Ancient Greek
Homily 4
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Vidi dominum (homiliae 1-6) 4.2.1
Not analysed yet
Ἀκουέτωσαν Ἕλληνες, ἀκουέτωσαν Ἰουδαῖοι τὰ κατορθώματα ἡμῶν καὶ τὴν προεδρίαν τῆς Ἐκκλησίας. Ὑπὸ πόσων ἐπολεμήθη ἡ Ἐκκλησία, ἀλλ' οὐδέποτε ἐνικήθη; πόσοι τύραννοι; πόσοι στρατηγοί; πόσοι βασιλεῖς; Αὔγουστος, Τιβέριος, Γάϊος, Κλαύδιος, Νέρων, ἄνθρωποι λόγοις τετιμημένοι, δυνατοί, τοσαῦτα ἐπολέμησαν ἀκμὴν νεάζουσαν, ἀλλ' οὐκ ἐξερρίζωσαν· ἀλλ' οἱ μὲν πολεμήσαντες σεσίγηνται καὶ λήθῃ παραδέδονται, ἡ δὲ πολεμηθεῖσα τὸν οὐρανὸν ὑπεραίρει. Μὴ γάρ μοι τοῦτο ἴδῃς ὅτι ἐν γῇ ἕστηκεν ἡ Ἐκκλησία, ἀλλ' ὅτι ἐν οὐρανῷ πολιτεύεται; Πόθεν τοῦτο δῆλον; Δείκνυσι τῶν πραγμάτων ἡ ἀπόδειξις. Ἐπολεμήθησαν ἕνδεκα μαθηταὶ καὶ ἡ οἰκουμένη ἐπολέμει· ἀλλ' οἱ πολεμηθέντες ἐνίκησαν καὶ οἱ πολεμήσαντες ἀνῃρέθησαν· τὰ πρόβατα τῶν λύκων περιεγένοντο. Εἶδες ποιμένα τὰ πρόβατα ἐν μέσῳ τῶν λύκων ἀποστέλλοντα, ἵνα μηδὲ τῇ φυγῇ τὴν σωτηρίαν πορίσωνται; Ποῖος ποιμὴν τοῦτο ἐργάζεται; Ἀλλ' ὁ Χριστὸς τοῦτο ἐποίησεν, ἵνα σοι δείξῃ ὅτι οὐ κατὰ ἀκολουθίαν τῶν πραγμάτων, ἀλλ' ὑπὲρ φύσιν καὶ ἀκολουθίαν τὰ κατορθώματα γίνεται. Ἡ γὰρ Ἐκκλησία οὐρανοῦ μᾶλλον ἐρρίζωται. Ἀλλ' ἴσως ἀπόνοιάν μου καταγινώσκει ὁ Ἕλλην· ἀλλ' ἀναμενέτω τῶν πραγμάτων τὴν ἀπόδειξιν καὶ μανθανέτω τῆς ἀληθείας τὴν ἰσχύν. Πῶς; εὐκολώτερον τὸν ἥλιον σβεσθῆναι ἢ τὴν Ἐκκλησίαν ἀφανισθῆναι. Τίς ταῦτα, φησίν, ὁ κηρύττων; Ὁ θεμελιώσας αὐτήν· «Ὁ οὐρανὸς καὶ ἡ γῆ παρελεύσονται, οἱ δὲ λόγοι μου οὐ μὴ παρέλθωσιν.» Ταῦτα οὐ μόνον εἶπεν, ἀλλὰ καὶ ἐπλήρωσεν· διὰ τί γὰρ μᾶλλον οὐρανοῦ μείζονα αὐτὴν ἐθεμελίωσεν; Οὐρανοῦ γὰρ τιμιωτέρα ἡ Ἐκκλησία. Διὰ τί οὐρανός; Διὰ τὴν Ἐκκλησίαν, οὐχ ἡ Ἐκκλησία διὰ τὸν οὐρανόν. Ὁ οὐρανὸς δὲ διὰ τὸν ἄνθρωπον, οὐκ ἄνθρωπος διὰ τὸν οὐρανόν. Καὶ ἐξ ὧν αὐτὸς ἐποίησεν, δῆλον. Οὐράνιον γὰρ σῶμα οὐκ ἀνέλαβεν ὁ Χριστός. Ἀλλ' ἵνα μὴ μηκύναντες τὸν λόγον, πάλιν χρεωσταὶ ἀναχωρήσωμεν σήμερον—ἴστε γὰρ ὅσαπερ χθὲς ὑπεσχόμεθα—, καταβαλεῖν ἕτοιμοι σήμερον. Διὰ γὰρ τοὺς ἀπολειφθέντας ἀνεβαλόμην. Ἐπειδὴ οὖν οἱ ἀπολειφθέντες τὰ ἑαυτῶν ἐπλήρωσαν καὶ τὴν παρουσίαν ἡμῖν τὴν ἑαυτῶν ἐχαρίσαντο πεπληρωμένην τράπεζαν τῶν ἀναλωμάτων, φέρε δή, τὰ ὄψα παραθῶμεν, ὄψα οὐχ ἕωλα· εἰ γὰρ καὶ χθεσινὰ ἦν, ἀλλ' οὐ γίνονται ἕωλα. Τί δήποτε; Οὐκ ἔστι κρέα, ἵνα διαφθαρῇ, ἀλλὰ νοήματα διηνεκῶς ἀνθοῦντα. Τὰ μὲν γὰρ κρέα φθείρεται· σῶμα γάρ ἐστιν· τὰ δὲ νοήματα μένοντα εὐωδέστερα