# In illud: Vidi dominum (homiliae 1-6) 2.2.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Vidi dominum (homiliae 1-6), Homily 2. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-illud-vidi-dominum-homiliae-1-6/2.2.1

Ἀλλὰ προσέχετε μετὰ ἀκριβείας· ἡ γὰρ τῶν Γραφῶν ἀνάγνωσις τῶν οὐρανῶν ἐστιν ἄνοιξις. «Καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς, εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου.» Εἶδες εὐγνώμονος οἰκέτου φιλοφροσύνην; Εὐθέως ἡμᾶς παρὰ τὸν θρόνον εἰσήγαγε τὸν βασιλικόν, οὐ μακρὰς πρότερον περιαγαγὼν εἰσόδους, ἀλλ' ὁμοῦ τε τὰς πύλας ἀνέῳξεν, καὶ καταντικρὺ τὸν βασιλέα καθήμενον ἔδειξεν. «Καὶ τὰ Σεραφὶμ, φησίν, εἱστήκεισαν κύκλῳ αὐτοῦ· ἓξ πτέρυγες τῷ ἑνὶ καὶ ἓξ πτέρυγες τῷ ἑνί· καὶ ταῖς μὲν δυσὶ κατεκάλυπτον τὰ πρόσωπα καὶ ταῖς δυσὶ τοὺς πόδας καὶ ταῖς δυσὶν ἐπέταντο, καὶ ἐκέκραγον ἕτερος πρὸς τὸν ἕτερον καὶ ἔλεγον· Ἅγιος, ἅγιος, ἅγιος, Κύριος Σαβαώθ.» Ὄντως ἅγιος, ὅτι τοσούτων καὶ τηλικούτων μυστηρίων κατηξίωσε τὴν ἡμετέραν φύσιν, ὅτι τοιούτων ἡμᾶς ἐποίησεν ἀπορρήτων κοινωνούς. Φρίκη με καὶ τρόμος μεταξὺ ἔλαβε τῆς ᾠδῆς ταύτης. Καὶ τί θαυμαστόν, εἰ ἐμὲ τὸν πήλινον καὶ τὸν ἀπὸ γῆς, ὅπου γε καὶ αὐτὰς τὰς ἄνω δυνάμεις διαπαντὸς μεγίστη ἔκπληξις κατέχει; Διὰ τοῦτο γοῦν ἀποστρέφουσι τὰς ὄψεις καὶ τὰς πτέρυγας ἀντὶ τείχους προβάλλονται, τὰς ἐκεῖθεν ἀκτῖνας μὴ φέρουσαι. Καίτοι, φησί, συγκατάβασις ἦν τὸ φαινόμενον. Πῶς οὖν οὐκ ἤνεγκαν; Ἐμοὶ ταῦτα λέγεις; Εἰπὲ τοῖς τὴν ἀπόρρητον καὶ μακαρίαν πολυπραγμονοῦσι φύσιν, τοῖς τὰ ἀτόλμητα τολμῶσιν. Τὰ Σεραφὶμ οὐδὲ συγκατάβασιν ἠδυνήθησαν ἰδεῖν, ἄνθρωπος δὲ ἂν τολμῴη εἰπεῖν, μᾶλλον δὲ ἄνθρωπος εἰς νοῦν λαβέσθαι δύναιτο ἂν ὅτι τὴν φύσιν τὴν ἀκραιφνῆ δύναται μετ' ἀκριβείας ἰδεῖν καὶ σαφῶς; Φρίξον, οὐρανέ, ἔκστηθι, γῆ· μείζονα ταῦτα ἐκείνων τὰ τολμήματα. Ἃ μὲν γὰρ τότε ἠσέβουν ἐκεῖνοι, καὶ νῦν ἀσεβοῦσιν οὗτοι. Τὴν γὰρ κτίσιν προσκυνοῦσιν ὁμοίως· ὃ δὲ ἐπενόησαν οὗτοι νῦν, οὐδεὶς τῶν τότε ἀνθρώπων οὔτε εἰπεῖν, οὔτε ἀκοῦσαι ἐτόλμησεν. Τί λέγεις; Συγκατάβασις ἦν τὸ φαινόμενον; Ναί, ἀλλὰ Θεοῦ συγκατάβασις. Εἰ γὰρ ὁ πολλὴν παρρησίαν ἔχων πρὸς τὸν Θεὸν Δανιὴλ ἄγγελον συγκαταβάντα αὐτῷ ἰδεῖν οὐχ ὑπέμεινεν, ἀλλ' ἔπεσε καὶ πρηνὴς ἔκειτο, τῶν συνδέσμων τοῦ σώματος αὐτοῦ λυθέντων, τί θαυμαστόν, εἰ τὰ Σεραφὶμ ἐξεπλάγη, οὐκ ἐνεγκόντα τὴν δόξαν ἐκείνην ἰδεῖν; Οὐ γὰρ τοσοῦτον τοῦ Δανιὴλ πρὸς τὸν ἄγγελον τὸ μέσον, ὅσον τοῦ Θεοῦ πρὸς τὰς δυνάμεις ἐκείνας. Ἀλλ' ἵνα μὴ καὶ ἡμεῖς ἐπὶ πλεῖον τοῖς θαύμασι τούτοις ἐνδιατρίβοντες, εἰς θάμβος ἀγάγωμεν ὑμῶν τὰς ψυχάς, φέρε ἐπὶ τὴν ἀρχὴν τῆς ἱστορίας ἐπιστρέψωμεν, ἀφελεστέροις ὑμᾶς