Ancient Greek
Homily 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Vidi dominum (homiliae 1-6) 3.2.1
Not analysed yet
Τί ποιεῖς, ἄνθρωπε; ἑτέρῳ μέλλεις εὐθύνας διδόναι τῶν πεπραγμένων καὶ ἕτερον μάρτυρα καλεῖς τῶν γινομένων; ἕτερον ἔχεις δικαστὴν καὶ ἕτερον καθίζεις θεατήν; Οὐχ ὁρᾷς τοὺς ἡνιόχους, οἳ τῆς πόλεως ἁπάσης ἄνω καθημένης ἐν ταῖς τῶν ἵππων ἁμίλλαις, ἅπαν τοῦ σταδίου παρατρέχοντες τὸ μέρος, ἐκεῖ φιλονεικοῦσι τὰ τῶν ἀντιτέχνων ἅρματα καταστρέφειν, ἔνθα ἂν ἴδωσιν τὸν βασιλέα καθήμενον, καὶ τοσούτων ὄψεων ἕνα νομίζουσιν ἀξιοπιστότερον ὀφθαλμόν; Σὺ δὲ τὸν τῶν ἀγγέλων αὐτὸν βασιλέα τοῖς σοῖς δρόμοις ἀγωνοθετοῦντα ὁρῶν, ἐκεῖνον ἀφεὶς ἐπὶ τὰς τῶν ὁμοδούλων καταφεύγεις ὄψεις; Διά τοι τοῦτο μετὰ τὰς μυρίας πάλας ἀστεφάνωτος ἀναχωρεῖς, μετὰ τοὺς πολλοὺς ἱδρῶτας χωρὶς βραβείων ἀπέρχῃ πρὸς τὸν ἀγωνοθέτην. Ἀλλ' οὐκ Ὀζίας τοιοῦτος ἦν, ἀλλ' ἐνώπιον Κυρίου τὸ εὐθὲς ἐποίει. Πῶς οὖν οὕτω μετὰ ἀκριβείας πολιτευόμενος ὑπεσκελίσθη καὶ κατέπεσεν; Τοῦτο γὰρ κἀγὼ θαυμάζω καὶ διαπορῶ, μᾶλλον δὲ οὐκ ἂν εἴη τοῦτο διαπορήσεως ἄξιον· ἄνθρωπος γὰρ ἦν, πρᾶγμα πρὸς ἁμαρτίαν εὐόλισθον καὶ πρὸς κακίαν ὀξύρροπον. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ χαλεπόν, ἀλλ' ὅτι καὶ ὁδὸν στενὴν καὶ τεθλιμμένην ἐπετάγημεν ὁδεύειν, ὑπὸ κρημνῶν ἑκατέρωθεν ἀπειλημμένην. Ὅταν οὖν καὶ προαιρέσεως εὐκολία καὶ ὁδοῦ δυσκολία συνέλθωσιν εἰς ταὐτόν, μὴ θαύμαζε λοιπὸν ὑπὲρ τῶν παραπτωμάτων; Καθάπερ γὰρ ἐν τοῖς θεάτροις οἱ τὴν σχοῖνον τὴν κάτωθεν ἄνω τεταμένην ἀναβαίνειν καὶ καταβαίνειν μελετῶντες, ἂν μικρὸν παραβλέψωσιν, περιτραπέντες κατενεχθήσονται εἰς τὴν ὀρχήστραν καὶ ἀπολοῦνται· οὕτω καὶ οἱ τὴν ὁδὸν ταύτην ὁδεύοντες, ἂν μικρὸν ῥᾳθυμήσωσιν, κατακρημνίζονται. Καὶ γὰρ κἀκείνης τῆς σχοίνου ἡ ὁδὸς