καθίστανται. Τί οὖν ἦν, ἃ χθὲς εἰρήκαμεν; Καὶ γὰρ καὶ ἡμεῖς χθὲς ἀπελαύσαμεν τραπέζης καὶ οἱ ἀπολειφθέντες οὐκ ἐζημιώθησαν. «Καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς, εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου.» Τίς ταῦτά φησιν; Ἡσαΐας, ὁ θεωρὸς τῶν Σεραφίμ, ὁ γάμῳ ὁμιλήσας καὶ τὴν χάριν μὴ σβέσας. Καὶ προσεσχήκατε τῷ προφήτῃ, ἀλλ' ἀκούσατε τοῦ προφήτου καὶ σήμερον· «Ἔξελθε, σὺ καὶ Ἰασοὺφ ὁ υἱός σου.» Ἀναγκαῖον καὶ ταῦτα μὴ παραδραμεῖν. «Ἔξελθε, σὺ καὶ ὁ υἱός σου.» Υἱὸν εἶχεν ὁ προφήτης; Οὐκοῦν εἰ υἱόν, καὶ γυναῖκα, ἵνα μάθῃς ὅτι οὐ φαῦλον ὁ γάμος, ἀλλὰ κακὸν ἡ πορνεία. Ἀλλ' ἐπειδὴ πολλοῖς τισι διαλεγόμεθα καὶ λέγομεν· Διὰ τί μὴ ὀρθῶς ζῇς, διὰ τί μὴ τὸν βίον ἀκριβῆ ἐπιδείκνυσαι; Πῶς δύναμαι, φησίν, ἐὰν μὴ ἀποτάξωμαι γυναικί, ἐὰν μὴ ἀποτάξωμαι παιδίοις, ἐὰν μὴ ἀποτάξωμαι πράγμασιν; Διὰ τί; Μὴ κώλυμα ὁ γάμος; βοηθός σοι δέδοται ἡ γυνή, μὴ ἐπίβουλος. Ὁ προφήτης οὐ γυναῖκα εἶχεν; Καὶ οὐκ ἐγένετο κώλυμα τοῦ Πνεύματος ὁ γάμος· ἀλλὰ καὶ ὡμίλει τῇ γυναικὶ καὶ προφήτης ἦν. Ὁ Μωϋσῆς οὐ γυναῖκα εἶχεν; Ἀλλ' ὅμως καὶ πέτρας διέρρηξεν καὶ ἀέρα μετέβαλεν καὶ Θεῷ διελέγετο καὶ θεήλατον ὀργὴν ἀνέστειλεν. Ὁ Ἀβραὰμ οὐχὶ γυναῖκα εἶχεν; Καὶ πατὴρ ἐγένετο ἐθνῶν πολλῶν καὶ τῆς Ἐκκλησίας· τὸν γὰρ Ἰσαὰκ υἱὸν εἶχεν. Οὐχ οὗτος αὐτῷ ἐγένετο κατορθωμάτων ὑπόθεσις; Οὐκ ἀνήνεγκε τὸ παιδίον, τὸν καρπὸν τοῦ γάμου; οὐκ ἐγένετο καὶ πατὴρ καὶ φιλόθεος; οὐκ ἦν ἰδεῖν ἱερέα ἐξ οἰκείων σπλάγχνων γενόμενον; ἱερέα καὶ πατέρα; φύσιν νικωμένην καὶ εὐλάβειαν κρατοῦσαν; σπλάγχνα πατούμενα καὶ κατορθώματα εὐσεβῆ περιγινόμενα; καὶ τὸν πατέρα λυόμενον καὶ φιλόθεον στεφανούμενον; οὐκ εἶδες ὅλον φιλόπαιδα καὶ φιλόθεον; μήτι ἐκώλυσεν ὁ γάμος; Τί δαί; ἡ μήτηρ τῶν Μακκαβαίων οὐχὶ γυνὴ ἦν; οὐχὶ ἑπτὰ δέδωκεν παῖδας τὸν χορὸν τῶν ἁγίων; οὐκ εἶδεν αὐτοὺς μαρτυρήσαντας; οὐχ εἱστήκει καθάπερ ὄρος μὴ σαλευομένη; οὐχ εἱστήκει καθ' ἕκαστον αὐτῶν μαρτυροῦσα, καὶ μήτηρ μαρτύρων καὶ ἑπτάκις ἐμαρτύρησεν; Βασανιζομένων γὰρ ἐκείνων, αὐτὴ τὴν πληγὴν ἐδέχετο. Οὐδὲ γὰρ ἀπαθῶς οὕτω τὰ γινόμενα ἔφερεν· μήτηρ γὰρ ἦν καὶ τῆς φύσεως ἡ ὕβρις τὴν οἰκείαν δύναμιν ἐπεδείκνυτο· ἀλλ' οὐκ ἐνικᾶτο. Θάλασσα γὰρ ἦν καὶ κύματα· ἀλλ' ὥσπερ ἡ θάλασσα μαινομένη καταλύεται, οὕτω καὶ ἡ φύσις ἐγειρομένη τῷ φόβῳ τοῦ Θεοῦ ἐχαλινοῦτο. Πῶς αὐτοὺς ἤλειψεν; πῶς αὐτοὺς ἔθρεψεν; πῶς ἑπτὰ ναοὺς τῷ Θεῷ παρέστησεν, ἀνδριάντας χρυσοῦς, μᾶλλον δὲ καὶ χρυσοῦ τιμιωτέρους;