# In illud: Vidi dominum (homiliae 1-6) 4.4.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Vidi dominum (homiliae 1-6), Homily 4. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-illud-vidi-dominum-homiliae-1-6/4.4.1

Εἴπω σοι πόσον ἀγαθὸν ταπεινοφροσύνη καὶ πόσον κακὸν ἀπόνοια; Ἁμαρτωλὸς δίκαιον ἐνίκησεν, ὁ τελώνης τὸν φαρισαῖον, καὶ ῥήματα ἔργων περιεγένοντο. Πῶς ῥήματα; Ὁ τελώνης λέγει· «Ὁ Θεός, ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ.» Ὁ φαρισαῖος λέγει· «Οὐκ εἰμὶ ὡς οἱ πολλοὶ τῶν ἀνθρώπων ἅρπαξ ἢ πλεονέκτης.» Ἀλλὰ τί; «Νηστεύω δὶς τῆς ἑβδομάδος, ἀποδεκατῶ μου τὰ ὑπάρχοντα.» Ὁ φαρισαῖος ἔργα ἔδειξε δικαιοσύνης· ὁ τελώνης ῥήματα εἶπε ταπεινοφροσύνης, καὶ λόγοι ἔργων περιεγένοντο καὶ ὁ τοσοῦτος θησαυρὸς ἐξεφυσήθη καὶ ἡ τοσαύτη πενία εἰς πλοῦτον μετεβλήθη. Ἦλθον δύο πλοῖα ἔχοντα γόμον· εἰσῆλθον ἀμφότερα εἰς τὸν λιμένα· ἀλλ' ὁ μὲν τελώνης καλῶς τῷ λιμένι προσωρμίσθη, ὁ δὲ φαρισαῖος ναυάγιον ὑπέμεινεν, ἵνα μάθῃς πόσον κακὸν ἡ ἀπόνοια. Δίκαιος εἶ; Μὴ ταπεινώσῃς τὸν ἀδελφόν σου. Κομᾷς κατορθώμασιν; Μὴ ὀνειδίσῃς τῷ πλησίον καὶ ὑποτέμῃς σου τὸ ἐγκώμιον. Ὅσον μέγας εἶ, τοσοῦτον ταπείνου σαυτόν. Καὶ πρόσεχε μετ' ἀκριβείας τί λέγω, ἀγαπητέ. Μᾶλλον ὁ δίκαιος ὀφείλει φοβεῖσθαι τὴν ἀπόνοιαν ἢ ὁ ἁμαρτωλός—τοῦτο καὶ χθὲς εἶπον, καὶ τήμερον λέγω διὰ τοὺς χθὲς ἀπολειφθέντας— διότι ὁ ἁμαρτωλὸς ἔχει τὸ συνειδὸς κατηγοροῦν αὐτοῦ καὶ ἀνάγκη ταπεινοφρονεῖν αὐτόν, ὁ δὲ δίκαιος ἐπαίρεται κατορθώμασιν. Ὥσπερ οὖν ἐπὶ τῶν πλοίων, οἱ μὲν ἔχοντες κενὸν πλοῖον οὐ δεδοίκασι πειρατῶν σύστημα—οὐ γὰρ ἔρχονται διατρῆσαι τὸ πλοῖον τὸ μηδὲν ἔχον—, οἱ δὲ φόρτου γέμον ἔχοντες πλοῖον δεδοίκασι πειρατάς—ὁ γὰρ πειρατὴς ἐκεῖ ἀπέρχεται, ὅπου χρυσός, ὅπου ἄργυρος, ὅπου λίθοι τίμιοι—, οὕτω καὶ ὁ διάβολος οὐκ εὐκόλως ἐπηρεάζει τῷ ἁμαρτωλῷ, ἀλλὰ τῷ δικαίῳ, ὅπου πλοῦτος πολύς. Ἐπειδὴ πολλάκις ἡ ἀπόνοια ἐξ ἐπιβουλῆς τοῦ διαβόλου, νήφειν ἀναγκαῖον. Ὅσον μέγας εἶ, τοσοῦτον ταπείνου σαυτόν. Ὅταν ἀναβῇς εἰς τὸ ὕψος, ἀσφαλισθῆναι χρείαν ἔχεις, ἵνα μὴ πέσῃς. Διὸ καὶ ὁ Κύριος ἡμῶν λέγει· «Ὅταν πάντα ποιήσητε, λέγετε ὅτι Ἀχρεῖοι