Ancient Greek
Homily 5
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Vidi dominum (homiliae 1-6) 5.3.1
Not analysed yet
Ἀλλ' οὐχ ὁ Δαυὶδ οὕτως· ἀλλὰ πῶς; Μετὰ τὴν ὑπὸ τοῦ Ναθὰν γενομένην κατηγορίαν τὴν ἐπὶ τῇ Βηρσαβεέ· «Ἡμάρτηκα τῷ Κυρίῳ», φησίν. Εἶδες συντετριμμένην καρδίαν; εἶδες τεταπεινωμένην ψυχήν; εἶδες πῶς καὶ τὰ πτώματα τῶν ἁγίων χρήσιμα; Καθάπερ γὰρ τὰ λαμπρὰ τῶν σωμάτων καὶ ἐπὶ τῆς ἀρρωστίας πολλὰ τῆς εὐμορφίας ἡμῖν ἐνδείκνυται τὰ ἴχνη, οὕτω καὶ τῶν ἁγίων αἱ ψυχαὶ καὶ ἐν αὐτοῖς τοῖς παραπτώμασι τῆς οἰκείας ἀρετῆς τὰ σύμβολα φέρουσιν. Καίτοι γε ἐκεῖνος μὲν ἐν μέσοις τοῖς βασιλείοις κατηγορεῖτο παρὰ τοῦ προφήτου, παρόντων πολλῶν· οὗτος δὲ ἔνδον ἐν τοῖς ἀδύτοις, καὶ ἀμάρτυρον εἶχε τὸν ἔλεγχον· ἀλλ' οὐδὲ οὕτως ἤνεγκε τὴν ἐπιτίμησιν. Τί οὖν; ἀνίατος ἔμεινεν; Οὐδαμῶς, καὶ τοῦτο διὰ τὴν τοῦ Θεοῦ φιλανθρωπίαν· ἀλλ' ὥσπερ ἐπὶ τοῦ σεληνιαζομένου, τῶν μαθητῶν οὐκ ἰσχυσάντων τὸν δαίμονα ἐκβαλεῖν, ὁ Χριστός φησι· «Φέρετέ μοι αὐτὸν ὧδε»· οὕτω καὶ ἐνταῦθα, τοῦ ἱερέως μὴ δυνηθέντος παντὸς δαίμονος χαλεπώτερον νόσημα τὴν ἁμαρτίαν ἐκβαλεῖν, αὐτὸς λοιπὸν ὁ Θεὸς τὸν κάμνοντα μεταχειρίζεται. Καὶ τί ποιεῖ; Λέπραν ἐπαφίησιν αὐτοῦ τῷ μετώπῳ. [»Ἐγένετο γάρ, φησίν, ἐν τῷ ἀπειλῆσαι αὐτὸν τῷ ἱερεῖ, λέπρα ἀνέτειλεν ἐν τῷ μετώπῳ αὐτοῦ.»] Καὶ ἐξῄει λοιπόν. Καθάπερ οἱ τὴν ἐπὶ θάνατον ἀπαγόμενοι, σπαρτίον ἐπὶ τοῦ στόματος ἔχοντες, τῆς καταδικαζούσης σύμβολον ψήφου, οὕτω καὶ αὐτὸς τῆς ἀτιμίας τὸ σύμβολον ἐπὶ τοῦ μετώπου φέρων, οὐ δημίων αὐτὸν ἑλκόντων, ἀλλὰ αὐτῆς τῆς λέπρας ἀντὶ δημίων ἐπὶ κεφαλὴν ὠθούσης. Εἰσῆλθεν ἱερωσύνην λαβεῖν, ὁ δὲ καὶ τὴν βασιλείαν ἀπώλεσεν· εἰσῆλθεν γενέσθαι σεμνότερος καὶ γέγονεν ἐναγέστερος. Καὶ γὰρ ἰδιώτου παντὸς λοιπὸν ἀτιμότερος ἦν, ἀκάθαρτος ὤν. Τοσοῦτόν ἐστι κακὸν τὸ μὴ μένειν ἐπὶ τῶν δοθέντων ἡμῖν παρὰ τοῦ Θεοῦ μέτρων, ἄν τε ἐπὶ τιμῆς, ἄν τε ἐπὶ γνώσεως τοῦτο ποιῇ. Οὐχ ὁρᾷς ταύτην τὴν θάλατταν πῶς ἐστι ταῖς βίαις ἀφόρητος, πόσοις κορυφοῦται τοῖς κύμασιν; Ἀλλ' ὅμως πρὸς ὕψος διανισταμένη μέγα καὶ μετὰ πολλοῦ προϊοῦσα τοῦ θυμοῦ, ἐπειδὰν ἔλθῃ πρὸς τὸ τεθὲν ὅριον αὐτῇ παρὰ τοῦ Θεοῦ, τὰ κύματα διαλύσασα, πρὸς ἑαυτὴν πάλιν ἐπάνεισιν. Καίτοι γε τί ψάμμου γένοιτ' ἂν ἀσθενέστερον; Ἀλλ' οὐκ ἐκεῖνό ἐστι τὸ κωλῦον, ἀλλ' ὁ τοῦ θέντος φόβος. Εἰ δὲ οὐ σωφρονίζει σε τοῦτο τὸ παράδειγμα, τὰ κατὰ τὸν Ὀζίαν σε παιδευσάτω, τὰ νῦν ἡμῖν εἰρημένα. Ἀλλ' ἐπειδὴ τὴν ὀργὴν εἴδομεν τοῦ Θεοῦ καὶ τὴν ἀξίαν ἀνταπόδοσιν, φέρε καὶ τὴν φιλανθρωπίαν αὐτοῦ καὶ τὴν πολλὴν ἐπιείκειαν ἐπιδείξωμεν. Οὐ γὰρ μόνους τοὺς περὶ τῆς ὀργῆς δεῖ κινεῖν λόγους, ἀλλὰ καὶ τοὺς περὶ τῆς χρηστότητος, ἵνα μήτε εἰς ἀπόγνωσιν ἐμβάλωμεν τοὺς ἀκούοντας, μήτε εἰς ῥᾳθυμίαν. Οὕτω καὶ Παῦλος ποιεῖ καὶ τούτοις ἀμφοτέροις κιρνᾷ τὴν παραίνεσιν, οὑτωσὶ λέγων· «Ἰδὲ οὖν τὴν χρηστότητα καὶ ἀποτομίαν Θεοῦ», ἵνα καὶ τῷ φόβῳ καὶ ταῖς χρησταῖς ἐλπίσιν ἀναστήσῃ τὸν πεπτωκότα. Εἶδες ἀποτομίαν Θεοῦ; Ἰδὲ καὶ χρηστότητα. Πῶς οὖν ὀψόμεθα τὴν χρηστότητα; Ἂν μάθωμεν τίνων ἄξιος ἦν ὁ Ὀζίας. Τίνων οὖν ἄξιος ἦν; Ἅμα τῶν προθύρων ἐπιβὰς τῶν ἱερῶν μετὰ τοσαύτης ἀναισχυντίας, μυρίων σκηπτῶν καὶ τῆς ἐσχάτης κολάσεως καὶ τιμωρίας. Εἰ γὰρ οἱ πρῶτοι ταῦτα τολμήσαντες ταύτην ἔδοσαν τὴν δίκην, οἱ περὶ Δαθὰν καὶ Κορὲ καὶ Ἀβειρών, πολλῷ μᾶλλον τοῦτον οὕτω κολάζεσθαι ἔδει, τὸν μηδὲ ταῖς ἐκείνων σωφρονισθέντα συμφοραῖς. Ἀλλ' οὐκ ἐποίησεν οὕτως ὁ Θεός, ἀλλὰ πρότερον λόγους προσήγαγε πολλῆς ἐπιεικείας γέμοντας διὰ τοῦ ἱερέως. Καὶ ὅπερ ὁ Χριστὸς παρῄνεσεν ἀνθρώποις