# In illud: Vidi dominum (homiliae 1-6) 6.3.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Vidi dominum (homiliae 1-6), Homily 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-illud-vidi-dominum-homiliae-1-6/6.3.1

Ἆρα ἐπέγνωτε τὴν φωνὴν ταύτην; ἆρα ἡμετέρα ἐστὶν ἢ τῶν Σεραφίμ; καὶ ἡμετέρα καὶ τῶν Σεραφὶμ διὰ τὸν Χριστὸν τὸν ἀνελόντα τὸ μεσότοιχον τοῦ φραγμοῦ καὶ εἰρηνοποιήσαντα τὰ ἐν οὐρανοῖς καὶ τὰ ἐπὶ γῆς, διὰ τὸν ποιήσαντα τὰ ἀμφότερα ἕν. Πρότερον μὲν γὰρ ἐν τοῖς οὐρανοῖς οὗτος ᾔδετο μόνον ὁ ὕμνος· ἐπειδὴ δὲ ἐπιβῆναι τῆς γῆς κατηξίωσεν ὁ Δεσπότης, καὶ τὴν μελῳδίαν ταύτην κατήνεγκε πρὸς ἡμᾶς. Διὰ τοῦτο καὶ ὁ μέγας οὗτος ἀρχιερεύς, ἐπειδὰν ἐπὶ τῆς ἁγίας ταύτης ἑστήκῃ τραπέζης τὴν λογικὴν ἀναφέρων λατρείαν, τὴν ἀναίμακτον προσφέρων θυσίαν, οὐχ ἁπλῶς ἡμᾶς ἐπὶ τὴν εὐφημίαν ταύτην καλεῖ, ἀλλὰ πρότερον τὰ Χερουβὶμ εἰπὼν καὶ τῶν Σεραφὶμ ἀναμνήσας, οὕτω παρακελεύεται πᾶσιν ἀναπέμψαι τὴν φρικωδεστάτην φωνὴν ἐκείνην, τῇ τῶν συγχορευόντων μνήμῃ τὴν διάνοιαν ἡμῶν ἀπὸ τῆς γῆς ἀνασπᾶσαι σπουδάζων πρὸς τοὺς οὐρανοὺς καὶ μονονουχὶ βοῶν πρὸς ἕκαστον ἡμῶν καὶ λέγων· Μετὰ τῶν Σεραφὶμ ᾄδεις, μετὰ τῶν Σεραφὶμ στῆθι, μετ' ἐκείνων τὰς πτέρυγας τοῦ νοῦ ἐκπέτασον, μετ' ἐκείνων περιίπτασο τὸν θρόνον τὸν βασιλικόν. Καὶ τί θαυμαστόν, εἰ μετὰ τῶν Σεραφὶμ ἕστηκας, ὅπου γε ὧν οὐκ ἐτόλμησεν ἅψασθαι τὰ Σεραφίμ, ταῦτά σοι μετὰ ἀδείας ἔδωκεν ὁ Θεός; «Ἀπεστάλη γὰρ πρός με, φησίν, ἓν τῶν Σεραφὶμ καὶ εἶχεν ἄνθρακα πυρός, ὃν τῇ λαβίδι ἔλαβεν ἀπὸ τοῦ θυσιαστηρίου.» Ἐκεῖνο τὸ θυσιαστήριον τοῦ θυσιαστηρίου τούτου τύπος ἐστὶ καὶ εἰκών· ἐκεῖνο τὸ πῦρ, τούτου τοῦ πυρὸς τοῦ πνευματικοῦ. Ἀλλ' οὐκ ἐτόλμησεν ἅψασθαι τῇ χειρὶ τὰ Σεραφίμ, ἀλλὰ τῇ λαβίδι· σὺ δὲ τῇ χειρὶ λαμβάνεις. Ἂν μὲν γὰρ πρὸς τὴν ἀξίαν ἴδῃς τῶν προκειμένων, καὶ τῆς τῶν Σεραφὶμ ἁφῆς ταῦτα μείζω πολλῷ· ἂν δὲ τοῦ Θεοῦ τὴν φιλανθρωπίαν ἐννοήσῃς, οὐδὲ πρὸς τὴν ἡμετέραν εὐτέλειαν ἐπαισχύνεται κατελθεῖν ἐπὶ τῶν προκειμένων τῇ χάριτι. Ταῦτ' οὖν ἐννοῶν, ἄνθρωπε, καὶ τὸ μέγεθος τῆς δωρεᾶς λογιζόμενος, ἀνάστηθί ποτε καὶ τῆς γῆς ἀπαλλάγηθι καὶ πρὸς τὸν οὐρανὸν ἀνάβηθι. Ἀλλ' ἕλκει τὸ σῶμα καὶ βιάζεται κάτω; Ἀλλ' ἰδοὺ προσελαύνουσιν νηστεῖαι, κοῦφα μὲν τῆς ψυχῆς ἐργαζόμεναι τὰ πτερά, κοῦφον δὲ τῆς σαρκὸς ποιοῦσαι τὸ φορτίον, κἂν μολύβδου παντὸς βαρύτερον λάβωσι σῶμα. Ἀλλ' ἡ μὲν τῆς νηστείας νῦν ἀναμενέτω