Ancient Greek · ~16 min
Section 16
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Vidua eligatur 16.1
Not analysed yet
Ταῦτ' οὖν εἰδότες ἅπαντα, καὶ γυναῖκες, καὶ ἄνδρες, καὶ παρθένοι, καὶ γεγαμημέναι, καὶ χῆραι, πολλὴν τῆς ἐλεημοσύνης ποιώμεθα σπουδήν· καὶ μὴ λέγωμεν, ὅτι ὁ δεῖνα πονηρὸς καὶ οὐκ ἄξιος εὖ παθεῖν, ὁ δεῖνα εὐτελὴς, ὁ δεῖνα ἀπεῤῥιμμένος. Μὴ πρὸς τὴν ἀξίαν ἴδῃς τοῦ δεομένου τῆς θεραπείας, ἀλλὰ πρὸς τὴν χρείαν μόνον. Κἂν γὰρ εὐτελὴς ᾖ καὶ ἀπεῤῥιμμένος, κἂν εὐκαταφρόνητος, ὁ Χριστὸς οὕτω σοι λογίζεται τὸν μισθὸν, ὡς αὐτὸς εὖ παθὼν δι' ἐκείνου. Ἵνα γὰρ μὴ πρὸς τὴν ἀξίαν βλέπωμεν τῶν εὐεργετουμένων, ἄκουσον τί φησι· Πεινῶντά με εἴδετε, καὶ ἐθρέψατε. Εἶτα ἐκείνων λεγόντων· Πότε σε εἴδομεν πεινῶντα, καὶ ἐθρέψαμεν; ἐπήγαγε λέγων· Ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τῶν μικρῶν τούτων, ἐμοὶ ἐποιήσατε· ὥστε οὐδεμία ἡμῖν καταλέλειπται πρόφασις. Ἵνα γὰρ μὴ λέγωμεν, ὅτι Ποῦ νῦν κατὰ τὸν Ἠλίαν εὑρεῖν; ποῦ δὲ κατὰ τὸν Ἐλισσαῖον; καὶ, Δός μοι τοιούτους ἄνδρας, καὶ μετὰ πάσης αὐτοὺς ὑποδέξομαι τῆς προθυμίας, καὶ οὐ παραιτήσομαι νίψαι τοὺς πόδας καὶ παντὶ θεραπεῦσαι τρόπῳ· ἵνα μὴ ταῦτα λέγωμεν, ὃ πολλῷ μεῖζόν ἐστιν, αὐτὸς ὁ τοῦ Ἠλίου καὶ τοῦ Ἐλισσαίου καὶ τῶν προφητῶν Δεσπότης ἁπάντων διὰ τῶν πενήτων ὑπέσχετο πρὸς ἡμᾶς εἰσιέναι, λέγων· Ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν μικρῶν, ἐμοὶ ἐποιήσατε. Ἀλλὰ μὴ παραδράμῃς τὸ εἰρημένον. Τὸ γὰρ, Πεινῶντά με εἴδετε καὶ ἐθρέψατε, τέσσαρας ἀνάγκας ἐφίστησιν ἐλεημοσύνης· τὸ ἀξιόπιστον τοῦ αἰτοῦντος, ὅτι Δεσπότης ἐστὶν ὁ αἰτῶν· τὸ ἀναγκαῖον τῆς χρείας, ὅτι πεινᾷ· τὸ εὔκολον τῆς δόσεως, ὅτι τραφῆναι ζητεῖ καὶ ἄρτον αἰτεῖ μόνον, οὐχὶ τρυφήν· τὸ μέγεθος τῆς δωρεᾶς, ὅτι βασιλείαν ἀντὶ τούτων τῶν μικρῶν ἐπαγγέλλεται. Ἀπάνθρωπος εἶ καὶ ὠμὸς καὶ ἀνηλεής; Αἰδέσθητι, φησὶ, τὸ ἀξίωμα τοῦ αἰτοῦντος. Ἀλλ' οὐ δυσωπεῖ σε τὸ ἀξίωμα; Πρὸς τὴν συμφορὰν ἐπικάμφθητι. Ἀλλ' οὔτε τὰ τῆς συμφορᾶς εἰς ἔλεόν σε ἐπικάμπτει; Διὰ τὸ τῆς αἰτήσεως εὔκολον δός. Οὔτε τὸ ἀξίωμα, οὔτε τὸ ἀναγκαῖον τῆς χρείας, οὔτε τὸ εὔκολον τῆς δόσεως δύναταί σε πεῖσαι; Οὐκοῦν διὰ τὸ μέγεθος τῶν ἐπηγγελμένων ἀγαθῶν παράσχες τῷ δεομένῳ. Ὁρᾷς τέσσαρας αἰτίας δυναμένας καὶ τὸν λίθον αὐτὸν, καὶ τὸν μικρολόγον, καὶ τὸν τετυφωμένον, καὶ τὸν ἀνηλεῆ, καὶ τὸν νωθρότατον ἁπάντων ἀνθρώπων διαναστῆσαι; Τίς οὖν ἔσται συγγνώμη τοῖς μετὰ τοσαύτην παραίνεσιν καὶ συμβουλὴν τῶν δεομένων ὑπερορῶσιν; Εἴπω δὴ καὶ ἕτερον πρὸς τούτοις· ἀκουέτωσαν οἱ μεμυημένοι. Αὐτὸς, ὅταν δέῃ σε θρέψαι, οὐδὲ τῆς σαρκὸς φείδεται τῆς ἑαυτοῦ· ὅταν δέῃ σε ποτίσαι, οὐδὲ τοῦ αἵματος φείδεται, οὐδὲ φθονεῖ· σὺ δὲ οὐδὲ ἄρτου μεταδίδως, οὐδὲ ποτηρίου; Καὶ ποίαν ἕξεις συγγνώμην τοιαῦτα λαμβάνων, καὶ οὕτω τίμια, καὶ τῶν εὐτελῶν φειδόμενος; Ὅρα μὴ πολλάκις φειδόμενος τῷ Χριστῷ δοῦναι ἐπὶ κέρδει, δῷς ἐπὶ βλάβῃ τῷ διαβόλῳ. Ὅταν γὰρ πένησι μὴ δῶμεν, συκοφάνταις διδόαμεν· κλέπται πολλάκις, ἢ καὶ οἰκέται κακοῦργοι λαμβάνοντες ἀπῆλθον, ἢ καὶ ἕτεραι πραγμάτων περιστάσεις. Καὶ ταῦτα δὲ ὅταν διαφύγωμεν ἅπαντα, θάνατος ἐπελθὼν γυμνὸν ἀπήγαγεν. Ἵν' οὖν μὴ ταῦτα γίνηται, προλαβόντες δῶμεν αἰτοῦντι τῷ Χριστῷ, καὶ εἰς τὸν ἄσυλον ἀποθώμεθα θησαυρὸν, ἵνα καὶ ὑπὲρ τῆς φυλακῆς καὶ ὑπὲρ τῆς προσόδου θαῤῥῶμεν. Οὐ γὰρ διατηρεῖ μόνον, ἅπερ ἔλαβε, μετὰ ἀκριβείας· ἀλλὰ μετὰ πλείονος αὐτὰ ἀποδίδωσί σοι τῆς προσθήκης πάλιν. Μὴ τοίνυν νομίζωμεν ἡμῖν ἐλαττοῦσθαι τὴν οὐσίαν, ὅταν ἐλεημοσύνην παρέχωμεν. Οὐ γὰρ ἐλαττοῦται, ἀλλ' αὔξεται· οὐ δαπανᾶται, ἀλλὰ πλεονάζει, καὶ πραγματεία τίς ἐστι καὶ σπόρος τὸ γινόμενον· μᾶλλον δὲ ἀμφοτέρων τούτων κερδαλεώτερον καὶ ἀσφαλέστερον. Ἡ μὲν γὰρ ἐμπορία καὶ πνεύμασι καὶ κύμασι θαλάσσης ὑπόκειται καὶ ναυαγίοις πολλοῖς, καὶ τὰ σπέρματα καὶ αὐχμοῖς καὶ ἐπομβρίαις καὶ ἑτέραις ἀέρων ἀνωμαλίαις· τὰ δὲ εἰς τὴν χεῖρα τοῦ Χριστοῦ καταβαλλόμενα χρήματα ἀνώτερα πάσης ἐστὶν ἐπιβουλῆς. Οὐδεὶς δύναται ἁρπάζειν ἐκ τῆς χειρὸς τοῦ λαβόντος τὰ δοθέντα ἅπαξ· ἀλλὰ μένει πολὺν ἡμῖν καὶ ἄφατον ἐργαζόμενα τὸν καρπὸν, καὶ τὸν ἄμητον ἐν καιρῷ φέροντα πλούσιον. Ὁ σπείρων γὰρ φειδομένως, φησὶ, φειδομένως καὶ θερίσει· καὶ ὁ σπείρων ἐπ' εὐλογίαις, ἐπ' εὐλογίαις καὶ θερίσει. Σπείρωμεν τοίνυν μετὰ δαψιλείας, ἵνα καὶ οὕτω θερίσωμεν, καὶ τῆς αἰωνίου ζωῆς ἀπολαύσωμεν· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, μεθ' οὗ τῷ Πατρὶ σὺν τῷ ἁγίῳ Πνεύματι δόξα, κράτος, τιμὴ, νῦν καὶ ἀεὶ, καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.