ἐπιτηδείαν. Καὶ μή μοι λεγέτω τὶς, ὅτι Νῦν οὐ πάρεστιν, οὐδὲ ὁρᾶται τοῖς ἡμετέροις ὀφθαλμοῖς ὁ Παῦλος· καὶ πῶς δυνατὸν φιλεῖν τὸν μὴ βλεπόμενον; Οὐδὲν γὰρ τῷ ἔρωτι τούτῳ κώλυμα γίνεται· ἔξεστι γὰρ καὶ ἀπελθόντα φιλεῖν, καὶ μὴ ὁρώμενον ἀγαπᾷν, καὶ μάλιστα ὅταν τοσαῦτα καὶ τοιαῦτα τῆς ἀρετῆς ἐκείνου καθ' ἑκάστην ἡμέραν ὑπομνήματα βλέπωμεν, τὰς πανταχοῦ τῆς γῆς Ἐκκλησίας, τῆς ἀσεβείας τὴν ἀνατροπὴν, τοῦ πονηροῦ βίου τὴν ἐπὶ τὸ βέλτιον μεταβολὴν, τῆς πλάνης τὴν ἀπαλλαγὴν, τοὺς ἀνατραπέντας βωμοὺς, τοὺς ἀποκεκλεισμένους ναοὺς, τὴν τῶν δαιμόνων σιγήν. Πάντα γὰρ ταῦτα καὶ τὰ τοιαῦτα τῆς Παύλου γλώττης ἡ δύναμις ὑπὸ τῆς τοῦ Θεοῦ χάριτος ἐμπνεομένη κατέβαλε, καὶ λαμπρὰν πανταχοῦ τῆς εὐσεβείας ἀνῆψε τὴν φλόγα. Ἔχομεν μετὰ τῶν κατορθωμάτων τούτων καὶ τὰς ἐπιστολὰς ἐκείνου τὰς ἁγίας, αἳ τὸν χαρακτῆρα τῆς μακαρίας ἐκείνης ψυχῆς ἀκριβῶς ἡμῖν ὑπογράφουσιν. Ὡς οὖν αὐτῷ τῷ Παύλῳ διαλεγόμενοι παρόντι καὶ συγγινομένῳ, οὕτω μετὰ προθυμίας πειθώμεθα τοῖς γεγραμμένοις, ἀναπτύξωμεν τὰ ἔνδον εἰρημένα, μάθωμεν τί ποτέ ἐστιν ὅπερ σήμερον ἐβόα λέγων· Ὄφελον ἀνείχεσθέ μου μικρὸν τῇ ἀφροσύνῃ· ἀλλὰ καὶ ἀνέχεσθέ μου· ζηλῶ γὰρ ὑμᾶς Θεοῦ ζήλῳ. Τί λέγεις, ὦ Παῦλε; ὁ κελεύων τοῖς μαθηταῖς ἐν σοφίᾳ περιπατεῖν πρὸς τοὺς ἔξω, ὁ λέγων, Ὁ λόγος ὑμῶν πάντοτε ἐν χάριτι, ἅλατι ἠρτυμένος, εἰδέναι πῶς δεῖ ὑμᾶς ἑνὶ ἑκάστῳ ἀποκρίνεσθαι· ὁ πᾶσιν ἐπευχόμενος, ἵνα σοφίας πληρωθῶσι πνευματικῆς, αὐτὸς λέγεις, ὅτι Εἴθε ἀνείχεσθέ μου μικρὸν τῆς ἀνοίας; Οὐκ ἤρκει σοι τὸ φθέγξασθαί τι ἀφροσύνης ῥῆμα, ἀλλὰ καὶ εἰς τοὺς μαθητὰς τοῦτο ἐκφέρεις; καὶ οὐκ εἰς τοὺς μαθητὰς ἐκφέρεις μόνον, ἀλλὰ καὶ τοῖς μετὰ ταῦτα πᾶσι γινομένοις ἀνθρώποις διὰ τῆς ἐπιστολῆς τοῦτο δῆλον ποιεῖς; Ὁρᾶτε πῶς οὐχ ἁπλῶς δεῖ παρατρέχειν τὰ λεγόμενα, ἀλλ' ἕκαστον περισκοπεῖν ἀκριβῶς; Τοῦτο μὲν γὰρ ἁπλῶς μὲν ἀναγινωσκόμενον περιίσταται τοῖς ἀκροαταῖς, ἐρευνηθὲν δὲ πολλὴν δείκνυσι τοῦ Παύλου τὴν σοφίαν, μεγάλην τὴν σύνεσιν, ἄφατον τὴν κηδεμονίαν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Utinam sustineretis modicum. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg077.local001/.
