# In illud: Vidi dominum (homiliae 1-6) 3.4.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Vidi dominum (homiliae 1-6), Homily 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-illud-vidi-dominum-homiliae-1-6/3.4.1

Καὶ οὐκ ἐντεῦθεν δὲ μόνον τοῦτο δῆλόν ἐστιν, ἀλλὰ καὶ ἐξ ὧν τῷ πρώτῳ πάντων ἀνθρώπων γενομένῳ συνεβούλευσεν ὁ πονηρὸς δαίμων ἐκεῖνος. Ὥσπερ γὰρ τοῖς ἀγαθοῖς ἔθος ταῦτα τοῖς πλησίον παραινεῖν, δι' ὧν αὐτοὶ γεγόνασιν ἀγαθοί, οὕτω καὶ τοῖς πονηροῖς ἔθος τοιαῦτα εἰσηγεῖσθαι τοῖς πλησίον, δι' ὧν αὐτοὶ γεγόνασι φαῦλοι. Ἓν γὰρ καὶ τοῦτο τῆς πονηρίας αὐτῶν εἶδός ἐστιν καὶ παραμυθίαν ἡγοῦνται τῆς οἰκείας κολάσεως τὴν ἑτέρων ἀπώλειαν. Τί οὖν διάβολος συνεβούλευσε τῷ Ἀδάμ; Μείζονα τῆς οἰκείας φύσεως λαβεῖν ἔννοιαν καὶ ἰσοθεΐαν ἐλπίσαι. Εἰ γὰρ ἐμὲ τοῦ οὐρανοῦ τοῦτο, φησίν, ἐξέβαλεν, πολλῷ μᾶλλον τοῦτον τοῦ παραδείσου τὸ αὐτὸ τοῦτο ἐκβαλεῖ. Διὰ τοῦτο καὶ ὁ Σολομῶν ἔλεγεν· «Ὁ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται.» Οὐκ εἶπεν ὅτι ὁ Θεὸς ὑπερηφάνους ἀφίησιν καὶ ἐγκαταλιμπάνει καὶ τῆς οἰκείας βοηθείας γυμνοῖ, ἀλλ' «Ἀντιτάσσεται», φησίν, οὐχ ὅτι παρατάξεως αὐτῷ καὶ μάχης ἔδει πρὸς τὸν ὑπερήφανον· τί γὰρ ὑπερηφάνου γένοιτ' ἂν ἀσθενέστερον; Ὥσπερ γὰρ ὁ τὰς ὄψεις ἀπολέσας ἅπασι πρόκειται πρὸς τὸ κακῶς παθεῖν, οὕτως ὁ ὑπερήφανος, ὁ μὴ εἰδὼς τὸν Κύριον— «ἀρχὴ γάρ, φησίν, ὑπερηφανίας, τὸ μὴ εἰδέναι τὸν Κύριον»—, καὶ ἀνθρώποις εὐάλωτός ἐστιν, τοῦ φωτὸς ἐκπεσὼν ἐκείνου. Εἰ δὲ ἰσχυρὸς ἦν, οὐκ ἂν παρατάξεως ἐδέησε τῷ Θεῷ πρὸς αὐτόν· ᾧ γὰρ ἡ βούλησις ἤρκεσε πρὸς τὸ πάντα παραγαγεῖν, πολλῷ μᾶλλον καὶ πρὸς τὴν ἀναίρεσιν αὐτῶν ἤρκεσεν ἄν. Τίνος οὖν ἕνεκεν, φησίν, ἀντιτάσσεται; Ἵνα τὸ σφοδρὸν τῆς ἀπεχθείας ἐνδείξηται τῆς πρὸς τὸν ὑπερήφανον. Ὅτι μὲν οὖν χαλεπὸν τὸ τραῦμα τὸ ὑπερηφανίας καὶ ἐκ τούτων, καὶ ἀλλαχόθεν πολλαχόθεν δῆλον. Εἰ δὲ βούλεσθε, καὶ τὴν αἰτίαν αὐτὴν μάθωμεν, ἀφ' ἧς τὸ ἕλκος ἐγένετο. Καὶ γὰρ ἔθος τῇ Γραφῇ, ἐπειδὰν μέλλῃ τινὸς κατηγορεῖν, μὴ τὴν ἁμαρτίαν αὐτοῦ λέγειν μόνον, ἀλλὰ καὶ αἰτίαν τῆς ἁμαρτίας διδάσκειν ἡμᾶς· ποιεῖ δὲ τοῦτο, τοὺς ὑγιαίνοντας ἀσφαλεστέρους κατασκευάζουσα πρὸς τὸ μὴ τοῖς αὐτοῖς περιπεσεῖν. Οὕτω καὶ ἰατροί, πρὸς τοὺς κάμνοντας εἰσιόντες, καὶ πρὸ τῶν νοσημάτων ἀνιχνεύουσι τὰς πηγάς, ὥστε ἄνωθεν ἀναστεῖλαι τὸ κακόν· ὁ γάρ, τῆς ῥίζης μενούσης, τὰ βλαστήματα ἐκτέμνων μόνον, οὐδὲν ἕτερον ἢ ματαιοπονεῖ. Ποῦ οὖν ἡ Γραφὴ καὶ τὴν ἁμαρτίαν καὶ τὴν αἰτίαν τῆς ἁμαρτίας εἶπεν; Κατηγορεῖ τῶν πρὸ τοῦ κατακλυσμοῦ γενομένων ἐπὶ ταῖς οὐ προσηκούσαις ἐπιμιξίαις· καὶ ἄκουσον