ποιεῖν, ὅταν εἰς ἀλλήλους ἁμάρτωσιν, τοῦτο ὁ Θεὸς πρὸς τὸν ἄνθρωπον ἐποίησεν. «Ὅταν γάρ, φησίν, ἁμάρτῃ εἰς σὲ ὁ ἀδελφός σου, ὕπαγε, ἔλεγξον αὐτὸν μεταξὺ σοῦ καὶ αὐτοῦ μόνου.» Οὕτω καὶ τὸν βασιλέα τοῦτον ἤλεγξεν ὁ Θεός. Καὶ ὁ μὲν Χριστός φησιν· «Ἐὰν μὴ ἀκούσῃ σου, ἔσται σοι ὡς ὁ ἐθνικὸς καὶ ὁ τελώνης»· ὁ δὲ Θεὸς φιλανθρωπίᾳ τοὺς οἰκείους ὑπερβαίνων νόμους, οὐδὲ οὕτως αὐτὸν ἐξέκοψεν, ἀλλὰ καίτοι παρακούσαντα καὶ ἀγανακτήσαντα οὐκ ἀπέρριψεν, ἀλλὰ πάλιν προσίεται καὶ παιδεύει τρόπῳ διόρθωσιν ἔχοντι μᾶλλον ἢ τιμωρίαν. Οὐ γὰρ σκηπτὸν ἀφῆκεν ἄνωθεν, οὐδὲ κατέφλεξε τὴν ἀναίσχυντον κεφαλήν, ἀλλὰ τῇ λέπρᾳ μόνον ἐπαίδευσεν. Καὶ τὰ μὲν κατὰ τὸν Ὀζίαν τοιαῦτα. Ἐγὼ δὲ ἓν ἔτι μόνον προσθεὶς καταπαύσω τὸν λόγον. Τί δὲ τοῦτό ἐστιν; Ὃ πάλαι καὶ ἐξ ἀρχῆς ἐζητήσαμεν· τίνος ἕνεκεν ἐν τοῖς ἔξω πράγμασι καὶ ἐν ταῖς προφητείαις, ἁπάντων εἰωθόντων τῆς ζωῆς τῶν βασιλέων τοὺς χρόνους ἐπισημαίνεσθαι, οὗτος τοῦτο ἀφείς, τοῦ χρόνου τῆς τελευτῆς μέμνηται τοῦ Ὀζίου, οὑτωσὶ λέγων· «Καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς.» Καίτοι γε ἐνῆν τοῦ τότε βασιλεύοντος τὸν χρόνον εἰπεῖν, ὥσπερ ἔθος τοῖς προφήταις ἦν· ἀλλ' οὐκ ἐποίησε τοῦτο. Τίνος οὖν ἕνεκεν οὐκ ἐποίησεν; Νόμος ἦν παλαιὸς τὸν λεπρὸν τῆς πόλεως ἐξελαύνεσθαι, ὥστε καὶ τοὺς τῇ πόλει βελτίους γίνεσθαι καὶ αὐτὸν μὴ προκεῖσθαι τοῖς βουλομένοις ὑβρίζειν σκωμμάτων καὶ χλευασίας ἀφορμήν, ἀλλ' ἔξω τῆς πόλεως μένοντα παραπέτασμα τῆς συμφορᾶς ἔχειν τὴν ἐρημίαν. Τοῦτο καὶ τὸν βασιλέα τοῦτον ὑπομένειν ἐχρῆν μετὰ τὴν λέπραν· ἀλλ' οὐχ ὑπέμεινεν, τῶν ἐν τῇ πόλει διὰ τὴν ἀρχὴν αὐτὸν αἰδεσθέντων, ἀλλ' ἔμενεν ἐν τῷ οἴκῳ αὐτοῦ κρυφίως. Τοῦτο παρώξυνε τὸν Θεόν, τοῦτο τὴν προφητείαν ἐκώλυσεν· καὶ ὅπερ ἐπὶ τοῦ Ἠλὶ γέγονεν· «Ῥῆμα