Ancient Greek · ~17 min
Section 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Verumtamen frustra conturbatur [Sp.] 2.1
Not analysed yet
Οὕτω πάντας ἐν κακοῖς σεσωρευμένους ὀρῶν ὁ προφήτης, καὶ τὸν βίον ταλανίζων, ἔλεγε· Πλὴν μάτην τα ράσσεται πᾶς ἄνθρωπος ζῶν. Ἄνθρωπος μόνον, ὦ προφῆτα, ταράσσεται; ἡ λογικὴ μόνη διάπλασις κατηγορεῖται; Οὐδὲν τῶν ἐν ζώοις ἢ στοιχείοις ταρασσόμενον εὗρον. Ταράσσεται, φησὶ, τὰ ὕδατα, καὶ πάλιν ἀποκαθίσταται· σαλεύεται ἡ γῆ, καὶ πάλιν ἑδράζεται· κινοῦνται οἱ ἄνεμοι, καὶ πάλιν ἡσυχάζουσι· θορυβεῖται πᾶν θηρίον, καὶ κορεννύμενον παύεται· διεγείρεται φλὸξ, καὶ ὑποκειμένην ὕλην ἀναλίσκουσα σβέννυται. Ἄνθρωπος δὲ ταρασσόμενος ἐπὶ χρήμασιν οὐδέποτε παύεται· ἔλαβε τοῦτο, καὶ πρὸς ἐκεῖνο ἀποβλέπει· ἐκράτησεν ἐκεῖνο, καὶ πρὸς ἄλλο κέχηνε. Τὰ ἑκατὸν διπλασιάζειν φιλονεικεῖ, ἐπὶ τοῖς τοσούτοις πάλιν τὰ τοσαῦτα σωρεύειν ἐπείγεται, καὶ οὐδέποτε τοῦ σωρεύειν παύεται, ἕως ἂν τὸ τέλος αὐτοῦ σωρευθῇ· καὶ τῇ δίψῃ τῆς φιλαργυρίας συνεχόμενος, ὠχρότερος χρυσίου περιέρχεται, διὰ τὸν πολυπόθητον πλοῦτον, τὸν τάχα ἀβεβαιότερον φίλον, τὸν ἐπίβουλον πόθον, τὸν πολυδέσποτον ἐμπαίκτην, τὸν πολυέραστον χλευαστὴν, τὸν ὑπόπτερον δέσμιον, τὸν πολέμιον νεκρὸν, τὸν ἐν τῷ κόσμῳ ἀφιπτάμενον ἄνεμον· πλοῦτον, τὸν πάσης ἀτοπίας γεννήτορα, τὸν πάσης κακίας εὑρετὴν, τὸν συνεργὸν τῆς ψυχοφθόρου τρυφῆς, τὸν ἀντίπαλον τῆς ἐγκρατείας, τὸν πολέμιον τῆς σωφροσύνης, καὶ τὸν πάσης ἀρετῆς λανθάνοντα κλέπτην. Ἀλλὰ τί διαβάλλω τὸν πλοῦτον, τοὺς κεκτημένους ἀφείς; Ἀδικεῖται καὶ αὐτὸς δεσμούμενος ὑπ' αὐτῶν, καὶ πέδαις συνεχόμενος. Ἔοικε γάρ μοι αὐτὸν πρὸς αὐτοὺς ἀφιέναι φωνήν· Τί με τὸν πλοῦτον, ὦ φιλοχρήμονες, συμποδίζετε; τί με, καθάπερ δραπέτην, μυρίοις δεσμοῖς περισφίγγετε; τί με ὡς φίλον περιπτύσσεσθε, καὶ ὡς κακοῦργον καταδεσμεῖτε, ἀπὸ μετάλλων εἰς τὰς ὑμῶν χεῖρας παραπέμποντες; Εἰ θέλετε κἂν τῶν ὀνείρων κουφότερον ἀναπαῦσαί με, ἐάσατέ με καὶ εἰς τὰς τῶν πενήτων δεξιὰς μεταπεμφθῆναι. Ἀλλά φησι· Τέκνοις συνάγω τὸν πλοῦτον, ἵνα μὴ πενίας γένωνται κληρονόμοι. Καλῶς ὁ πολυφάνταστος πλούσιος· τὰ παρόντα οὐκ οἶδε, καὶ περὶ τῶν μελλόντων φροντίζει· τὰ καθ' ἑαυτὸν ἀγνοεῖ, καὶ περὶ τῶν παίδων φροντίζει· εἰ θάπτεται, οὐκ ἐπίσταται, καὶ περὶ τῶν κληρονόμων βουλεύεται. Ὦ ἄφρων, εἰπέ μοι τὸ σὸν τέλος, καὶ τότε περὶ τῶν τέκνων ἀσφάλισαι· εἰπέ μοι τὰ τῆς σήμερον, καὶ τότε πιστεύω