# In illud: Vidi dominum (homiliae 1-6) 1.2.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Vidi dominum (homiliae 1-6), Homily 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-illud-vidi-dominum-homiliae-1-6/1.2.1

Τοῦτο τοίνυν εἰδότες, μετὰ τῆς προσηκούσης εὐλαβείας ἐνταῦθα παραγινώμεθα, ὅπως μὴ ἀντὶ ἁμαρτημάτων ἀφέσεως προσθήκην τούτων ποιησάμενοι, οἴκαδε πορευσώμεθα. Τί δέ ἐστι τὸ ζητούμενον καὶ ὃ παρ' ἡμῶν ἀπαιτεῖται; Τὸ τοὺς θείους ἀναπέμποντας ὕμνους, φόβῳ πολλῷ συνεσταλμένους καὶ εὐλαβείᾳ κεκοσμημένους, οὕτω προσφέρειν τούτους. Καὶ γάρ εἰσί τινες τῶν ἐνταῦθα, οὓς οὐδὲ τὴν ὑμετέραν ἀγάπην ἀγνοεῖν οἶμαι, οἵτινες καταφρονοῦντες μὲν τοῦ Θεοῦ, τὰ δὲ τοῦ Πνεύματος λόγια ὡς κοινὰ ἡγούμενοι, φωνὰς ἀτάκτους ἀφιᾶσι καὶ τῶν μαινομένων οὐδὲν ἄμεινον διάκεινται, ὅλῳ τῷ σώματι δονούμενοι καὶ περιφερόμενοι καὶ ἀλλότρια τῆς πνευματικῆς καταστάσεως ἐπιδεικνύμενοι τὰ ἤθη. Ἄθλιε καὶ ταλαίπωρε, δέον δεδοικότα καὶ τρέμοντα τὴν ἀγγελικὴν δοξολογίαν ἐκπέμπειν, φόβῳ τε τὴν ἐξομολόγησιν τῷ κτίστῃ ποιεῖσθαι καὶ διὰ ταύτης συγγνώμην τῶν ἐπταισμένων αἰτεῖσθαι· σὺ δὲ τὰ μίμων καὶ ὀρχηστῶν ἐνταῦθα παράγεις, ἀτάκτως μὲν τὰς χεῖρας ἐπανατείνων καὶ τοῖς ποσὶν ἐφαλλόμενος καὶ ὅλῳ περικλώμενος τῷ σώματι. Καὶ πῶς οὐ δέδοικας, οὐδὲ φρίττεις τοιούτων κατατολμῶν λογίων; Οὐκ ἐννοεῖς, ὅτι αὐτὸς ἀοράτως ἐνταῦθα πάρεστιν ὁ Δεσπότης καὶ ἑκάστου τὴν κίνησιν ἀναμετρεῖ καὶ τὸ συνειδὸς λογοθετεῖ; οὐκ ἐννοεῖς, ὅτι ἄγγελοι ταύτῃ τῇ φρικτῇ παρίστανται τραπέζῃ καὶ φόβῳ ταύτην περιέπουσιν; Ἀλλὰ σὺ ταῦτα οὐ κατανοεῖς, ἐπειδὴ ὑπὸ τῶν ἐν τοῖς θεάτροις ἀκουσμάτων τε καὶ θεαμάτων τὸν νοῦν συνεσκοτίσθης καὶ διὰ τοῦτο τὰ ἐκεῖσε πραττόμενα τοῖς τῆς ἐκκλησίας ἀναφύρεις τύποις, διὰ τοῦτο ταῖς ἀσήμοις κραυγαῖς τὸ τῆς ψυχῆς ἄτακτον δημοσιεύεις. Πῶς οὖν συγγνώμην ἐξαιτήσῃ τῶν οἰκείων ἁμαρτημάτων; πῶς εἰς οἶκτον ἐπισπάσῃ τὸν Δεσπότην, οὕτω καταπεφρονημένως τὴν δέησιν προτεινόμενος; «Ἐλέησόν με, ὁ Θεός», λέγεις, καὶ τοῦ ἐλέους ἀλλότριον τὸ ἦθος ἐπιδείκνυσαι. «Σῶσόν με», βοᾷς, καὶ ξένον τῆς σωτηρίας τὸ σχῆμα διατυποῖς. Τί συντείνουσι πρὸς ἱκεσίαν χεῖρες ἐπὶ μετεωρισμῷ συνεχῶς ἐπαιρόμεναι καὶ ἀτάκτως περιφερόμεναι, κραυγή τε σφοδρὰ καὶ τῇ βιαίᾳ τοῦ πνεύματος ὠθήσει τὸ ἄσημον ἔχουσα; Οὐχὶ τὰ μὲν αὐτῶν τῶν ἐν ταῖς τριόδοις ἑταιριζομένων γυναικῶν, τὰ δὲ τῶν ἐν τοῖς θεάτροις φωνούντων ἐστὶν ἔργα; Πῶς οὖν τολμᾷς τῇ ἀγγελικῇ ταύτῃ δοξολογίᾳ τὰ τῶν δαιμόνων ἀναμιγνύειν παίγνια; πῶς δὲ οὐκ αἰδῇ ταύτην τὴν φωνήν, ἣν ἐκφέρεις, «Δουλεύσατε τῷ Κυρίῳ ἐν φόβῳ, λέγων, καὶ ἀγαλλιᾶσθε αὐτῷ ἐν τρόμῳ»; Τοῦτό ἐστιν, ἐν φόβῳ δουλεύειν, τὸ διακεχῦσθαί τε καὶ συντείνεσθαι καὶ μηδὲ σεαυτὸν ἐπίστασθαι περὶ τίνων διαλέγῃ τῇ ἀτάκτῳ τῆς φωνῆς ἐνηχήσει; Τοῦτο καταφρονήσεώς ἐστιν, οὐ φόβου, ἀλαζονείας, οὐ ταπεινώσεως· τοῦτο παιζόντων μᾶλλον ἢ δοξολογούντων. Τί οὖν ἐστι τὸ δουλεύειν τῷ Κυρίῳ ἐν φόβῳ; Τὸ πᾶσαν ἐντολὴν ἀποπληροῦντας φόβῳ καὶ συστολῇ ταύτην κατεργάζεσθαι, τὸ συντετριμμένῃ καρδίᾳ καὶ τεταπεινωμένῳ νοῒ τὰς ἱκεσίας προβάλλεσθαι. Καὶ οὐ μόνον δουλεύειν ἐν φόβῳ, ἀλλὰ καὶ ἀγαλλιᾶσθαι ἐν τρόμῳ τὸ Πνεῦμα τὸ ἅγιον διὰ τοῦ προφήτου παρακελεύεται. Ἐπειδὴ γὰρ ἡ τῆς ἐντολῆς πλήρωσις χαρὰν εἴωθεν ἐμποιεῖν τῷ τὴν ἀρετὴν ἀσκοῦντι, καὶ ταύτην, φησί, τρόμῳ καὶ δέει ποιεῖσθαι προσήκει, ἵνα μὴ τῇ ἀφοβίᾳ συγχεόμενοι, τούς τε πόνους ζημιωθῶμεν καὶ τὸν Θεὸν παροξύνωμεν. Πῶς δὲ ἔσται, φησίν, ἀγάλλεσθαι ἐν τρόμῳ; Καὶ γὰρ οὐδὲ δυνατὸν κατὰ ταὐτὸν τὰ δύο συμβαίνειν, πολλῆς οὔσης τῆς μεταξὺ αὐτῶν διαφορᾶς. Χαρὰ γάρ ἐστι καταθυμίων πλήρωσις καὶ ἡδέων ἀπόλαυσις καὶ ἀνιαρῶν λήθη· φόβος δὲ ἐλπιζομένων κακῶν ἐπίτασις, ἐπὶ κατεγνωσμένῳ συνιστάμενος συνειδότι. Πῶς οὖν ἔστιν ἀγάλλεσθαι ἐν φόβῳ, καὶ οὐχ ἁπλῶς ἐν φόβῳ, ἀλλ' ἐν τρόμῳ, ὅπερ ἐπίτασίς ἐστι τοῦ φόβου καὶ πολλῆς ἀγωνίας σημεῖον; πῶς δέ, φησί, τοῦτο γενήσεται; Αὐτά σε τὰ Σεραφὶμ διδάσκουσιν ἔργῳ, τὴν τοιαύτην ἀποπληροῦντα διακονίαν. Καὶ γὰρ ἐκεῖνα τῆς ἀφάτου δόξης ἀπολαύοντα τοῦ κτίστου καὶ τὸ ἀμήχανον ἐνοπτριζόμενα κάλλος· οὐ λέγω αὐτὸ ἐκεῖνο, ὅπερ ἐστὶ τῇ φύσει (ἀκατανόητον γὰρ τοῦτο καὶ ἀθεώρητον καὶ ἀσχημάτιστον, καὶ ἄτοπόν ἐστι τὸ οὕτω περὶ αὐτοῦ ὑπολαμβάνειν), ἀλλ' ὅσον ἐγχωροῦσιν, ὅσον ὑπὸ τῆς ἀκτῖνος ἐκείνης ἰσχύουσιν καταλάμπεσθαι. Ἐπειδὴ γὰρ διηνεκῶς λειτουργοῦσιν κύκλῳ τοῦ βασιλικοῦ θρόνου, ἐν διηνεκεῖ χαρᾷ διατελοῦσιν, ἐν ἀϊδίῳ εὐφροσύνῃ, ἐν ἀγαλλιάσει ἀκαταπαύστῳ, χαίροντα, σκιρτῶντα, ἀσιγήτως δοξολογοῦντα. Τὸ γὰρ ἐνώπιον ἑστάναι τῆς δόξης ἐκείνης καὶ ἀπὸ τῆς ἐξ αὐτῆς ἀπαστραπτούσης καταφωτίζεσθαι αἴγλης, τοῦτο αὐτοῖς καὶ χαρά, τοῦτο καὶ ἀγαλλίασις, τοῦτο καὶ εὐφροσύνη, τοῦτο καὶ δόξα. Τάχα τι πρὸς ἡδονὴν ἐπάθετε καὶ ἐν ἐπιθυμίᾳ τῆς δόξης ἐκείνης γεγόνατε.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Vidi dominum (homiliae 1-6). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg498.local001/.
