Ancient Greek
Homily 2
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Vidi dominum (homiliae 1-6) 2.1.1
Not analysed yet
Χαίρω μὲν συντρέχοντας ὑμᾶς ὁρῶν πρὸς τὴν ἀκρόασιν τῶν θείων λογίων, [καὶ τεκμήριον μέγιστον τοῦτο ποιοῦμαι τῆς κατὰ Θεὸν ὑμῶν προκοπῆς]. Ὥσπερ γὰρ τὸ πεινῆν σωματικῆς ἐστιν εὐεξίας σημεῖον, οὕτω τὸ λόγων ἐρᾶν ψυχικῆς ὑγιείας σημεῖόν ἐστιν. Χαίρω μὲν οὖν διὰ τοῦτο· δέδοικα δὲ μήποτε τῆς ἐπιθυμίας ταύτης οὐδὲν ἄξιον δυνηθῶ παρασχεῖν. Οὕτω που καὶ μήτηρ ὀδυνᾶται φιλόστοργος, ὅταν ὑπομάζιον ἔχουσα παῖδα τὰς τοῦ γάλακτος πηγὰς μὴ δύνηται ἀφθόνως παρασχεῖν αὐτῷ· ἀλλ' ὅμως καὶ ἐνδεῶς ἔχουσα τὸν μαστὸν ἐπιδίδωσιν, ὁ δὲ λαβὼν ἕλκει καὶ κατατείνει, καὶ τῷ στόματι κατεψυγμένην θερμαίνων τὴν θήλην, πλείω τῆς οὔσης ἐκκαλεῖται τὴν τροφήν· ἡ δὲ μήτηρ ἀλγεῖ μὲν κατατεινομένων αὐτῆς τῶν μαζῶν, οὐκ ἀπωθεῖται δὲ τὸ παιδίον· μήτηρ γάρ ἐστιν, καὶ πάντα ἂν ἥδοιτο παθοῦσα μᾶλλον ἢ λυπῆσαι τὸ τεχθέν. Εἰ οὖν μητέρες περὶ τὰ ἔγγονα οὕτως εἰσὶ φιλόστοργοι, πολλῷ μᾶλλον ἡμᾶς περὶ τὴν ὑμετέραν ἀγάπην οὕτω διακεῖσθαι χρή. Τῶν γὰρ τῆς φύσεως θερμότεραι αἱ τοῦ Πνεύματος ὠδῖνές εἰσιν. Ὥστε εἰ καὶ πολλῆς ἡμῖν πενίας ἡ τράπεζα γέμει, οὐδὲ οὕτως αὐτὴν ἀποκρύψομεν, ἀλλὰ πάντα εἰς μέσον τὰ παρ' ἡμῶν φέροντες καταθήσομεν ὑμῖν. Εἰ δὲ μικρὰ ταῦτα καὶ εὐτελῆ, ἀλλ' ὅμως παρέχομεν. Ἐπεὶ κἀκεῖνος ὁ τὸ τάλαντον ἐμπιστευθείς, οὐχ ὅτι μὴ πέντε προσήνεγκε τάλαντα, διὰ τοῦτο ἐνεκαλεῖτο, ἀλλ' ὅτι καὶ τὸ ἓν κατέχωσεν, ὅπερ ἔλαβεν, διὰ τοῦτο δίκην ἔδωκεν. Τὸ γὰρ ζητούμενον παρὰ Θεῷ καὶ ἀνθρώποις, οὐκ ὀλίγα ἢ πολλὰ καταθεῖναι, ἀλλὰ μηδαμοῦ τῆς ὑπαρχούσης δυνάμεως ἐλάττω τὴν εἰσφορὰν ἐνεγκεῖν. Ἠκούσατε πρώην, ὅτε πρὸς τὴν ὑμετέραν ἀγάπην διαλεχθῆναι κατηξιώθημεν, τὸν ψαλμὸν ἐκεῖνον ἀναγινωσκόντων, ὃς τὸν ἁμαρτωλὸν τῶν ἱερῶν περιβόλων ἐκβαλών, ἀγγέλοις καὶ ταῖς ἄνω δυνάμεσιν εὐφημεῖν παρεκελεύετο τὸν τῶν ὅλων Θεόν. Βούλεσθε οὖν καὶ σήμερον αὐτοῦ τοῦ μυστικοῦ μέλους ἀκούσωμεν, ἐγγύς που παραστάντες ἐκεῖ; Ἐμοί γε δοκεῖ. Εἰ γὰρ ἄνθρωποι μιαροὶ χοροὺς ἱστάντες ἐπὶ τῆς ἀγορᾶς, ἐν σκότει βαθεῖ καὶ ἀωρίᾳ τῶν νυκτῶν πορνικὰ ᾄσματα καὶ κατακεκλασμένα ᾄδοντες μέλη, πᾶσαν ἀναπτεροῦσι τὴν πόλιν ἡμῶν, καὶ πρὸς ἑαυτοὺς ἐπιστρέφουσιν· ἡμεῖς τῶν ἐπουρανίων δήμων, τῶν ἄνω χορῶν τὸν βασιλέα τοῦδε τοῦ παντὸς ἀνυμνούντων οὐ συνδραμούμεθα, οὐκ ἀκουσόμεθα τῆς θείας ἐκείνης καὶ μακαρίας φωνῆς; Καὶ τίς ἂν ἡμῖν γένοιτο συγγνώμη; Καὶ πῶς ἔστιν ἀκοῦσαι; φησίν. Εἰς