σοι καὶ τὰ τῆς αὔριον. Τί σεαυτὸν καὶ μετὰ θάνατον ἀπατᾷς; τί θέλεις εἶναι καὶ νεκρὸς καὶ χλευαζόμενος; τί διορίζῃ τῷ Θεῷ τὸ πρακτέον; τί νομοθετεῖς τὴν τοῦ Θεοῦ πρόνοιαν διοικεῖσθαι τὰ σοὶ δεδομένα; Οὐδὲν πρὸς σὲ περὶ τῶν μετὰ σέ. Οὐ δύνασαι καὶ νεκρὸς εἶναι, καὶ διοικητὴς ζώντων, καὶ νεκρῶν κριτὴς ζυγοστατῶν ἑκάστου τὸ δίκαιον. Τί οὖν ματαιοπονεῖς, ὦ πλούσιε, τὰ τῶν πενήτων τοῖς σοῖς θησαυρίζων, καὶ οὐκ οἶδας τίνι συνάγεις αὐτά; τί τὰ τῶν ὀρφανῶν κατέχεις, τί αἰτούμενος παρ' αὐτῶν ἀγανακτεῖς, ὡς οἴκοθεν ἀναλίσκων; Τὰ ἴδια ζητοῦσιν, οὐ τὰ σά· τὰ ἐγχειρισθέντα σοι δι' αὐτοὺς, οὐ τὰ μετὰ σοῦ γεννηθέντα. Ἃ ἔλαβες δὸς, καὶ τὴν χρῆσιν κέρδανον, ὅτι δοῦναι, οὐ λαβεῖν, προσετάχθης. Ἀρκεῖ σοι, ὅτι διὰ τοῦ πτωχοῦ ὁ Θεὸς τὴν δεξιάν σοι προτείνει. Ὁ βρέχων ἐξ οὐρανοῦ, τὴν χαλκοῦ ψεκάδα σε προσαιτεῖ· ὁ βροντῶν καὶ ἀστράπτων, Ἐλέησον, σοὶ λέγει· ὁ περιβάλλων τὸν οὐρανὸν ἐν νεφέλαις, ῥάκιον αἰτεῖ παρὰ σοῦ. Ἀρκεῖ σοι, ὅτι οἱ πένητες ὡς Θεόν σε λιτανεύουσι. Δὸς, οἴκτειρον, ἐλέησον, ἵνα ἐλεηθῇς. Σὺ δὲ οὐδὲ τὰς ὀφρύας σου ἀνατεῖναι βούλῃ, καὶ λιτανευόμενος οὐκ ἐπικάμπτῃ. Δὸς αὐτοῖς τὰ αὐτῶν, πρὶν ἐπιστῇ τὸ λογοθέσιον· δὸς αὐτοῖς τὰ αὐτῶν, ἃ μέλλεις μετ' οὐ πολὺ ἀπολαμβάνειν. Πατέρα ἔχουσι βασιλέα· δὸς αὐτοῖς τὰ αὐτῶν, καὶ λάβε παρὰ τοῦ πατρὸς αὐτῶν τὴν ἀμεριμνίαν. Ποίαν ταύτην; Ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ ἐποιήσατε. Ὁ γὰρ συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα, οὐ μόνον τὸ χειρόγραφον τῆς ἁμαρτίας ἐξαλείφει, ἀλλὰ καὶ ὁμολογίαν λαμβάνει, τὴν λέγουσαν φωνὴν, Ὁ διδοὺς πτωχῷ, Θεῷ δανείζει. Θεῷ δανείσωμεν τὴν ἐλεημοσύνην, ἵνα παρ' αὐτοῦ λάβωμεν φιλανθρωπίας ἀντίδοσιν. Ἀλλ' ὢ τοῦ σοφωτάτου ῥήματος. Ὁ ἐλεῶν πτωχὸν, δανείζει Θεῷ. Διὰ τί οὖν οὐκ εἶπεν, Ὁ ἐλεῶν πτωχὸν, δίδωσι Θεῷ, ἀλλὰ, Δανείζει; Οἶδεν ἡ Γραφὴ τὴν ἡμετέραν πλεονεξίαν· προσέσχεν ὅτι ἡ ἀπληστία ἡμῶν πρὸς πλεονεξίαν βλέπουσα τὸν πλεονασμὸν ζητεῖ, καὶ διὰ τοῦτο οὐκ εἶπεν ἁπλῶς, Ὁ ἐλεῶν πτωχὸν, δίδωσι Θεῷ, ἵνα μὴ ἁπλῆν τὴν δόσιν καὶ τὴν ἀντιμισθίαν νομίσῃς· ἀλλ', Ὁ ἐλεῶν πτωχὸν, δανείζει Θεῷ, ἵνα τὸ ὄνομα τοῦ δανείσματος ὁ φιλοκερδὴς ἀκούσας, ἑαυτὸν ἐπιδῷ πρὸς ἔλεον. Ὁ ἐλεῶν πτωχὸν, δανείζει Θεῷ. Εἰ δανείζεται Θεὸς παρ' ἡμῶν, ἄρα χρεώστης ἡμῶν ἐστιν. Τί οὖν θέλεις αὐτὸν κριτὴν ἔχειν, ἢ χρεώστην; Ὁ χρεώστης αἰδεῖται τὸν δανείσαντα· ὁ κριτὴς δὲ οὐ δυσωπεῖται τὸν δικαζόμενον.