# In illud: Vidi dominum (homiliae 1-6) 6.1.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Vidi dominum (homiliae 1-6), Homily 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-illud-vidi-dominum-homiliae-1-6/6.1.1

Μόλις ποτὲ τὸ κατὰ τὸν Ὀζίαν διεπλεύσαμεν πέλαγος, μόλις δὲ διεπλεύσαμεν, οὐ διὰ τὸ τῆς ὁδοῦ μῆκος, ἀλλὰ διὰ τὸ φιλομαθὲς ὑμῶν τῶν συμπλεόντων ἡμῖν. Οὕτω καὶ κυβερνήτης ἐπιβάτας ἔχων φιλοτίμους καὶ πόλεις ἐρατεινὰς ἐπιθυμοῦντας ἰδεῖν, οὐκ ἐν ἡμέρᾳ μιᾷ διανύει τὴν ὁδόν, κἂν μιᾶς ἡμέρας τὸ διάστημα εἴη, ἀλλὰ πλείω διατρίβειν ἀναγκάζεται χρόνον, καθ' ἕκαστον λιμένα τὸ σκάφος ὁρμίζων, καθ' ἑκάστην πόλιν ἐπιβαίνειν ἐπιτρέπων, ὥστε χαρίσασθαί τι τῇ τῶν συμπλεόντων ἐπιθυμίᾳ. Τοῦτο καὶ ἡμεῖς ἐποιήσαμεν, οὐ νήσους περιπλέοντες, οὐδὲ ἐπίνεια καὶ λιμένας καὶ πόλεις ἐπιδεικνύντες, ἀλλ' ἀνδρῶν κατωρθωκότων ἀρετὴν καὶ πεπτωκότων ῥᾳθυμίαν, βασιλέων ἀναισχυντίαν καὶ παρρησίαν ἱερέων, ὀργὴν Θεοῦ καὶ φιλανθρωπίαν, ἀμφότερα πρὸς διόρθωσιν γεγενημένα. Ἀλλ' ἐπειδὴ λοιπὸν εἰς τὴν βασιλικὴν ἀπηντήσαμεν πόλιν, μηκέτι μέλλωμεν, ἀλλὰ καταστείλαντες ἑαυτούς, ὡς εἰς πόλιν εἰσιέναι μέλλοντες, οὕτως ἀναβῶμεν εἰς τὴν ἄνω μητρόπολιν, τὴν Ἱερουσαλήμ, τὴν μητέρα ἡμῶν, τὴν ἐλευθέραν, ἔνθα τὰ Σεραφίμ, ἔνθα τὰ Χερουβίμ, ἔνθα χιλιάδες ἀρχαγγέλων, ἔνθα μυριάδες ἀγγέλων, ἔνθα ὁ θρόνος ὁ βασιλικός. Μηδεὶς οὖν παρέστω βέβηλος, μηδὲ ἐναγής—μυστικῶν γὰρ μέλλομεν κατατολμᾷν διηγημάτων—, μηδεὶς ἀκάθαρτος καὶ τῆς ἀκροάσεως ταύτης ἀνάξιος· μᾶλλον δὲ καὶ βέβηλος καὶ ἐναγὴς παρέστω πᾶς, ἀλλὰ τὴν ἀκαθαρσίαν καὶ τὴν πονηρίαν ἀποθέμενος ἔξω πᾶσαν, οὕτως εἰσίτω. Καὶ γὰρ ἐκεῖνον τὸν τὰ ῥυπαρὰ ἱμάτια ἔχοντα διὰ τοῦτο ἐξήλασε τοῦ νυμφῶνος καὶ τῆς ἱερᾶς παστάδος ὁ τοῦ νυμφίου πατήρ, οὐκ ἐπειδὴ εἶχεν ἱμάτια ῥυπαρά, ἀλλ' ἐπειδὴ ἔχων αὐτὰ οὕτως εἰσῄει. Οὐδὲ γὰρ εἶπε πρὸς αὐτόν· Διὰ τί οὐκ ἔχεις ἔνδυμα γάμου; ἀλλά· Διὰ τί οὐκ ἔχων ἔνδυμα γάμου οὕτως εἰσῆλθες; Ἐπὶ τῶν τριόδων, φησίν, εἱστήκεις ἐπαιτῶν καὶ οὐκ ἐπῃσχύνθην σου τὴν πενίαν, οὐκ ἐβδελυξάμην σου τὴν ῥυπαρίαν, ἀλλὰ πάσης ἐκείνης ἀπαλλάξας σε τῆς εὐτελείας, εἰσήγαγον εἰς τὸν νυμφῶνα τὸν ἱερὸν καὶ δείπνων ἠξίωσα βασιλικῶν καὶ πρὸς τὴν ἀνωτάτω τιμὴν ἤγαγον τὸν ἐσχάτης ὄντα κολάσεως ἄξιον· σὺ δὲ οὐδὲ ταῖς εὐεργεσίαις ἐγένου βελτίων, ἀλλ' ἐπὶ τῆς συνήθους ἔμεινας κακίας, ὑβρίσας μὲν εἰς τοὺς γάμους, ὑβρίσας δὲ εἰς τὸν νυμφῶνα. Ἄπιθι τοίνυν λοιπὸν καὶ δίδου τὴν ὀφειλομένην τῆς τοιαύτης ἀναισθησίας τιμωρίαν. Σκοπείτω τοίνυν καὶ ἡμῶν ἕκαστος, μή πως ταύτην ἀκούσῃ τὴν φωνὴν καί, πάντα λογισμὸν ἀποβαλὼν τῆς πνευματικῆς διδασκαλίας ἀνάξιον, οὕτω τῆς ἱερᾶς μετασχέτω τραπέζης. «Καὶ ἐγένετο, φησί, τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς, εἶδον τὸν Κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπῃρμένου.» Πῶς εἶδεν, οὐκ οἶδα· ὅτι μὲν γὰρ εἶδεν, εἶπεν, τὸ δὲ πῶς ἐσιώπησεν· δέχομαι τὰ εἰρημένα, οὐ πολυπραγμονῶ τὰ σεσιγημένα· κατανοῶ τὰ ἀποκαλυφθέντα, οὐ περιεργάζομαι τὰ συγκεκαλυμμένα· διὰ τοῦτο γὰρ συγκεκάλυπται. Πέπλος χρυσοῦς ἐστι τῶν Γραφῶν ἡ διήγησις, ὁ στήμων χρυσός, ἡ κρόκη χρυσός. Οὐ παρυφαίνω τῶν ἀραχνῶν τὰ ὑφάσματα, τῶν ἐμῶν λογισμῶν τὴν ἀσθένειαν. «Μὴ μέταιρε ὅρια, φησίν, ἃ ἔθεντο οἱ πατέρες σου.» Ὅρια κινεῖν οὐκ ἀσφαλές· καὶ πῶς, ἅπερ ἡμῖν ὁ Θεὸς ἔθηκεν, μεταθήσομεν; Βούλει μαθεῖν πῶς εἶδε τὸν Θεόν; Γενοῦ καὶ αὐτὸς προφήτης. Καὶ πῶς δυνατὸν τοῦτο, φησίν, γυναῖκα ἔχοντα καὶ παιδοτροφίας ἐπιμελούμενον; Δυνατὸν μέν, ἐὰν ἐθέλῃς, ἀγαπητέ. Καὶ γὰρ καὶ αὐτὸς γυναῖκα εἶχεν καὶ παίδων δύο πατὴρ ἦν, ἀλλ' οὐδὲν τούτων ἐκώλυσεν. Οὐ γάρ ἐστι κώλυμα τῆς πρὸς τὸν οὐρανὸν ἀποδημίας ὁ γάμος· ἐπεὶ εἰ κώλυμα ἦν καὶ ἐπιβουλεύειν ἡμῖν ἔμελλεν ἡ γυνή, οὐκ ἂν αὐτὴν ἐξ ἀρχῆς ποιῶν ὁ Θεὸς ἐκάλεσε βοηθόν. Ἐβουλόμην μὲν οὖν εἰπεῖν τί ποτέ ἐστι τὸ καθῆσθαι τὸν Θεόν· οὐ γὰρ δὴ κάθηται ὁ Θεός· σωμάτων γὰρ ὁ σχηματισμός· τὸ δὲ θεῖον ἀσώματον.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Vidi dominum (homiliae 1-6). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg498.local001/.
