# In illud: Vidi dominum (homiliae 1-6) 3.3.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Vidi dominum (homiliae 1-6), Homily 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-illud-vidi-dominum-homiliae-1-6/3.3.1

Ἀλλ' οὐδενὸς τούτων ἤκουσεν Ὀζίας· διὸ καὶ θαρσήσας κατέπεσε πτῶμα χαλεπὸν καὶ ἀνίατον. Οὐδὲ γὰρ ἅπαν πτῶμα ἴσον ἡμῖν ἐργάζεται τὸ τραῦμα, ἀλλὰ τῶν ἁμαρτημάτων τὰ μὲν ὑπὸ κατάγνωσιν κεῖται μόνον, τὰ δὲ χαλεπωτάτην δέχεται τιμωρίαν. Τοῖς γοῦν οὐκ ἀναμένουσι τοὺς ἀδελφοὺς ἐν τοῖς κοινοῖς δείπνοις ὁ Παῦλος ἐπιτιμῶν, οὕτως ἔλεγεν· «Τοῦτο δὲ παραγγέλλων οὐκ ἐπαινῶ.» Ὁρᾷς μέχρι καταγνώσεως ἱστάμενον τὸ ἁμάρτημα καὶ ψόγον ἔχον τὸ ἐπιτίμιον. Ἀλλ' οὐχ, ὅταν περὶ πορνείας διαλέγηται, οὕτω ποιεῖ. Ἀλλὰ πῶς; «Εἴ τις τὸν ναὸν τοῦ Θεοῦ φθείρει, φθερεῖ τοῦτον ὁ Θεός.» Ἐνταῦθα γὰρ οὐκ ἔστι ψόγος, οὐδὲ κατάγνωσις, ἀλλ' ἡ χαλεπωτάτη τιμωρία. Οἶδε καὶ ὁ Σολομῶν ἁμαρτημάτων διαφοράς· τὴν γοῦν κλοπὴν τῇ μοιχείᾳ συγκρίνων, οὑτωσί πώς φησιν· «Οὐ θαυμαστόν, ἐὰν ἁλῷ τις κλέπτων· κλέπτει γάρ, ἵνα ἐμπλήσῃ τὴν ψυχὴν αὐτοῦ πεινῶσαν· ὁ δὲ μοιχὸς δι' ἔνδειαν φρενῶν ἀπώλειαν τῇ ἑαυτοῦ ψυχῇ περιποιεῖται.» Ἁμάρτημα καὶ τοῦτο κἀκεῖνο, φησίν, ἀλλὰ τὸ μὲν ἔλαττον, τὸ δὲ μεῖζον· ὁ μὲν γὰρ ἔχει τὴν ἀπὸ τῆς πενίας πρόφασιν, οὗτος δὲ πάσης ἀπολογίας ἐστέρηται. Ἀλλὰ καὶ οὗτος ἔχει, φησί, τὴν ἀπὸ τῆς φυσικῆς ἐπιθυμίας ἀνάγκην. Ἀλλ' οὐκ ἀφίησιν ἡ κληρωθεῖσα αὐτοῦ γυνή, ἀλλ' ἐφέστηκεν ἀποστεροῦσα τῆς συγγνώμης αὐτόν. Διὰ γὰρ τοῦτο γάμος καὶ ἀπόλαυσις ἔνθεσμος, ἵνα μηδὲν ἔχῃ τούτων λέγειν ὁ ἀνήρ. Διὰ τοῦτο αὐτῷ βοηθὸς ἐδόθη ἡ γυνὴ, ἵνα μαινομένην καταστέλλῃ τὴν φύσιν, ἵνα στορέσῃ τῆς ἐπιθυμίας τὰ κύματα. Ὥσπερ οὖν κυβερνήτης ἐν λιμένι ναυάγιον ἐργαζόμενος οὐκ ἂν τύχοι συγγνώμης τινός, οὕτω καὶ ὁ ἄνθρωπος μετὰ τὴν ἀσφάλειαν τὴν ἀπὸ τοῦ γάμου τοὺς ἑτέρου διορύττων γάμους, ἢ γυναῖκα ἡντιναοῦν περιέργως ὁρῶν, οὐκ ἂν τύχοι τινὸς ἀπολογίας, οὐ παρὰ ἀνθρώποις, οὐ παρὰ Θεῷ, κἂν μυριάκις λέγῃ τὴν τῆς φύσεως ἡδονήν. Μᾶλλον δὲ ποία γένοιτ' ἂν ἡδονή, ὅπου φόβος καὶ ἀγωνία καὶ κίνδυνος καὶ προσδοκία τοσούτων δεινῶν, ὅπου δικαστήρια καὶ εὐθῦναι καὶ δικαστοῦ θυμὸς καὶ ξίφος καὶ δήμιος καὶ βάραθρον καὶ ἀγχόνη; Πάντα τρέμει καὶ δέδοικεν ὁ τοιοῦτος, τὰς σκιάς, τοὺς τοίχους, τοὺς λίθους αὐτούς, καθάπερ φωνὴν ἀφιέντας· πάντας ὑφορᾶται καὶ ὑποπτεύει, τοὺς οἰκέτας, τοὺς γείτονας, τοὺς φίλους, τοὺς