# In illud: Vidua eligatur 8

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Vidua eligatur, Section 8. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-illud-vidua-eligatur/8

Μὴ τοίνυν ἀμελῶμεν, εἰδότες ὅτι τῶν κατὰ Θεὸν αὐτοῖς εὖ διακειμένων, καὶ κατὰ τὸν παρόντα βίον ἔσονται εὐδόκιμοι καὶ λαμπροί. Τὸν γὰρ ἀρετῇ συζῶντα καὶ ἐπιεικείᾳ πάντες αἰδοῦνται καὶ τιμῶσι, κἂν ἁπάντων πενέστερος ᾖ, ὥσπερ οὖν τὸν πονηρὸν καὶ διεστραμμένον ἀποστρέφουσι καὶ μισοῦσιν ἅπαντες, κἂν εὐπορίαν ᾖ κεκτημένος πολλήν. Οὐ τοῖς ἄλλοις δὲ μόνον ἀνθρώποις ἔσται αἰδέσιμος, ἀλλὰ καὶ σοὶ τῷ γεγεννηκότι ποθεινότερος, πλὴν τῆς φύσεως οὐκ ἐλάττονα ἑτέραν ὑπόθεσιν ἔχων πρὸς τὸ φιλεῖσθαι τὴν ἀρετήν· οὐ ποθεινότερος δὲ μόνον, ἀλλὰ καὶ χρησιμώτερος ἔσται σοι θεραπεύων, δουλεύων, γηροκομῶν. Ὥσπερ γὰρ οἱ περὶ τὸν Θεὸν ἀγνώμονες καὶ τῶν γεγεννηκότων καταφρονοῦσιν· οὕτως οἱ τὸν πεποιηκότα θεραπεύοντες, ἐν πολλῇ καὶ τοὺς γεγεννηκότας ἔχουσι τῇ τιμῇ. Ἵνα οὖν καὶ παρὰ Θεῷ, καὶ παρὰ ἀνθρώποις εὐδοκιμῇ, καί σοι τὴν ζωὴν ἡδεῖαν ποιῇ, καὶ τῆς μελλούσης ἀπαλλάττῃ κολάσεως, πᾶσαν ἐπιδείκνυσο περὶ αὐτὸν τὴν σπουδήν. Ὅτι γὰρ οἱ τῶν παίδων ἀμελοῦντες, κἂν τἄλλα ὦσιν ἐπιεικεῖς καὶ μέτριοι, διὰ ταύτην τὴν ἁμαρτίαν τὴν ἐσχάτην ὑποστήσονται δίκην, ἱστορίαν σοί τινα διηγήσομαι παλαιάν. Ἱερεύς τις ἦν παρὰ τοῖς Ἰουδαίοις ἐπιεικὴς τὰ ἄλλα καὶ μέτριος, Ἠλεῖ τῷ ὀνόματι. Ἦν οὖν οὗτος Ἠλεῖ δύο παῖδας ἔχων εἰς ἔσχατον πονηρίας ἐληλακότας· οὐ κατεῖχε δὲ, οὐδὲ ἐκώλυε· μᾶλλον δὲ κατεῖχε μὲν καὶ ἐκώλυεν, οὐ μετὰ τῆς προσηκούσης δὲ ἀκριβείας καὶ σφοδρότητος. Δέον γὰρ μαστιγῶσαι, τῆς πατρῴας ἐκβαλεῖν οἰκίας, πάντα ἐπιδείξασθαι διορθώσεως τρόπον, παρῄνει καὶ συνεβούλευε μόνον, οὕτω λέγων· Μὴ, τέκνα, μὴ ποιεῖτε οὕτως· ὅτι οὐκ ἀγαθὴ ἡ ἀκοὴ, ἣν ἐγὼ ἀκούω περὶ ὑμῶν. Τί λέγεις; τὸν Δεσπότην ὕβρισαν, καὶ τέκνα καλεῖς; ἠγνόησαν τὸν πεποιηκότα, καὶ σὺ ἐπιγινώσκεις αὐτῶν τὴν συγγένειαν; Διὰ τοῦτό φησιν, ὅτι οὐκ ἐνουθέτει αὐτούς· νουθεσία γάρ ἐστιν, οὐκ ἐὰν ἁπλῶς συμβουλεύσωμεν, ἀλλ' ἐὰν σφοδρότερον καὶ τομώτερον καὶ ὅσην ἡ τοῦ τραύματος ἀπαιτεῖ σηπεδὼν, τοσαύτην ἐπαγάγωμεν τὴν πληγήν. Οὐ τοίνυν ἀρκεῖ τὸ εἰπεῖν, οὐδὲ τὸ παραινέσαι μόνον, ἀλλὰ καὶ πολὺν ἐπιτειχίσαι δεῖ τὸν φόβον, ὥστε τὴν τῆς νεότητος περικόψαι ῥᾳθυμίαν. Ἐπεὶ οὖν παρῄνει μὲν, οὐ παρῄνει δὲ ὡς ἔδει, τοῖς πολεμίοις αὐτοὺς ἐξέδωκε, καὶ μάχης γενομένης, ἔπεσον ἐπὶ τῆς παρατάξεως, καὶ τὴν ἀγγελίαν οὐκ ἐνεγκὼν, πεσὼν συνετρίβη καὶ αὐτὸς καὶ ἀπέθανεν. Ὁρᾷς ὅτι δικαίως εἶπον, ὅτι καὶ παιδοκτόνοι οἱ πατέρες εἰσὶν, οἱ μὴ σφοδρῶς τοῖς αὐτῶν κεχρημένοι παισὶ ῥᾳθυμοῦσι, μηδὲ τὴν κατὰ Θεὸν ἀπαιτοῦντες αὐτοὺς εὐλάβειαν; Οὕτω γοῦν ὁ Ἠλεῖ παιδοκτόνος ἐγένετο. Εἰ γὰρ οἱ πολέμιοι κατέσφαξαν αὐτοῦ τοὺς υἱοὺς, ἀλλὰ τῆς σφαγῆς οὗτος αἴτιος ἐγένετο, διὰ τῆς περὶ αὐτοὺς ῥᾳθυμίας ἀποστήσας τοῦ Θεοῦ τὴν βοήθειαν, καὶ γυμνοὺς καὶ ἐρήμους δείξας τοῖς βουλομένοις αὐτοὺς ἀνελεῖν. Οὐκ ἐκείνους δὲ μόνον, ἀλλὰ καὶ ἑαυτὸν προσαπώλεσε.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Vidua eligatur. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg079.local001/.