δοῦλοί ἐσμεν.» Τί μέγα φρονεῖς, ἄνθρωπος ὤν, τῆς γῆς συγγενής, ὁμοούσιος τῇ τέφρᾳ, τὰς ἐν τῇ φύσει, τὰς ἐν τῇ γνώμῃ, τὰς ἐν τῇ προαιρέσει τῶν πραγμάτων μεταβολὰς μὴ λογιζόμενος; Σήμερον πλούσιος, αὔριον πένης· σήμερον ὑγιαίνων, αὔριον νοσῶν· σήμερον χαίρων, αὔριον λυπούμενος· σήμερον ἐν δόξῃ, αὔριον ἐν ἀτιμίᾳ· σήμερον ἐν νεότητι, αὔριον ἐν γήρᾳ. Μὴ ἵσταταί τι τῶν ἀνθρωπίνων; ἀλλ' ὥσπερ τῶν ποταμίων ῥευμάτων μιμεῖται τὸν δρόμον. Ὁμοῦ τε γὰρ ἐφάνη, καὶ σκιᾶς εὐκολώτερον ἡμᾶς καταλιμπάνει. Τί οὖν μέγα φρονεῖς, ἄνθρωπε, ὡς καπνὸς ἢ ματαιότης; «Ἄνθρωπος γὰρ ματαιότητι ὡμοιώθη.» «Ὡσεὶ καπνὸς αἱ ἡμέραι αὐτοῦ.» «Ἐξηράνθη ὁ χόρτος, καὶ τὸ ἄνθος αὐτοῦ ἐξέπεσεν.» Ταῦτα λέγω, οὐχ ὡς τὴν οὐσίαν ἐξευτελίζων, ἀλλὰ τὴν ἀπόνοιαν χαλινῶν. Καὶ γὰρ «μέγα ἄνθρωπος, καὶ τίμιον ἀνὴρ ἐλεήμων.» Ἀλλ' ὁ Ὀζίας οὗτος βασιλεὺς ὢν καὶ τὸ διάδημα περικείμενος, ἐπειδὴ δίκαιος ἦν, ἐφρόνησέν ποτε μέγα καὶ φρονήσας μέγα καὶ μεῖζον τῆς ἀξίας, εἰσῆλθεν εἰς τὸ ἱερόν. Καὶ ἄκουε πῶς· Εἰσῆλθεν εἰς τὰ ἅγια, φησί, τῶν ἁγίων, εἶτα λέγει, βούλομαι θυμιᾶσαι. Βασιλεὺς ὢν ἱερωσύνης ἀρχὴν ἁρπάζει. Βούλομαι, φησί, θυμιᾶσαι, ἐπειδὴ δίκαιός εἰμι. Ἀλλὰ μένε ἔσω τῶν οἰκείων ὅρων· ἄλλοι ὅροι βασιλείας καὶ ἄλλοι ὅροι ἱερωσύνης· ἀλλ' αὕτη μείζων ἐκείνης. Οὐ γὰρ ἀπὸ τῶν φαινομένων φαίνεται βασιλεύς, οὐδὲ ἀπὸ τῶν πεπηγμένων αὐτῷ λίθων, καὶ οὗ περίκειται χρυσίου, ὀφείλει κρίνεσθαι ὁ βασιλεύς. Οὗτος μὲν γὰρ τὰ ἐπὶ τῆς γῆς ἔλαχεν οἰκονομεῖν· ὁ δὲ τῆς ἱερωσύνης θεσμὸς ἄνω κάθηται. «Ὅσα ἂν δήσητε ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τῷ οὐρανῷ.» Ὁ βασιλεὺς τὰ ἐνταῦθα πεπίστευται, ἐγὼ τὰ οὐράνια· ἐγὼ ὅταν εἴπω, τὸν ἱερέα λέγω. Μὴ οὖν, ἂν ἴδῃς ἱερέα ἀνάξιον, τὴν ἱερωσύνην διάβαλλε· οὐ γὰρ τὸ πρᾶγμα διαβάλλειν δεῖ, ἀλλὰ τὸν κακῶς τῷ καλῷ κεχρημένον· ἐπεὶ καὶ ὁ Ἰούδας προδότης ἐγένετο, ἀλλ' οὐ κατηγορία τῆς ἀποστολῆς τοῦτο, ἀλλὰ τῆς ἐκείνου γνώμης· οὐκ ἔγκλημα τῆς ἱερωσύνης, ἀλλὰ τῆς κακῆς γνώμης.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Vidi dominum (homiliae 1-6). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg498.local001/.