ψυχαγωγοῦντες διηγήμασιν. «Καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς.» Ἄξιον πρῶτον ἐπιζητῆσαι, τίνος ἕνεκεν τοὺς χρόνους ἡμῖν ὁ προφήτης ἐπισημαίνεται· οὐ γὰρ ἁπλῶς οὐδὲ εἰκῇ τοῦτο ποιεῖ. Τὰ γὰρ τῶν προφητῶν στόματα τοῦ Θεοῦ ἐστι στόμα· τὸ δὲ τοιοῦτον στόμα οὐδὲν ἂν εἴποι παρέργως. Μὴ τοίνυν μηδὲ ἡμεῖς παρέργως ἀκούσωμεν. Εἰ γὰρ οἱ τὰ μέταλλα ἀνορύττοντες οὐδὲ τὰ μικρὰ ψήγματα παρατρέχουσιν, ἀλλ' ὅταν χρυσίτιδος ἐπιλάβωνται φλεβός, τὰς ἶνας ἀκριβῶς περισκοποῦσιν· πόσῳ μᾶλλον ἐπὶ τῶν Γραφῶν τοῦτο ποιεῖν ἡμᾶς χρή; Καίτοι γε ἐπὶ τῶν μετάλλων σφόδρα δυσθήρατος ἡ τῶν ζητουμένων ἐστὶν εὕρεσις. Ἐπειδὴ γὰρ καὶ τὰ μέταλλα γῆ καὶ τὸ χρυσίον οὐδὲν ἕτερόν ἐστιν ἢ γῆ καὶ ἡ κοινωνία τῆς φύσεως τῶν ζητουμένων κλέπτει τὰς ὄψεις, ἀλλ' ὅμως οὐδὲ οὕτως ἀφίστανται ἐκεῖνοι, ἀλλὰ πᾶσαν ἀκρίβειαν ἐπιδείκνυνται· καίτοι γε ὁρῶντες ἴσασιν, τί μὲν ὄντως γῆ, τί δὲ ὄντως χρυσίον. Ἐπὶ δὲ τῆς Γραφῆς οὐκ ἔστιν οὕτως. Οὐ γὰρ μετὰ τῆς γῆς ἀναμεμιγμένον πρόκειται τὸ χρυσίον, ἀλλὰ καθαρὸν χρυσίον ἐστίν, «ἀργύριον πεπυρωμένον, δοκίμιον τῇ γῇ». Οὐ γάρ ἐστι μέταλλα κατεργασίας δεόμενα αἱ Γραφαί, ἀλλὰ θησαυρὸν ἕτοιμον παρέχουσι τοῖς ζητοῦσι τὸν πλοῦτον τὸν ἐξ αὐτῶν. Ἀρκεῖ γὰρ παρακῦψαι μόνον καὶ πάσης ἐμπλησθέντας ὠφελείας ἀπελθεῖν· ἀρκεῖ μόνον ἀνοῖξαι καὶ τῶν λίθων εὐθέως θεωρῆσαι τὰς μαρμαρυγάς. Ταῦτα δέ μοι οὐχ ἁπλῶς εἴρηται, οὐδὲ εἰκῇ ἐξέτεινα τὸν λόγον, ἀλλ' ἐπειδή τινές εἰσιν ἄνθρωποι βάναυσοι, οἵ, ἐπειδὰν τὰς θείας μετὰ χεῖρας λάβωσι βίβλους, εἶτα ἀριθμὸν χρόνων ἢ κατάλογον εὕρωσι κείμενον ὀνομάτων, εὐθέως παρατρέχουσιν καὶ πρὸς τοὺς ἐγκαλοῦντας λέγουσιν· ὀνόματα μόνον ἐστὶ καὶ οὐδὲν χρήσιμον ἔχει. Τί λέγεις; Ὁ Θεὸς φθέγγεται καὶ σὺ τολμᾷς εἰπεῖν ὅτι οὐδὲν χρήσιμον τῶν εἰρημένων ἐστίν; Εἰ γὰρ ἐπιγραφὴν μόνον ἴδοις ψιλήν, οὐ στήσῃ μετὰ σπουδῆς, εἰπέ μοι, καὶ τὸν κείμενον ἀνερευνήσεις πλοῦτον; Καὶ τί λέγω χρόνους καὶ ὀνόματα καὶ ἐπιγραφάς; Μάθε ὅσον ἰσχύει καὶ στοιχείου προσθήκη ἑνὸς μόνου, καὶ παῦσαι ὁλοκλήρων καταφρονῶν ὀνομάτων. Ὁ πατριάρχης ἡμῶν Ἀβραάμ— ἡμῖν γὰρ μᾶλλον ἢ τοῖς Ἰουδαίοις προσῆκεν οὗτος— Ἀβρὰμ τὸ πρῶτον ἐκαλεῖτο, ὅπερ ἑρμηνευόμενόν ἐστι περάτης· μετὰ δὲ ταῦτα, Ἀβραὰμ μετονομασθεὶς πατὴρ ἐγένετο πάντων τῶν ἐθνῶν, καὶ ἑνὸς προσθήκη στοιχείου τοσαύτην τῷ δικαίῳ τὴν ἀρχὴν ἐνεχείρισεν. Καθάπερ γὰρ οἱ βασιλεῖς τοῖς ἑαυτῶν ὑπάρχοις χρυσᾶς ὀρέγουσι δέλτους, σύμβολον τῆς ἀρχῆς· οὕτω καὶ Θεὸς τότε τῷ δικαίῳ ἐκείνῳ σύμβολον τῆς τιμῆς δέδωκε τὸ στοιχεῖον.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Vidi dominum (homiliae 1-6). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg498.local001/.
