Ancient Greek
Homily 6
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Vidi dominum (homiliae 1-6) 6.4.1
Not analysed yet
Ποῖος γάρ, εἰπέ μοι, κάματος, ποῖος πόνος, ποῖος ἱδρὼς τῷ ἁμαρτωλῷ πεῖσαι ἑαυτὸν ὅτι ἔστιν ἁμαρτωλὸς καὶ πρὸς τὸν Θεὸν τοῦτο εἰπεῖν; Ὁρᾷς ὡς οὐ μάτην ἔλεγον ὅτι μικρᾶς παρ' ἡμῶν ἐπιλαβέσθαι προφάσεως βούλεται καὶ τὸ πᾶν αὐτὸς εἰσφέρει λοιπὸν εἰς τὴν σωτηρίαν ἡμῶν; Μετανοήσωμεν τοίνυν, κλαύσωμεν, θρηνήσωμεν. Θυγατέρα τις πολλάκις ἀποβαλὼν τὸν πλείω διατελεῖ τῆς ζωῆς αὐτοῦ χρόνον ἐν θρήνοις καὶ ὀδυρμοῖς· ἡμεῖς ψυχὴν ἀπωλέσαμεν, καὶ οὐ θρηνοῦμεν; σωτηρίας ἐξεπέσομεν, καὶ οὐ κατακοπτόμεθα; Καὶ τί λέγω ψυχῆν καὶ σωτηρίαν; Δεσπότην παρωξύναμεν οὕτω πρᾷον καὶ ἥμερον, καὶ οὐ κατορύττομεν ἑαυτούς; Καὶ γὰρ οὐχὶ Δεσπότου κηδεμονικοῦ μόνον, ἀλλὰ καὶ πατρὸς φιλόπαιδος καὶ μητρὸς φιλοστόργου πᾶσαν εὔνοιαν ὑπερβαίνει τῇ περὶ ἡμᾶς κηδεμονίᾳ. «Μὴ ἐπιλήσεται γάρ, φησί, γυνὴ τοῦ παιδίου αὐτῆς, ἢ τοῦ μὴ ἐλεῆσαι τὰ ἔκγονα τῆς κοιλίας αὐτῆς; Εἰ δὲ καὶ ἐπιλάθοιτο γυνή, ἀλλ' ἐγὼ οὐκ ἐπιλήσομαι, λέγει Κύριος.» Πιστὴ μὲν οὖν καὶ πρὸ ἀποδείξεως ἡ ἀπόφασις· Θεοῦ γάρ ἐστιν· πλὴν ἀλλὰ καὶ διὰ τῶν πραγμάτων, φέρε, παράσχωμεν τὴν ἀπόδειξιν. Ἡ Ῥεβέκκα ποτὲ κελεύουσα τῷ παιδὶ τὸ κατὰ τὴν κλοπὴν τῶν εὐλογιῶν ὑποκρίνασθαι δρᾶμα καὶ περιστείλασα αὐτὸν πάντοθεν καλῶς καὶ τὸ προσωπεῖον ἐπιθεῖσα τοῦ ἀδελφοῦ, ἐπειδὴ εἶδεν οὐδὲ οὕτω θαρροῦντα, βουλομένη πάντα φόβον τοῦ παιδὸς ἐξελεῖν· «Ἐπ' ἐμὲ ἡ κατάρα σου, τέκνον», φησίν. Μητρὸς ὄντως τὸ ῥῆμα, καὶ ἐκκαιομένης τῇ φιλότητι τοῦ παιδός. Ἀλλ' ὁ Χριστὸς τοῦτο οὐκ εἶπεν μόνον, ἀλλὰ καὶ ἐποίησεν. οὐκ ἐπηγγείλατο μόνον, ἀλλὰ καὶ ἐγένετο. Καὶ Παῦλος βοᾷ λέγων· «Χριστὸς ἡμᾶς ἐξηγόρασεν ἐκ τῆς κατάρας τοῦ νόμου, γενόμενος ὑπὲρ ἡμῶν κατάρα.» Τοῦτον οὖν παροξυνοῦμεν· εἰπέ μοι· καὶ πῶς οὐ γεέννης αὐτῆς τοῦτο χαλεπώτερον καὶ τοῦ ἀτελευτήτου σκώληκος καὶ τοῦ ἀσβέστου πυρός; Ὅταν οὖν τῇ ἱερᾷ τραπέζῃ προσιέναι μέλλῃς, νόμιζε ἐκεῖ καὶ τὸν βασιλέα τῶν ἁπάντων παρεῖναι· καὶ γὰρ πάρεστιν ὄντως, τὴν ἑκάστου καταμανθάνων γνώμην, καὶ τίς μὲν μετὰ προσηκούσης ἁγιωσύνης, τίς δὲ μετὰ πονηροῦ προσέρχεται συνειδότος, μετὰ λογισμῶν ἀκαθάρτων