αὕτη καὶ στενωτέρα καὶ ὄρθιος καὶ προσάντης μᾶλλόν ἐστι καὶ ὑψηλοτέρα πολλῷ· πρὸς γὰρ αὐτὸν ἄνω τελευτᾷ τὸν οὐρανὸν καὶ τότε ἡμῖν σφαλερώτερα ἔσται τὰ διαβήματα, ὅταν ἄνω καὶ πρὸς αὐτῇ γενώμεθα τῇ κορυφῇ· τοῖς γὰρ ἐφ' ὕψους ἑστῶσι πολὺς ὁ τρόμος καὶ μία μόνον ἀσφάλεια λείπεται, τὸ μὴ κατακῦψαι κάτω, μηδὲ εἰς γῆν ἰδεῖν. Καὶ γὰρ χαλεπὸς ἐντεῦθεν ὁ σκοτόδινος γίνεται. Διά τοι τοῦτο συνεχῶς ἡμῖν ὁ προφήτης ἐπιβοᾷ λέγων· «Εἰς τὸ τέλος μὴ διαφθείρῃς», ῥᾳθυμοῦσαν ἡμῶν τὴν ψυχὴν ἀναστέλλων καὶ μέλλουσαν καταπίπτειν ἀνέχων καὶ διακρατῶν. Ἐν ἀρχῇ μὲν γὰρ οὐ πολλῆς δεόμεθα τῆς παρακλήσεως. Τί δήποτε; Ὅτι πᾶς ἄνθρωπος, κἂν ἁπάντων νωθέστατος ᾖ, μέλλων ἅπτεσθαι πράγματος, πολλὴν ἐν τοῖς προοιμίοις ἐπιδείκνυται τὴν σπουδὴν καὶ τῆς προθυμίας ἀκμαζούσης καὶ τῆς δυνάμεως νεαρᾶς οὔσης ἔτι [ῥᾳδίως πρὸς τὸ προκείμενον ἐπιβαίνει]· ὅταν δὲ τὸ πλέον τῆς ὁδοῦ προέλθωμεν καὶ μαρανθῇ τὰ τῆς προθυμίας ἡμῖν, τὰ δὲ τῆς δυνάμεως ἡμῶν λήξῃ, μέλλωμεν δὲ καταπίπτειν, τότε ἡμῖν ὁ προφήτης εὐκαίρως παρίσταται, καθάπερ βακτηρίαν τινὰ τὸ ἐπίφθεγμα τοῦτο ὀρέγων καὶ λέγων· «Εἰς τὸ τέλος μὴ διαφθείρῃς.» Καὶ γὰρ καὶ ὁ διάβολος τότε σφοδρότερον πνεῖ. Καὶ καθάπερ οἱ τὴν θάλατταν πλέοντες πειραταί, οὐχ ὅταν ἴδωσιν ἐξιόντα τοῦ λιμένος τὰ πλοῖα, τότε ἐπιτίθενται —τί γὰρ αὐτοῖς ὄφελος κενὸν καταδῦσαι τὸ σκάφος; —ἀλλ' ὅταν ἐπανίῃ πλήρη τὸν φόρτον ἔχοντα, τότε πᾶσαν κινοῦσι μηχανήν, οὕτω καὶ ὁ πονηρὸς δαίμων ἐκεῖνος, ὅταν ἴδῃ πολλὰ συνειλεχότας, νηστείαν, εὐχὰς ἐλεημοσύνην, σωφροσύνην, τὴν ἄλλην ἅπασαν ἀρετήν, ὅταν ἴδῃ γέμον ἡμῶν τὸ πλοῖον τῶν πολυτελῶν τῆς εὐσεβείας λίθων, τότε προσβάλλει, πάντοθεν διορύττων τὸν θησαυρόν, ὥστε παρ' αὐτὰ τοῦ λιμένος τὰ στόματα καταδῦσαι τὸ σκάφος καὶ γυμνοὺς παραπέμψαι πρὸς ἐκεῖνον