ἐχθρούς, τοὺς πάντα εἰδότας, τοὺς οὐδὲν εἰδότας. Μᾶλλον δέ, εἰ βούλει, καὶ ταῦτα ἀναιρείσθω, καὶ μηδεὶς εἰδέτω τὰ τετολμημένα, ἀλλ' ἢ μόνος αὐτὸς μετὰ τῆς ὑβριζομένης γυναικός· πῶς οἴσει τὸν ἀπὸ τῆς συνειδήσεως ἔλεγχον, πικρὸν πανταχοῦ περιφέρων κατήγορον; Ὥσπερ γὰρ ἑαυτὸν οὐκ ἄν ποτέ τις φύγοι, οὕτω οὐδὲ τὴν ἀπὸ τοῦ κριτηρίου ψῆφον ἐκείνου. Τοῦτο τὸ δικαστήριον οὐ χρήμασιν διαφθείρεται, οὐ κολακείαις ἐνδίδωσιν· θεῖον γάρ ἐστιν καὶ παρὰ Θεοῦ ταῖς ἡμετέραις ἐνιδρυμένον ψυχαῖς. Ὄντως «ὁ μοιχὸς δι' ἔνδειαν φρενῶν ἀπώλειαν τῇ ἑαυτοῦ ψυχῇ περιποιεῖται». Οὐ μὴν οὐδὲ ὁ κλέπτων κολάσεως ἀπεστέρηται, ἀλλὰ δίδωσι μὲν δίκην, ἐλάττονα δέ. Αἱ γὰρ συγκρίσεις οὐκ εἰς τὴν ἐναντίαν ἐξωθοῦσιν τάξιν τὰ συγκρινόμενα, ἀλλ' ἀφιεῖσαι μένειν ἐπὶ τῆς οἰκείας χώρας αὐτά, ἐλάττωσιν εἰσάγουσι καὶ ὑπεροχήν. Τάχα οὐ συνήκατε τὸ λεχθέν· οὐκοῦν ἀνάγκη σαφέστερον εἰπεῖν. Καλὸν ὁ γάμος, ἀλλὰ κρείττων ἡ παρθενία· οὐκ ἐπειδὴ κρείττων ἡ παρθενία, διὰ τοῦτο κακὸν ὁ γάμος, ἀλλ' ἔλαττον μὲν ἐκείνου, καλὸν δὲ καὶ αὐτό. Οὕτω καὶ ἐνταῦθα· κακὸν ἡ κλοπή, ἀλλὰ χεῖρον ἡ μοιχεία· οὐκ ἐπειδὴ χεῖρον ἡ μοιχεία, διὰ τοῦτο οὐ κακὸν ἡ κλοπή, ἀλλ' ἔλαττον μὲν ἐκείνου, κακὸν δὲ καὶ αὐτό. Εἶδες ἁμαρτημάτων διαφοράς; Ἴδωμεν οὖν ποίαν οὗτος ἁμαρτίαν ἥμαρτεν. «Ὑψώθη, φησίν, ἡ καρδία αὐτοῦ.» Χαλεπὸν τὸ τραῦμα· ἀπόνοια γάρ ἐστιν, ἀπόνοια ἡ πηγὴ πάντων τῶν κακῶν. Καὶ ἵνα συντόμως μάθῃς τοῦ νοσήματος τὴν κακίαν, ἐκεῖνο ἄκουσον. Τὰ μὲν ἄλλα ἁμαρτήματα περὶ τὴν ἡμετέραν στρέφεται φύσιν, ἡ δὲ ὑπερηφανία δύναμιν ἀσώματον κατέσπασεν καὶ κατέβαλεν ἄνωθεν. Τὸν γὰρ διάβολον, οὐκ ὄντα πρότερον διάβολον, τοῦτο εἶναι διάβολον ἐποίησεν. Κἂν μὲν τὸν Ἡσαΐαν παραγάγωμεν μάρτυρα λέγοντα οὕτω περὶ αὐτοῦ· «Εἰς τὸν οὐρανὸν ἀναβήσομαι, καὶ ἔσομαι ὅμοιος τῷ Ὑψίστῳ», οἱ τὰς ἀλληγορίας οὐχ ἡδέως δεχόμενοι παραγράψονται τὴν μαρτυρίαν ἡμῶν· ἂν δὲ τὸν Παῦλον ἐπιστήσωμεν αὐτῷ κατήγορον, οὐδεὶς οὐκέτι λοιπὸν ἀντερεῖ. Τί οὖν ὁ Παῦλος Τιμοθέῳ γράφων; ὅτι τὸν ἄρτι τοῦ κηρύγματος ἁψάμενον οὐ δεῖ πρὸς τὸ μέγα τῆς ἐπισκοπῆς ἄγειν ἀξίωμα, οὑτωσί πώς φησιν· «Μὴ νεόφυτον, ἵνα μὴ τυφωθείς, εἰς κρῖμα ἐμπέσῃ [καὶ παγίδα] τοῦ διαβόλου»· ἵνα μὴ τὰ αὐτὰ ἁμαρτὼν ἐκείνῳ, φησί, τὰ αὐτὰ αὐτῷ κολάζηται.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Vidi dominum (homiliae 1-6). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg498.local001/.