αὐτὸν ἀνελθόντας τὸν οὐρανὸν, εἰ δυνατόν, εἰ καὶ μὴ τῷ σώματι, ἀλλὰ τῷ φρονήματι· εἰ καὶ μὴ τῇ παρουσίᾳ, ἀλλὰ τῇ διανοίᾳ. Τὸ μὲν γὰρ σῶμα, γεῶδες ὂν καὶ βαρύ, κάτω πέφυκε μένειν· ἡ δὲ ψυχὴ τῆς ἀνάγκης ταύτης ἀπήλλακται, καὶ τοῖς ὑψηλοτάτοις καὶ τοῖς πορρωτάτοις χωρίοις θρασέως ἐφίπταται. Κἂν εἰς αὐτὰς θελήσῃ τῆς οἰκουμένης τὰς ἐσχατιὰς ἐλθεῖν καὶ εἰς τὸν οὐρανὸν ἀναβῆναι, τὸ κωλῦον οὐδέν· οὕτως αὐτῇ κοῦφα τὰ πτερὰ τοῦ λογισμοῦ δέδωκεν ὁ Θεός. Οὐ πτερὰ δὲ κοῦφα δέδωκε μόνον, ἀλλὰ καὶ ὀφθαλμοὺς ἐχαρίσατο πολλῷ τοῦ σώματος ὀξύτερον βλέποντας. Ἡ μὲν γὰρ τοῦ σώματος ὄψις, ἂν μὲν διὰ κενοῦ φέρηται τοῦ ἀέρος, μέχρι πολλοῦ τοῦ διαστήματος πρόεισιν· ἂν δὲ μικρῷ προσπταίσῃ σώματι, καθάπερ ῥεῦμα φερόμενον ἀναχαιτισθέν, εἰς τοὐπίσω πάλιν ἀποστρέφεται· οἱ δὲ τῆς ψυχῆς ὀφθαλμοί, κἂν τοίχους, κἂν τείχη, κἂν ὁρῶν μεγέθη, κἂν αὐτὰ τῶν οὐρανῶν εὕρωσιν αὐτοῖς ἀπαντῶντα τὰ καμαρώματα, πάντα παραδραμοῦνται ῥᾳδίως. Ἀλλ' ὅμως οὕτω καὶ ταχυτῆτος καὶ ὀξυωπίας ἔχουσα ἡ ψυχή, οὐκ ἔστιν αὐτάρκης πρὸς τὴν τῶν οὐρανίων κατανόησιν αὐτὴ καθ' ἑαυτήν, ἀλλὰ τοῦ χειραγωγήσοντος αὐτὴν δεῖται. Ποιήσωμεν οὖν ὅπερ οἱ τὰς βασιλικὰς αὐλὰς ἐπιθυμοῦντες ἰδεῖν ποιοῦσιν. Τί δαὶ ἐκεῖνοι ποιοῦσιν; Ζητήσαντες τὸν τὰ κλεῖθρα τῶν θυρῶν ἐγκεχειρισμένον, ἐκείνῳ προσέρχονται καὶ διαλέγονται καὶ ἱκετεύουσιν, πολλάκις δὲ καὶ ἀργύριον καταβάλλουσιν, ὥστε δοῦναι αὐτοῖς τὴν χάριν. Προσέλθωμεν οὖν καὶ ἡμεῖς ἑνί τινι τῶν τὰς πύλας ἐπιτετραμμένων τὰς οὐρανίους, καὶ διαλεχθῶμεν, ἱκετεύσωμεν, ἀντ' ἀργυρίου προαίρεσιν ἐπιδειξώμεθα καὶ διάθεσιν εἰλικρινῆ. Κἂν τοῦτον ἐκεῖνος λάβῃ τὸν μισθόν, τῆς χειρὸς ἡμᾶς λαβόμενος, πανταχοῦ περιηγήσεται, οὐκ αὐτὰ δεικνὺς τὰ βασίλεια, ἀλλ' αὐτὸν καθήμενον τὸν βασιλέα, τῶν στρατευμάτων παρόντων, καὶ τῶν ἀρχιστρατήγων παρεστώτων, τῶν μυριάδων τῶν ἀγγελικῶν, τῶν χιλιάδων τῶν ἀρχαγγελικῶν· πάντα ἡμῖν ἐπιδείξει μετ' ἀκριβείας, ὡς ἡμῖν ἰδεῖν δυνατόν. Τίς οὖν ἐστιν οὗτος; τίς ὁ τὸ μέρος τοῦτο ἐμπεπιστευμένος, καθ' ὃ βουλόμεθα νῦν εἰσελθεῖν; Ἡσαΐας, ὁ τῶν προφητῶν μεγαλοφωνότατος. Οὐκοῦν ἀνάγκη τούτῳ διαλεχθῆναι. Ἀλλ' ἕπεσθε κατεσταλμένῳ ῥυθμῷ βαδίζοντες μετὰ ἡσυχίας πολλῆς. Μηδεὶς φροντίδας ἔχων βιωτικὰς εἰσίτω, μηδεὶς μετέωρος, μήτε ἐπτοημένος, ἀλλὰ ταῦτα πάντα ἔξω πρὸ τῶν θυρῶν ἀποθέμενοι, πάντες οὕτως εἰσίωμεν. [Εἰς βασίλεια γὰρ εἰσερχόμεθα τῶν οὐρανῶν, ἀστραπτόντων ἐπιβαίνομεν χωρίων.] Πολλῆς τὰ ἔνδον γέμει σιγῆς καὶ μυστηρίων ἀπορρήτων.