τὸν λιμένα λοιπόν. Διὰ τοῦτο ὁ προφήτης προστάττει πᾶσι λέγων· «Εἰς τὸ τέλος μὴ διαφθείρῃς.» Καὶ γὰρ μετὰ τὴν τοιαύτην πτῶσιν δυσανάκλητος πάλιν ἡ ἀνάστασις. «Ὁ γὰρ ἐλθὼν εἰς βάθος κακῶν καταφρονεῖ.» Καὶ τοῖς μὲν ἐν ἀρχῇ πεσοῦσι συγγινώσκομεν ἅπαντες διὰ τὴν ἀπειρίαν· τὸν δὲ μετὰ πολλοὺς τοὺς διαύλους ὑποσκελισθέντα οὐκ ἄν τις ῥᾳδίως ἀξιώσειε συγγνώμης ἢ ἀπολογίας· ῥᾳθυμίας γὰρ τότε τὸ πτῶμα εἶναι δοκεῖ. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ δεινόν, ἀλλ' ὅτι καὶ πολλοὶ οἱ σκανδαλιζόμενοι τοῖς τοῦ τοιούτου πτώμασίν εἰσιν, ὥστε καὶ ταύτῃ πάλιν ἀσύγγνωστον τὸ ἁμάρτημα γίνεται. Ταῦτ' οὖν εἰδότες, ἀκούωμεν τοῦ προφήτου καὶ εἰς τὸ τέλος μὴ διαφθείρωμεν. Διὰ γὰρ τοῦτο καὶ ὁ Ἰεζεκιὴλ βοᾷ λέγων· «Ἐὰν γένηταί τις δίκαιος, εἶτα μεταπεσὼν ἁμάρτῃ, οὐ μὴ μνησθῶσιν αὐτῷ αἱ δικαιοσύναι αὐτοῦ, ἀλλ' ἐν τῇ ἁμαρτίᾳ αὐτοῦ ἀποθανεῖται.» Καὶ γὰρ καὶ οὗτος δέδοικεν ὑπὲρ τοῦ τέλους. Καὶ οὐκ ἐντεῦθεν μόνον, ἀλλὰ καὶ διὰ τῶν ἐναντίων δείκνυσι πολλὴν τοῦ πράγματος τὴν ἰσχὺν οὖσαν. «Ἂν γὰρ γένηταί τις ἁμαρτωλός, φησίν, εἶτα μεταβαλόμενος γένηται δίκαιος, οὐ μὴ μνησθῶσιν αἱ ἁμαρτίαι αὐτοῦ· ἐν τῇ δικαιοσύνῃ αὐτοῦ ζήσεται.» Ὁρᾷς καὶ ἐνταῦθα πολλὴν τοῦ τέλους αὐτὸν ποιούμενον πρόνοιαν. Ἵνα γὰρ μήτε ὁ δίκαιος τῇ δικαιοσύνῃ αὐτοῦ θαρρῶν, εἰς ῥᾳθυμίαν ἀποκλίνας ἀπόληται, φοβεῖ διὰ τοῦ τέλους αὐτόν· μήτε ὁ ἁμαρτωλὸς ἀπογνοὺς ἐπὶ τοῖς παραπτώμασι μένῃ διαπαντὸς ἐν τῷ πτώματι, ἀνίστησι διὰ τοῦ τέλους αὐτόν. Ἥμαρτες πολλά, φησίν, ἀλλὰ μὴ ἀπελπίσῃς· ἔστι γὰρ ἐπάνοδος, ἐὰν ἐναντίον τῆς ἀρχῆς δείξῃς τὸ τέλος. Πάλιν πρὸς τὸν δίκαιον· Κατώρθωσας πολλά, φησίν, ἀλλὰ μὴ θαρσήσῃς· συμβαίνει γὰρ καὶ πεσεῖν, ἂν μὴ διὰ τέλους τὴν ἴσην ἔχῃς σπουδήν. Εἶδες πῶς τοῦ μὲν τὴν ῥᾳθυμίαν, τοῦ δὲ τὴν ἀπόγνωσιν ἀνεῖλεν;