πῶς τίθησι τὴν αἰτίαν· «Ἰδόντες οἱ υἱοὶ τοῦ Θεοῦ τὰς θυγατέρας τῶν ἀνθρώπων ὅτι καλαί εἰσιν, ἔλαβον αὐτὰς ἑαυτοῖς εἰς γυναῖκας.» Τί οὖν, τὸ κάλλος τῆς ἁμαρτίας αἴτιον; Μὴ γένοιτο· τῆς γὰρ Θεοῦ σοφίας ἔργον ἐστίν· Θεοῦ δὲ ἔργον οὐκ ἄν ποτε γένοιτο πονηρίας αἴτιον. Ἀλλὰ τὸ ἰδεῖν; Οὐδὲ τοῦτο· καὶ γὰρ καὶ τοῦτο τῆς φύσεως ἔργον ἐστίν. Ἀλλὰ τί; Τὸ κακῶς ἰδεῖν· τοῦτο γὰρ προαιρέσεως διεφθαρμένης ἐστίν. Διὰ τοῦτο καί τις σοφὸς παραινεῖ λέγων· «Μὴ καταμάνθανε κάλλος ἀλλότριον.» Οὐκ εἶπεν· Μὴ ἴδῃς· συμβαίνει γὰρ καὶ ἀπὸ τοῦ αὐτομάτου τοῦτο γενέσθαι· ἀλλά «Μὴ καταμάνθανε», φησίν, τὴν ἐκ μελέτης κατανόησιν, τὴν περίεργον ὄψιν, τὴν μετὰ διατριβῆς θεωρίαν, τὴν ἀπὸ ψυχῆς διεφθαρμένης καὶ ἐπιθυμούσης ἀναιρῶν. Καὶ τί, φησίν, ἐκ τούτου γένοιτ' ἂν βλάβος; «Ἐκ τούτου, φησί, φιλία ὡς πῦρ ἀνακαίεται.» Καθάπερ γὰρ τὸ πῦρ, ἐπειδὰν χόρτου τινὸς ἢ καλάμης ἐπιλάβηται, οὐκ ἀναμένει χρόνον τινά, ἀλλ' ὁμοῦ τε ἥψατο τῆς ὕλης, καὶ λαμπρὰν ἀνῆψε τὴν φλόγα· οὕτω καὶ τὸ πῦρ τῆς ἐπιθυμίας τῆς ἐν ἡμῖν, ἐπειδὰν διὰ τῶν ὀφθαλμῶν ὄψεως εὐειδοῦς καὶ λαμπρᾶς ἅψηται, εὐθέως τὰς τῶν ὁρώντων ἐμπίπρησι ψυχάς. Μὴ τοίνυν τὴν πρόσκαιρον ἴδῃς ἡδονήν, τὴν ἀπὸ τῆς θεωρίας, ἀλλὰ τὴν διηνεκῆ σκόπησον ὀδύνην, τὴν ἀπὸ τῆς ἐπιθυμίας. Ἡ μὲν γὰρ μέγα τραῦμα ἐνθεῖσα ἀπεπήδησε πολλάκις· τὸ δὲ τραῦμα οὐκ ἀποπηδᾷ, ἀλλὰ μένει καὶ ἀπόλλυσιν. Καὶ καθάπερ ἔλαφος δεξαμένη βέλος ἐν καιρίῳ τοῦ σώματος, κἂν ἐκφύγῃ τῶν θηρατῶν τὰς χεῖρας, οὐδὲν κερδαίνει λοιπόν, οὕτω καὶ ψυχὴ δεξαμένη βέλος ἐπιθυμίας ἐξ ἀκολάστου καὶ περιέργου θεωρίας, κἂν τὸ βέλος ἀφεῖσα ἀπέλθῃ, αὐτὴ διαφθείρεται καὶ ἀπόλλυται, πανταχοῦ τὸν πολέμιον ὁρῶσα καὶ ἑπόμενον ἔχουσα. Ἀλλ' ὅπερ ἔλεγον—οὐ γὰρ δεῖ μακρὰς συγχωρεῖν τοῦ λόγου ποιεῖσθαι τὰς ἐκτροπάς—, ὅτι ἡ Γραφὴ καὶ τὰ ἁμαρτήματα καὶ τὰς αἰτίας αὐτῶν λέγειν εἴωθεν· ἄκουε γοῦν καὶ ἐνταῦθα τί φησι περὶ τοῦ Ὀζίου. Οὐ γὰρ ὅτι ὑψώθη ἡ καρδία αὐτοῦ, τοῦτο μόνον ἡμᾶς ἐδίδαξεν, ἀλλὰ καὶ πόθεν ὑψώθη προσέθηκεν. Πόθεν οὖν ὑψώθη; «Ἡνίκα ἴσχυσεν, φησίν, ὑψώθη ἡ καρδία αὐτοῦ.» Οὐκ ἤνεγκε τῆς δυναστείας τὸ μέγεθος, ἀλλ' ὥσπερ ἐξ ἀδηφαγίας μὲν γίνεται φλεγμονή, ἐκ φλεγμονῆς δὲ τίκτεται πυρετός, εἶτα ἐκεῖθεν θάνατος πολλάκις, οὕτω καὶ ἐνταῦθα ἀπὸ τῆς πολλῆς τῶν πραγμάτων περιβολῆς ἀπόνοια γέγονεν. Ὅπερ γὰρ ἐπὶ τῶν σωμάτων φλεγμονή, τοῦτο ἐπὶ τῶν ψυχῶν ἀπόνοια. Εἶτα ἐξ ἀπονοίας ἐπιθυμία τῶν οὐ προσηκόντων αὐτῷ πραγμάτων.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Vidi dominum (homiliae 1-6). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg498.local001/.