τίμιον ἦν καὶ οὐκ ἦν ὅρασις διαστέλλουσα.» Σὺ δέ μοι καὶ ἐνταῦθα γνῶθι τοῦ Θεοῦ τὴν φιλανθρωπίαν. Οὐ γὰρ ἀνέτρεψε τὴν πόλιν, οὐδὲ ἀπώλεσε τοὺς ἐνοικοῦντας· ἀλλ' ὅπερ φίλοι ποιοῦσι πρὸς τοὺς ὁμοτίμους τῶν φίλων, ἐπειδὰν ἔχωσί τι δίκαιον ἐγκαλεῖν, ἐν παρασιωπήσει μένοντες, τοῦτο καὶ ὁ Θεὸς πρὸς τὸ ἔθνος ἐκεῖνο ἐποίησεν, μείζονος ὂν ἄξιον κολάσεως καὶ τιμωρίας. Ἐγὼ μὲν γὰρ αὐτὸν ἐξέβαλον, φησί, τοῦ ἱεροῦ, ὑμεῖς δὲ οὐδὲ τῆς πόλεως· ἐγὼ δήσας αὐτὸν διὰ τῆς λέπρας, ἰδιώτην παρέδωκα, ὑμεῖς δὲ οὐδὲ οὕτω περιεγένεσθε, ἀλλὰ τὸν ὑπ' ἐμοῦ καταδικασθέντα οὐκ ἠνέσχεσθε τῆς πόλεως ἐκβαλεῖν. Καίτοι ποῖος ἂν τοῦτο βασιλεὺς πράως ἤνεγκεν, ἀλλ' οὐκ ἂν ἐκ βάθρων τὴν πόλιν ἀνέτρεψεν, τὸν εἰς τὴν ὑπερορίαν μετοικισθῆναι κελευσθέντα, ἐνδιατρίβοντα τῇ πόλει ὁρῶν; Ἀλλ' οὐχ ὁ Θεὸς τοῦτο ἐποίησεν· «Θεὸς» γὰρ ἦν, «καὶ οὐκ ἄνθρωπος». Ἐπειδὴ δὲ ἐτελεύτησεν, τῇ ζωῇ τούτου καὶ τὴν πρὸς ἐκείνους ὀργὴν συγκατέλυσεν καὶ τῆς προφητείας τὰς θύρας ἀνέῳξεν καὶ πάλιν πρὸς αὐτοὺς ἐπανῆλθεν. Σὺ δὲ καὶ τοῦ τρόπου τῆς καταλλαγῆς γνῶθι τοῦ Θεοῦ τὴν φιλανθρωπίαν. Εἰ γάρ τις ἐξετάζοιτο τὸν τοῦ δικαίου λόγον, οὐδὲ τότε καταλλαγῆναι ἐχρῆν. Τίνος ἕνεκεν; Ὅτι οὐκ αὐτῶν κατόρθωμα γέγονε τὸ τὸν Ὀζίαν ἐκβαλεῖν. Οὐ γὰρ αὐτοὶ λαβόντες αὐτὸν ἀπήλασαν, ἀλλ' ἡ τελευτὴ νόμῳ φύσεως ἐπελθοῦσα τῆς πόλεως αὐτὸν ἐξέβαλε τότε. Ἀλλ' οὐκ ἀκριβολογεῖται μέχρι τούτων πρὸς ἡμᾶς ὁ Θεός, ἀλλ' ἓν μόνον ζητεῖ, σχῆμα τῆς πρὸς ἡμᾶς καταλλαγῆς. Ὑπὲρ δὴ τούτων ἁπάντων εὐχαριστήσωμεν αὐτῷ, δοξάσωμεν τὴν ἄφατον αὐτοῦ φιλανθρωπίαν· ἧς γένοιτο καὶ ἡμᾶς ἀξίους φανῆναι, χάριτι καὶ φιλανθρωπίᾳ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ δόξα, ἅμα τῷ ἁγίῳ Πνεύματι, εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.