Ancient Greek
Homily 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Vidi dominum (homiliae 1-6) 5.1.1
Not analysed yet
Φέρε δὴ τήμερον τοῖς κατὰ τὸν Ὀζίαν διηγήμασιν ἀποδῶμεν τὸ τέλος καὶ τὴν ὀροφὴν λοιπὸν ἐπιθῶμεν τῷ λόγῳ, μήποτε καὶ ἡμεῖς καταγελασθῶμεν, καθάπερ ἐκεῖνος, ὁ τὸν πύργον ἐν τοῖς εὐαγγελίοις ἐπιχειρήσας μὲν οἰκοδομῆσαι, μὴ δυνηθεὶς δέ, μήποτέ τις τῶν παρόντων καὶ περὶ ἡμῶν εἴπῃ· «Οὗτος ὁ ἄνθρωπος ἤρξατο μὲν οἰκοδομῆσαι, οὐκ ἴσχυσε δέ.» Ὥστε δὲ σαφέστερα ὑμῖν γενέσθαι τὰ λεγόμενα, μικρὰ τῶν πρότερον εἰρημένων ἀναλαβῶμεν, ἵνα μὴ χωρὶς κεφαλῆς ἡμῖν ὁ λόγος εἰς τὸ θέατρον εἰσέλθῃ τὸ πνευματικόν, ἀλλὰ τὴν οἰκείαν ὄψιν ἀπολαβὼν γνώριμος γένηται τοῖς θεαταῖς. Ἔσται γὰρ τὰ αὐτὰ τοῖς μὲν ἀκηκοόσιν ὑπόμνησις, τοῖς δὲ μὴ διδασκαλία. Πρώην μὲν οὖν εἰρήκαμεν πῶς ἦν εὐσεβὴς ὁ Ὀζίας, πῶς δὲ γέγονε φαῦλος καὶ πόθεν καὶ μέχρι ποῦ τῆς ἀπονοίας ὤλισθεν· σήμερον δὲ ἀναγκαῖον εἰπεῖν πῶς εἰσῆλθεν εἰς τὸ ἱερόν, πῶς ἐπεχείρησεν θυμιᾶσαι, πῶς ἐκώλυσεν ὁ ἱερεύς, πῶς οὐκ εἶξεν ἐκεῖνος, πῶς ἐπεσπάσατο τοῦ Θεοῦ τὴν ὀργήν, πῶς ἐν τῇ λέπρᾳ τὸν βίον κατέλυσεν καὶ τίνος ἕνεκεν ὁ προφήτης τὰς ἡμέρας τῆς ζωῆς αὐτοῦ παρεὶς τῆς τελευτῆς ἐμνημόνευσεν, οὑτωσὶ λέγων· «Τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς.» Τοῦτο γάρ ἐστιν, δι' ὃ πᾶσαν ἐξ ἀρχῆς τὴν ἱστορίαν ἐκινήσαμεν· ἀλλὰ προσέχετε ἀκριβῶς. «Καὶ ἐγένετο, φησίν, ἡνίκα ἴσχυσεν ὁ Ὀζίας ὁ βασιλεύς, ὑψώθη ἡ καρδία αὐτοῦ ἕως τοῦ διαφθεῖραι, καὶ ἠδίκησεν ἐν Κυρίῳ Θεῷ αὐτοῦ.» Τίς ὁ τρόπος τῆς ἀδικίας; «Εἰσῆλθε, φησίν, εἰς τὸν ναὸν Κυρίου, θυμιᾶσαι ἐπὶ τὸ θυσιαστήριον τοῦ θυμιάματος.» Ὢ τῆς τόλμης, ὢ τῆς ἀναισχυντίας. Αὐτῶν τῶν ἱερῶν ἀδύτων κατετόλμησεν, εἰς τὰ ἅγια τῶν ἁγίων εἰσεπήδησεν, ὃ πᾶσιν ἄβατον ἦν χωρίον, πλὴν τοῦ ἀρχιερέως μόνου, τοῦτο βεβηλῶσαι ἐπεχείρησεν. Τοιοῦτόν ἐστιν ψυχή, καθάπαξ τῆς οἰκείας ἀπογνοῦσα σωτηρίας· οὐδαμοῦ τῆς μανίας ἵσταται, ἀλλὰ τὰς ἡνίας τῆς σωτηρίας αὐτῆς ἐνδιδοῦσα ταῖς ἀλόγοις ἐπιθυμίαις πανταχοῦ φέρεται καί, καθάπερ ἵππος δυσήνιος, τὸν χαλινὸν ἀπὸ τοῦ στόματος ἐκβαλὼν καὶ τὸν ἀναβάτην ῥίψας ἀπὸ τῶν νώτων ὕπτιον, παντὸς ἀνέμου σφοδρότερον φέρεται καὶ τοῖς ἀπαντῶσίν ἐστιν ἀφόρητος, ὑποφευγόντων μὲν ἁπάντων, κατασχεῖν δὲ τολμῶντος οὐδενός, οὕτω καὶ ψυχή, τὸν χαλινοῦντα αὐτὴν τοῦ Θεοῦ φόβον ἐκβαλοῦσα καὶ τὸν ἡνιοχοῦντα ῥίψασα λογισμὸν ἅπαντα, τὰ τῆς κακίας ἐπιτρέχει χωρία, ἕως ἂν εἰς τὰ τῆς ἀπωλείας