# In illud: Vidi dominum (homiliae 1-6) 4.3.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Vidi dominum (homiliae 1-6), Homily 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-illud-vidi-dominum-homiliae-1-6/4.3.1

Οὐδὲ γὰρ τοιοῦτον ἀπολάμπει χρυσός, οἷον ψυχὴ μαρτύρων. Εἱστήκει ὁ τύραννος καὶ ὑπὸ μιᾶς γυναικὸς ἡττώμενος ἀνεχώρει. Ἐκεῖνος ὅπλοις ἐπολιόρκει καὶ αὕτη προθυμίᾳ περιεγένετο· ἐκεῖνος κάμινον ἀνῆψεν καὶ αὕτη τὴν ἀρετὴν τοῦ Πνεύματος· ἐκεῖνος στρατόπεδον ἐκίνει καὶ αὕτη πρὸς ἀγγέλους μεθωρμίζετο· ἑώρα κάτω τὸν τύραννον καὶ ἐνενόει τὸν ἄνω βασιλεύοντα· ἑώρα τὰς κάτω βασάνους καὶ ἠρίθμει τὰ ἄνω βραβεῖα· ἑώρα τὴν παροῦσαν κόλασιν καὶ ἐνενόει τὴν μέλλουσαν ἀθανασίαν. [Διὸ καὶ ὁ Παῦλος ἔλεγεν· «Μὴ σκοπούντων ἡμῶν τὰ βλεπόμενα, ἀλλὰ τὰ μὴ βλεπόμενα.»] Μή τι κώλυμα ὁ γάμος ἐγένετο; Τί δαὶ ὁ Πέτρος, ἡ κρηπὶς τῆς Ἐκκλησίας, ὁ μανικὸς ἐραστὴς τοῦ Χριστοῦ, ὁ ἀπαίδευτος τῷ λόγῳ καὶ ῥητόρων περιγενόμενος, ὁ ἀμαθὴς καὶ φιλοσόφων ἀποφράξας στόματα, ὁ τὴν ἑλληνικὴν θρησκείαν καθάπερ ἀράχνην διαλύσας, ὁ τὴν οἰκουμένην περιδραμών, ὁ σαγηνεύσας τὴν θάλασσαν καὶ ἁλιεύσας τὴν οἰκουμένην, οὐκ εἶχε καὶ οὗτος γυναῖκα; Ναί, εἶχεν. Ὅτι δὲ ἔσχεν, ἄκουσον τοῦ εὐαγγελιστοῦ. Τί δέ φησιν; «Εἰσῆλθεν ὁ Ἰησοῦς πρὸς τὴν πενθερὰν Πέτρου πυρέσσουσαν.» Ὅπου πενθερά, ἐκεῖ καὶ γυνή· ὅπου γυνή, ἐκεῖ καὶ γάμος. Τί δαὶ ὁ Φίλιππος; οὐ τέσσαρας θυγατέρας εἶχεν; Ὅπου δὲ τέσσαρες θυγατέρες, ἐκεῖ καὶ γυνὴ καὶ γάμος. Τί τοίνυν ὁ Χριστός; Ἀπὸ παρθένου μέν, ἀλλ' εἰς γάμον παρεγένετο καὶ δῶρον εἰσήνεγκεν· «Οὐκ ἔχουσιν γάρ, φησίν, οἶνον»· καὶ τὸ ὕδωρ οἶνον ἐποίησεν, τῇ παρθενίᾳ τὸν γάμον τιμῶν, τῇ δωρεᾷ τὸ πρᾶγμα θαυμάζων· ἵνα μὴ βδελύσσῃ τὸν γάμον, ἀλλὰ μισῇς τὴν πορνείαν. Τῷ ἐμῷ κινδύνῳ ἐγγυῶμαί σου τὴν σωτηρίαν, κἂν γυναῖκα ἔχῃς. Πρόσεχε σεαυτῷ. Γυνὴ ἐὰν εὔχρηστος ᾖ, βοηθός σού ἐστιν. Τί οὖν ἂν μὴ ᾖ εὔχρηστος; Ποίησον αὐτὴν εὔχρηστον. Μὴ οὐκ ἐγένοντο καλαὶ γυναῖκες καὶ κακαί, ἵνα μὴ ἔχῃς πρόφασιν; Ποταπὴ ἡ τοῦ Ἰὼβ ἦν; Ἡ δὲ Σάρρα καλὴ ἦν. Δείξω σοι γυναῖκα φαύλην καὶ πονηράν. Οὐκ ἔβλαψεν τὸν ἄνδρα ἡ γυνὴ τοῦ Ἰώβ· πονηρὰ ἦν καὶ φαύλη καὶ γὰρ βλασφημεῖν αὐτῷ συνεβούλευσεν. Τί οὖν; ἔσεισεν τὸν πύργον; κατήνεγκεν τὸν ἀδάμαντα; περιεγένετο τῆς πέτρας; ἐξέκρουσεν τὸν στρατιώτην; διέτρησεν τὸ σκάφος; ἐξερρίζωσεν τὸ δένδρον; Οὐδὲν τούτων· ἀλλ' ἐκείνη προσέκρουσεν, καὶ ὁ πύργος ἀσφαλέστερος ἐγίνετο· αὐτὴ τὰ κύματα ἤγειρεν, καὶ τὸ πλοῖον οὐ κατεποντίζετο, ἀλλ' ἐξ οὐρίας ἔπλεεν· ὁ καρπὸς αὐτοῦ ἐτρυγήθη, καὶ τὸ δένδρον οὐκ ἐσαλεύθη· τὰ φύλλα ἔπεσεν, καὶ ἡ ῥίζα ἔμενεν ἀσάλευτος. Ταῦτα