Ancient Greek
Homily 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Vidi dominum (homiliae 1-6) 1.1.1
Not analysed yet
Πολλὴν ὁρῶ τὴν σπουδὴν ἐνδεικνυμένους ὑμᾶς εἰς ἔργον ἀγαγεῖν τὰ πρῴην ἡμῖν εἰρημένα. Διὰ τοῦτο τοίνυν ἀόκνως τὰ τῆς διδασκαλίας κἀγὼ καταβάλλομαι σπέρματα, χρησταῖς ἐντεῦθεν ταῖς ἐλπίσι τρεφόμενος. Καὶ γὰρ ὁ γεωργός, ὁπόταν πόνῳ μὲν τὰ σπέρματα καταβάλῃ εὐφοροῦσαν δὲ τὴν γῆν καὶ τὰ λήϊα κομῶντα θεάσηται, τῶν πρῴην ἐπιλανθάνεται κόπων καὶ πρὸς τὴν ἑξῆς ἐργασίαν τε καὶ συντήρησιν τῷ προσδοκωμένῳ διανίσταται κέρδει. Καίτοι πόσον ποριμωτέρα καὶ ἐπικερδὴς αὕτη καθέστηκεν ἡ γεωργία; Ἐκείνη μὲν γὰρ τῶν καρπῶν τῶν αἰσθητῶν περιποιουμένη τὴν ἀφθονίαν, σώμασιν ἐναποτίθεται τροφήν· αὕτη δὲ τὴν τῶν λόγων καταβαλλομένη διδασκαλίαν καὶ τὰ τοῦ Πνεύματος πλεονάζουσα χαρίσματα, τὸν ψυχικὸν ἐναποτίθεται πλοῦτον, τὴν ἀδαπάνητον καὶ ἀκήρατον τροφὴν τὴν μὴ διαλυομένην, μηδὲ φθειρομένην κατ' ἀκολουθίαν, ἀλλὰ ἀρρήτῳ τινὶ συντηρουμένην προνοίᾳ καὶ νοητὴν τὴν ἀπόλαυσιν ἔχουσαν. Αὕτη τῶν ἐμῶν πόνων ἡ ἐπικαρπία, οὗτος ὁ ἐναποτιθέμενος τῇ ὑμῶν ἀγάπῃ πλοῦτος. Τοῦτον οὖν αὐξανόμενον ἐν ὑμῖν κατανοῶν, χαίρω διὰ παντὸς ὡς μὴ εἰκῇ τὰ σπέρματα καταβαλλόμενος, ὡς μὴ μάτην τοὺς πόνους ὑπομείνας, ὡς εἰς εὔφορον καὶ λιπαρὰν ἐπισπείρων γῆν καὶ πρὸς καρποφορίαν ἐπιτηδείαν. Πόθεν οὖν τὸ τοιοῦτον καταστοχάζομαι κέρδος; πόθεν εἰς ἔργον τοὺς λόγους προκόπτοντας κατανοῶ; Ἐκ τῆς παρούσης δηλονότι συνδρομῆς, ἐκ τοῦ τὴν μητέρα πάντων τὴν ἐκκλησίαν μετὰ σπουδῆς ὑμᾶς καταλαβεῖν, ἐκ τῆς παννύχου ταύτης καὶ διηνεκοῦς στάσεως, ἐκ τοῦ τὴν ἀγγελικὴν χοροστασίαν μιμουμένους ἀκατάπαυστον τῷ κτίστῃ τὴν ὑμνολογίαν προσφέρειν. Ὢ τῶν τοῦ Χριστοῦ δωρημάτων. Ἄνω στρατιαὶ δοξολογοῦσιν ἀγγέλων· κάτω ἐν ἐκκλησίαις χοροστατοῦντες ἄνθρωποι τὴν αὐτὴν ἐκείνοις ἐκμιμοῦνται δοξολογίαν. Ἄνω τὰ Σεραφὶμ τὸν τρισάγιον ὕμνον ἀναβοᾷ· κάτω τὸν αὐτὸν ἡ τῶν ἀνθρώπων ἀναπέμπει πληθύς· κοινὴ τῶν ἐπουρανίων καὶ τῶν ἐπιγείων συγκροτεῖται πανήγυρις· μία εὐχαριστία, ἓν ἀγαλλίαμα, μία εὐφρόσυνος χοροστασία. Ταύτην γὰρ ἡ ἄφατος τοῦ Δεσπότου συγκατάβασις συνεκρότησεν, ταύτην τὸ Πνεῦμα συνέπλεξεν τὸ ἅγιον, ταύτης τὴν ἁρμονίαν τῶν φθόγγων ἡ πατρικὴ εὐδοκία συνήρμοσεν, ὥστε ἄνωθεν ἔχει τὴν τῶν μελῶν εὐρυθμίαν καὶ ὑπὸ τῆς Τριάδος, καθάπερ ὑπὸ πλήκτρου τινὸς κινουμένη, τὸ τερπνὸν καὶ μακάριον ἐνηχεῖ μέλος, τὸ ἀγγελικὸν ᾆσμα, τὴν ἄληκτον συμφωνίαν. Τοῦτο τῆς ἐνταῦθα