βάραθρα φέρουσα κατακρημνίσῃ τὴν ἑαυτῆς σωτηρίαν. Διὸ χρὴ συνεχῶς αὐτὴν ἀνακρούεσθαι καί, καθάπερ τινὶ χαλινῷ, τῷ τῆς εὐσεβείας λογισμῷ τὴν ἄλογον αὐτῆς ἀναχαιτίζειν ὁρμήν· ὅπερ ὁ Ὀζίας οὐκ ἐποίησεν, ἀλλ' εἰς αὐτὴν τὴν ἀνωτάτω πάντων ἀρχὴν παρηνόμησεν. Ἱερωσύνη γὰρ καὶ αὐτῆς τῆς βασιλείας σεμνοτέρα καὶ μείζων ἐστὶν ἀρχή. Μὴ γάρ μοι τὴν ἁλουργίδα εἴπῃς, μηδὲ τὸ διάδημα, μηδὲ τὰ ἱμάτια τὰ χρυσᾶ. Σκιὰ πάντα ἐκεῖνα καὶ τῶν ἐαρινῶν ἀνθῶν εὐτελέστερα. «Πᾶσα γὰρ δόξα ἀνθρώπου, φησίν, ὡς ἄνθος χόρτου», κἂν αὐτὴν λέγῃς τὴν βασιλικήν. Μὴ δὴ ταῦτά μοι λέγε, ἀλλ' εἰ βούλει ἱερέως πρὸς βασιλέα τὸ διάφορον ἰδεῖν, τῆς ἑκάστῳ δεδομένης ἐξουσίας τὸ μέτρον ἐξέταζε καὶ πολλῷ τοῦ βασιλέως ὑψηλότερον ὄψει τὸν ἱερέα καθήμενον. Εἰ γὰρ καὶ λαμπρὸς ἡμῖν ὁ θρόνος φαίνεται ὁ βασιλικὸς ἀπὸ τῶν προσπεπηγότων αὐτῷ λίθων καὶ τοῦ περισφίγγοντος αὐτὸν χρυσίου, ἀλλ' ὅμως τὰ ἐπὶ τῆς γῆς ἔλαχεν οἰκονομεῖν καὶ πλεῖον ἔχει τῆς ἐξουσίας ταύτης οὐδέν· ὁ δὲ τῆς ἱερωσύνης θρόνος ἐν τοῖς οὐρανοῖς ἵδρυται καὶ τὰ ἐκεῖ διέπειν ἐπιτέτραπται. Τίς ταῦτά φησιν; Αὐτὸς ὁ τῶν οὐρανῶν βασιλεύς· «Ὅσα γὰρ ἂν δήσητε, φησίν, ἐπὶ τῆς γῆς, ἔσται δεδεμένα ἐν τοῖς οὐρανοῖς· καὶ ὅσα ἂν λύσητε ἐπὶ τῆς γῆς, ἔσται λελυμένα ἐν τοῖς οὐρανοῖς.» Τί ταύτης ἴσον γένοιτ' ἂν τῆς τιμῆς; Ἀπὸ τῆς γῆς τὴν ἀρχὴν τῆς κρίσεως λαμβάνει οὐρανός. Ἐπειδὴ ὁ κριτὴς ἐν τῇ γῇ κάθηται, ὁ Δεσπότης ἕπεται τῷ δούλῳ· καὶ ἅπερ ἂν οὗτος κάτω κρίνῃ, ταῦτα ἐκεῖνος ἄνω κυροῖ. Καὶ μέσος τοῦ Θεοῦ καὶ τῆς τῶν ἀνθρώπων φύσεως ἕστηκεν ὁ ἱερεύς, τὰς ἐκεῖθεν τιμὰς κατάγων πρὸς ἡμᾶς καὶ τὰς παρ' ἡμῶν ἱκετηρίας ἀνάγων ἐκεῖ, ὀργιζόμενον αὐτὸν τῇ κοινῇ καταλλάττων φύσει, προσκεκρουκότας ἡμᾶς ἐξαρπάζων τῶν ἐκείνου χειρῶν. Διὰ τοῦτο καὶ αὐτὴν τὴν βασιλικὴν κεφαλὴν ὑπὸ τὰς τοῦ ἱερέως χεῖρας φέρων τίθησιν ὁ Θεός, παιδεύων ἡμᾶς ὅτι οὗτος ἐκείνου μείζων ὁ ἄρχων· «τὸ γὰρ ἔλαττον ὑπὸ τοῦ κρείττονος εὐλογεῖται.» Ἀλλὰ περὶ μὲν ἱερωσύνης καὶ ὅσον τῆς ἀξίας τὸ μέγεθος ἐν ἑτέρῳ καιρῷ δηλώσομεν· τέως δὲ ἴδωμεν τῆς ἀδικίας τὸ μέγεθος τοῦ βασιλέως, μᾶλλον δὲ τοῦ τυράννου. «Εἰσῆλθεν εἰς τὸν ναὸν Κυρίου, εἰσῆλθε καὶ Ἀζαρίας ὁ ἱερεὺς ὀπίσω αὐτοῦ.» Ἆρα μὴ μάτην ἔλεγον ὅτι μείζων τοῦ βασιλέως ὁ ἱερεύς; Οὐ γὰρ ὡς βασιλέα μέλλων ἐξελαύνειν, ἀλλ' ὡς δραπέτην καὶ οἰκέτην ἀγνώμονα, οὕτως ἐπεισῆλθε μετὰ σφοδρότητος, ὥσπερ τις σκύλαξ γενναῖος ἐπιδραμὼν τῷ ἀκαθάρτῳ θηρίῳ, ὥστε αὐτὸ τῆς δεσποτικῆς ἐξαγαγεῖν οἰκίας.