λέγω, ἵνα μηδεὶς προφασίσηται κακίαν γυναικός. Φαύλη ἐστίν; Διόρθωσον αὐτήν. Ἀλλά, φησίν, ἀπὸ παραδείσου με ἐξέβαλεν. Ἀλλὰ καὶ εἰς οὐρανούς σε ἀνήνεγκεν. Ἡ αὐτὴ μὲν φύσις, διάφορος δὲ ἡ γνώμη. Ἀλλ' ἡ τοῦ Ἰὼβ φαύλη; Ἀλλ' ἡ Σωσάννα καλή. Ἀλλ' ἡ Αἰγυπτία ἀκόλαστος; Ἀλλ' ἡ Σάρρα κοσμία. Εἶδες ἐκείνην; Βλέπε καὶ ταύτην· ἐπεὶ καὶ ἐν ἀνδράσιν οἱ μὲν φαῦλοι, οἱ δὲ σπουδαῖοι. Καλὸς ὁ Ἰωσήφ, οἱ δὲ πρεσβύτεροι ἀκόλαστοι. Εἶδες πανταχοῦ κακίαν καὶ ἀρετήν, μὴ τῇ φύσει ταῦτα κρινόμενα, ἀλλὰ τῇ γνώμῃ διαιρούμενα. Μή μοι προφάσεις; Ἀλλ' ἐπὶ τὰ χρέα καὶ τὴν καταβολὴν σπεύδωμεν. «Καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς.» Μέλλω λέγειν διὰ τί ὁ προφήτης ἐπισημαίνεται τὸν καιρόν· ἐζητοῦμεν γὰρ χθές, τί δήποτε τῶν προφητῶν ἁπάντων τὸν καιρὸν τῆς ζωῆς τῶν βασιλέων εἰωθότων λέγειν, καὶ αὐτοῦ τούτου, ἐνταῦθα τὸ ἔθος ἐλύθη· καὶ οὐ λέγει· ἐν ταῖς ἡμέραις Ὀζίου, ἀλλ' ἐν τῇ τελευτῇ Ὀζίου. Τοῦτο λῦσαι βούλομαι σήμερον. Εἰ γὰρ καὶ πολὺ τὸ καῦμα, ἀλλὰ μείζων ἡ δρόσος τοῦ λόγου· εἰ γὰρ βιάζεται τὸ σῶμα μαλακιζόμενον, ἀλλ' ἀκμάζουσα ἡ ψυχὴ εὐφραίνεται. Μή μοι λέγε καῦμα καὶ ἱδρῶτα· ἐὰν ἱδρώσῃς τῷ σώματι, σμήχεις σου τὴν διάνοιαν. Οἱ παῖδες οἱ τρεῖς ἐν καμίνῳ ἦσαν καὶ οὐδὲν ἔπασχον, ἀλλ' ἡ κάμινος δρόσος ἐγένετο. Ὅταν ἐννοήσῃς ἱδρῶτα, ἐννόει καὶ τὸν μισθὸν καὶ τὴν ἀμοιβήν. Καὶ γὰρ κολυμβητὴς ἄνθρωπος δι' οὐδὲν ἄλλο κατατολμᾷ εἰς τὸ βάθος ἑαυτὸν καταβαλεῖν τῶν ὑδάτων ἢ διὰ μαργαρίτας, τοῦ πολέμου τὴν ὑπόθεσιν. Ἀλλ' οὐ τὴν ὕλην διαβάλλω, ἀλλὰ τὴν ἀκόλαστον γνώμην. Καὶ σύ, ἵνα λάβῃς θησαυρὸν ἀνελλιπῆ καὶ φυτεύσῃς ἄμπελον ἐν τῇ ψυχῇ σου, οὐκ ἀνέχῃ καύματος, οὐδὲ ἱδρῶτος; Οὐχ ὁρᾷς τοὺς ἐν θεάτρῳ καθημένους, πῶς ἱδροῦσιν καὶ γυμνῇ τῇ κεφαλῇ τὴν ἀκτῖνα δέχονται, ἵνα γένωνται θανάτου αἰχμάλωτοι, ἵνα πόρνης δοῦλοι; Εἰς ἀπώλειαν ἐκεῖνοι κάμνουσιν, καὶ σὺ εἰς σωτηρίαν ἐκλύῃ; Ἀθλητὴς εἶ καὶ στρατιώτης. Μὴ τοίνυν κάμνε πρὸς τοὺς κινδύνους, ἀλλ' εὐψύχως διάφερε τοὺς ἀγῶνας. Τίς οὖν ἐστιν ὁ Ὀζίας ἐκεῖνος καὶ διὰ τί τὴν τελευτὴν αὐτοῦ ταύτην εἶπεν; Οὗτος ὁ Ὀζίας βασιλεὺς ἦν καὶ ἀνὴρ δίκαιος καὶ πολλοῖς κομῶν τοῖς κατορθώμασιν· ἀλλ' ὕστερόν ποτε εἰς ἀπόνοιαν ἦλθεν, εἰς ἀπόνοιαν, τὴν μητέρα τῶν κακῶν, εἰς ἀλαζονείαν, τὸν θόρυβον τῶν νοσούντων, εἰς ὑπερηφανίαν, τὴν ἀπώλειαν τοῦ διαβόλου. Οὐδὲν γὰρ ἀπονοίας χεῖρον· διὰ τοῦτο καὶ τὸν λόγον ἅπαντα εἰς τοῦτο κατηναλώσαμεν χθές, τὴν ἀπόνοιαν καθαιροῦντες καὶ τὴν ταπεινοφροσύνην διδάσκοντες.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Vidi dominum (homiliae 1-6). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg498.local001/.