σπουδῆς τὸ πέρας, οὗτος ὁ τῆς συνελεύσεως ὑμῶν καρπός. Διὰ τοῦτο χαίρω τὴν τοιαύτην καθορῶν εὐδοκίμησιν· χαίρω τὴν ἐν ταῖς ψυχαῖς ὑμῶν εὐφροσύνην κατανοῶν, τὴν χαρὰν τὴν πνευματικήν, τὴν κατὰ Θεὸν ἀγαλλίασιν. Οὐδὲν γὰρ οὕτω περιχαρῆ τὴν ἡμετέραν διατίθησι ζωὴν ὡς ἡ ἐν ἐκκλησίᾳ θυμηδία. Ἐν ἐκκλησίᾳ ἡ τῶν χαιρόντων συντηρεῖται χαρά, ἐν ἐκκλησίᾳ ἡ τῶν ἀθυμούντων εὐθυμία, ἐν ἐκκλησίᾳ ἡ τῶν λυπουμένων εὐφροσύνη, ἐν ἐκκλησίᾳ ἡ τῶν καταπονουμένων ἀναψυχή, ἐν ἐκκλησίᾳ ἡ τῶν κοπιώντων ἀνάπαυσις. «Δεῦτε γάρ, φησί, πρός με πάντες οἱ κοπιῶντες καὶ πεφορτισμένοι· κἀγὼ ἀναπαύσω ὑμᾶς.» Τί ταύτης τῆς φωνῆς γένοιτ' ἂν ποθεινότερον; τί τῆς κλήσεως ταύτης ἡδύτερον; Πρὸς εὐωχίαν σε καλεῖ ἐν ἐκκλησίᾳ καλῶν ὁ Δεσπότης, εἰς ἀνάπαυσιν ἀντὶ τῶν κόπων προτρέπεται, εἰς ἄνεσιν ἐκ τῶν ὀδυνηρῶν μετατίθησιν, τὸ βάρος τῶν ἁμαρτημάτων κουφίζων· τρυφῇ τὴν ἀθυμίαν καὶ εὐφροσύνῃ τὴν λύπην ἰᾶται. Ὢ τῆς αὐτοῦ κηδεμονίας, ὢ κλήσεως ἐπουρανίου; Σπεύσωμεν τοίνυν, ἀγαπητοί, αὐτὴν μὲν ἐπιτεινομένην ἐνδείκνυσθαι τὴν σπουδήν, μετὰ δὲ τῆς προσηκούσης εὐταξίας καὶ τοῦ πρέποντος σκοποῦ ταύτην ἀποπληροῦν. Καὶ γὰρ τὸν περὶ τούτου λόγον ὑμῖν σήμερον κινῆσαι βούλομαι, φορτικὸν μὲν εἶναι δοκοῦντα, ἀνεπαχθῆ δὲ καὶ ὠφέλιμον ὄντα τῇ ἀληθείᾳ. Οὕτω γὰρ καὶ φιλόστοργοι πατέρες ποιοῦσιν· οὐ μόνον τὰ πρὸς ὀλίγον χαροποιοῦντα, ἀλλὰ καὶ τὰ λυποῦντα παρεγγυῶνται τοῖς τέκνοις· καὶ οὐ τὰ αὐτόθεν ἐνδεικνύμενα τὴν ὠφέλειαν παραινοῦσιν αὐτοῖς, ἀλλὰ καὶ ὅσα δοκοῦσιν μὲν εἶναι φορτικά, σωτήρια δέ ἐστιν ἀποπληρούμενα, καὶ ταῦτα μετὰ πολλῆς τῆς ἐπιμελείας διδάσκουσιν καὶ ἀσφαλῶς τὴν αὐτῶν ἀπαιτοῦσιν συντήρησιν. Τάχα καὶ ἡμεῖς. Διὰ τοῦτο τοῦτον προτείνομεν τὸν λόγον, ἵνα μὴ μάτην τὸν ἐνταῦθα καταβαλλώμεθα πόνον, ἵνα μὴ τὴν τῆς ἀγρυπνίας ὑπομένοντες ἀνάγκην, ἀνονήτως πυκτεύωμεν, ἵνα μὴ εἰς ἀέρα διαλυόμεναι αἱ φωναὶ ἐπὶ ζημίᾳ μᾶλλον ἐνηχοῖντο καὶ οὐκ ἐπὶ κέρδει. Οὐδὲ γὰρ ἔμπορος μακρὰς μὲν ἐμπορίας στελλόμενος, πολλὴν δὲ τὴν τῶν πνευμάτων ἐμβολὴν καὶ τὴν τῶν κυμάτων ἐπανάστασιν ὑπομένων, καταδέξοιτο ἂν εἰκῇ καὶ μάτην τοὺς τοιούτους ὑπομένειν κόπους· ἀλλὰ διὰ τοῦτο καὶ πελάγη τέμνει καὶ κινδύνων κατατολμᾷ καὶ τόπους ἐκ τόπων μεταμείβει καὶ ἀΰπνους πάσας διατελεῖ νύκτας, ἵνα τὰ τῆς ἐμπορίας αὐτῷ πλεονάζῃ. Ὡς εἴ γε τοῦτο μὴ προσῇ, ἀλλὰ σὺν τῷ κέρδει καὶ ἡ τῶν κεφαλαίων αὐτῷ ἐπιγένηται ζημία, οὐδὲ ἀπαίρειν ἔξεστιν αὐτῷ, οὐδὲ τοὺς πολυπλόκους ἐκείνους ὑπομένειν κινδύνους.