καὶ ῥυπαρῶν, μετὰ πράξεων μιαρῶν. Κἂν μὲν εὕρῃ τινὰ τοιοῦτον, τέως μὲν αὐτὸν τῷ δικαστηρίῳ τοῦ συνειδότος παραδίδωσιν· εἶτα ἂν μὲν λαβὼν ἐκεῖνος μαστίξῃ τοῖς λογισμοῖς καὶ βελτίω κατασκευάσῃ, προσίεται πάλιν αὐτόν· ἂν δὲ ἀδιόρθωτος μείνῃ, κελεύει πρὸς τὰς αὑτοῦ παραδοθῆναι χεῖρας τὸν ἀγνώμονα καὶ ἀναισθητόν. «Φοβερὸν δὲ τὸ ἐμπεσεῖν εἰς χεῖρας Θεοῦ ζῶντος.» Οἶδα ὅτι δάκνει τὰ ῥήματα, ἀλλὰ τί πάθω; Εἰ μὴ πικρὰ ἐπιθῶμαι τὰ φάρμακα, τὰ τραύματα οὐκ ἀφαιρεθήσεται· ἂν πικρὰ ἐπιθῶμαι, ὑμεῖς τὴν ὀδύνην οὐ φέρετε. Στενά μοι πάντοθεν· πλὴν ἀλλ' ἀναγκαῖον ἀνασχεῖν τὴν χεῖρα λοιπόν· καὶ γὰρ ἱκανὰ τὰ εἰρημένα πρὸς διόρθωσιν τῶν προσεχόντων. Ἀλλ' ἵνα μὴ μόνοις ὑμῖν, ἀλλὰ καὶ ἑτέροις δι' ὑμῶν γένηται χρήσιμα, φέρε αὐτὰ πάλιν ἀνακεφαλαιωσώμεθα. Διελέχθημεν περὶ τῶν Σεραφίμ, ἐδείξαμεν ὅσον ἐστὶν ἀξίωμα πλησίον ἑστάναι τοῦ θρόνου τοῦ βασιλικοῦ καὶ ὅτι καὶ ἀνθρώποις τὸ ἀξίωμα τοῦτο κεκτῆσθαι δυνατόν. Εἴπομεν περὶ τῶν πτερύγων καὶ τῆς ἀπροσίτου δόξης τοῦ Θεοῦ καὶ περὶ τῆς πρὸς ἡμᾶς αὐτοῦ φιλανθρωπίας γινομένης· προσεθήκαμεν τὴν αἰτίαν τῆς κραυγῆς καὶ τοῦ διηνεκοῦς θαύματος καὶ πῶς ἐν ἀκαταπαύστῳ θεωρίᾳ ἀκατάπαυστος καὶ ἡ δοξολογία τῶν Σεραφίμ· ἀνεμνήσαμεν ὑμᾶς εἰς ποῖον ἐτελέσαμεν χορὸν καὶ μετὰ τίνων τὸν κοινὸν ἀνυμνήσαμεν Δεσπότην· τοὺς περὶ μετανοίας προσεθήκαμεν λόγους· καὶ τέλος ὅσον ἐστὶ κακὸν προσιέναι τοῖς μυστηρίοις μετὰ πονηροῦ συνειδότος ἐδείξαμεν καὶ πῶς οὐκ ἔστι διαφυγεῖν τὸν τὰ τοιαῦτα τολμήσαντα. Ταῦτα καὶ γυνὴ παρὰ ἀνδρὸς μανθανέτω καὶ παιδία παρὰ πατρὸς καὶ οἰκέτης παρὰ δεσπότου καὶ γείτων παρὰ γείτονος καὶ φίλος παρὰ φίλου, μᾶλλον δὲ καὶ πρὸς τοὺς ἐχθροὺς ταῦτα διαλεγώμεθα· καὶ γὰρ καὶ τῆς ἐκείνων σωτηρίας ἡμεῖς ἐσμεν ὑπεύθυνοι. Εἰ γὰρ καὶ τὰ ὑποζύγια αὐτῶν πεπτωκότα διαναστῆσαι καὶ πεπλανημένα διασῶσαι καὶ ἐπαναγαγεῖν κελευόμεθα, πολλῷ μᾶλλον τὴν ψυχὴν αὐτῶν πλανωμένην ἐπαναγαγεῖν χρὴ καὶ πεπτωκυῖαν διανιστᾶν. Ἂν οὕτω τὰ καθ' ἑαυτοὺς καὶ τὰ κατὰ τοὺς πλησίον οἰκονομῶμεν, δυνησόμεθα μετὰ παρρησίας στῆναι ἔμπροσθεν τοῦ βήματος τοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι δόξα, νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.