διδασκαλία, ἡ δὲ τῶν μυστηρίων ἤδη κινείσθω, δι' ὧν καὶ αἱ νηστεῖαι. Καθάπερ γὰρ τῶν ἐν τοῖς ὀλυμπιακοῖς ἀγῶσι παλαισμάτων τέλος ὁ στέφανος, οὕτω καὶ τῆς νηστείας τέλος ἡ καθαρὰ κοινωνία· ὡς ἐὰν μὴ τοῦτο κατορθώσωμεν διὰ τῶν ἡμερῶν τούτων, εἰκῇ καὶ μάτην κατακόψαντες ἑαυτούς, ἀστεφάνωτοι καὶ χωρὶς βραβείων ἀπὸ τοῦ σκάμματος τῆς νηστείας ἀναχωρήσομεν. Διὰ τοῦτο καὶ οἱ πατέρες ἐξέτειναν τῆς νηστείας τὸ στάδιον, προθεσμίαν μετανοίας διδόντες ἡμῖν, ἵνα καθηράμενοι καὶ ἀποσμήξαντες ἑαυτούς, οὕτω προσίωμεν. Διὰ τοῦτο καὶ αὐτὸς ἐντεῦθεν ἤδη βοῶ λαμπρᾷ τῇ φωνῇ καὶ διαμαρτύρομαι καὶ ἱκετεύω καὶ ἀντιβολῶ μὴ μετὰ κηλῖδος, μηδὲ μετὰ πονηροῦ συνειδότος τῇ ἱερᾷ ταύτῃ προσιέναι τραπέζῃ· οὐ γὰρ ἂν εἴη τοῦτο πρόσοδος, οὐδὲ κοινωνία, κἂν μυριάκις ἁψώμεθα τοῦ ἁγίου σώματος ἐκείνου, ἀλλὰ καταδίκη καὶ κόλασις καὶ τιμωρίας προσθήκη. Μηδεὶς τοίνυν ἁμαρτωλὸς προσίτω, μᾶλλον δὲ οὐ λέγω· μηδεὶς ἁμαρτωλός, ἐπεὶ πρότερον ἐμαυτὸν ἀπείργω τῆς θείας τραπέζης, ἀλλὰ μηδεὶς μένων ἁμαρτωλὸς προσίτω. Διὰ τοῦτο ἐντεῦθεν ἤδη προλέγω, ἵνα μὴ τῶν βασιλικῶν καταλαβόντων δείπνων καὶ τῆς ἱερᾶς ἑσπέρας παραγενομένης ἐκείνης, ἔχῃ τις λέγειν· Ἀπαρασκεύαστος εἰσῆλθον καὶ ἐέργομαι, καὶ ὅτι πάλαι ταῦτα προειπεῖν ἐχρῆν. Εἰ γὰρ πάλαι ταῦτα ἤκουσα, πάντως ἂν μετεβαλόμην, πάντως ἂν ἐμαυτὸν καθάρας, οὕτω προσῆλθον. Ἵν' οὖν μηδεὶς ταῦτα προφασίζεσθαι ἔχῃ, ἐντεῦθεν ἤδη προδιαμαρτύρομαι καὶ παρακαλῶ πολλὴν ἐπιδείξασθαι τὴν μετάνοιαν. Οἶδα ὅτι πάντες ἐσμὲν ἐν ἐπιτιμίοις καὶ ὅτι οὐδεὶς καυχήσεται ἁγνὴν ἔχειν τὴν καρδίαν· ἀλλ' οὐ τοῦτό ἐστι τὸ δεινόν, ὅτι ἁγνὴν καρδίαν οὐκ ἔχομεν, ἀλλ' ὅτι μὴ ἔχοντες καρδίαν ἁγνήν, οὐδὲ τῷ δυναμένῳ ποιῆσαι ταύτην ἁγνὴν προσερχόμεθα. Δύναται γάρ, ἐὰν ἐθέλῃ· καὶ θέλει δὲ μᾶλλον ἡμῶν αὐτῶν· ἀλλὰ ἀναμένει μικρὰν πρόφασιν παρ' ἡμῶν λαβεῖν, ἵνα μετὰ παρρησίας ἡμᾶς στεφανώσῃ. Τίς τοῦ τελώνου γέγονεν ἁμαρτωλότερος; Ἀλλ' ὅτι μόνον εἶπεν· «Ἱλάσθητί μοι τῷ ἁμαρτωλῷ», κατῆλθεν ὑπὲρ τὸν φαρισαῖον δεδικαιωμένος. Καίτοι πόσην δύναμιν εἶχεν ἡ λέξις ἐκείνη; Ἀλλ' οὐχ ἡ λέξις αὐτὸν ἐκάθηρεν, ἀλλ' ἡ διάθεσις, μεθ' ἧς καὶ τὴν λέξιν ἐκείνην εἶπεν· μᾶλλον δὲ οὐδὲ ἡ διάθεσις μόνη, ἀλλὰ πρὸ ταύτης ἡ τοῦ Θεοῦ φιλανθρωπία.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Vidi dominum (homiliae 1-6). Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg498.local001/.
