# In illud: Vidua eligatur 9

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Vidua eligatur, Section 9. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-illud-vidua-eligatur/9

Τοῦτο δὴ πολλοὶ καὶ τῶν νῦν πατέρων πάσχουσιν· οὐ βουλόμενοι μαστῖξαι, οὐδὲ ἐπιτιμῆσαι ῥήμασιν, οὐδὲ λυπῆσαι τοὺς ἑαυτῶν υἱοὺς ἀτάκτως ζῶντας καὶ παρανόμως, πολλάκις εἶδον ἐπὶ τοῖς ἐσχάτοις ἁλόντας, εἰς δικαστήριον ἁρπαγέντας, ὑπὸ δημίων ἀποτμηθέντας. Ὅταν γὰρ σὺ μὴ παιδεύσῃς, ὅταν σὺ μὴ σωφρονίσῃς, μιαροῖς ἀνθρώποις καὶ διεφθαρμένοις σαυτὸν ἀναμίξας, καὶ κοινωνήσας τῆς πονηρίας αὐτοῖς, ὑπὸ τοῖς κοινοῖς ἄγονται νόμοις καὶ κολάζονται πάντων ὁρώντων· καὶ μετὰ τῆς συμφορᾶς μείζων ἡ αἰσχύνη γίνεται, δακτυλοδεικτούντων ἁπάντων τὸν πατέρα μετὰ τὴν ἐκείνου τελευτὴν, καὶ ἄβατον αὐτῷ ποιούντων τὴν ἀγοράν. Ποίοις γὰρ ὀφθαλμοῖς ἀντιβλέψαι δυνήσεται τοῖς ἀπαντῶσιν αὐτῷ μετὰ τὴν τοιαύτην τοῦ παιδὸς ἀσχημοσύνην καὶ συμφοράν; Διὸ δέομαι καὶ ἀντιβολῶ πολλὴν τῶν οἰκείων παίδων ποιεῖσθαι τὴν πρόνοιαν, καὶ πανταχοῦ τὴν σωτηρίαν ζητεῖν αὐτῶν τῆς ψυχῆς. Διδάσκαλος εἶ τῆς οἰκίας ἁπάσης, καὶ τὴν γυναῖκα καὶ τοὺς υἱούς σοι παραπέμπει συνεχῶς ὁ Θεός. Καὶ νῦν μέν φησιν ὁ Παῦλος περὶ τῶν γυναικῶν· Εἰ δέ τι μανθάνειν θέλουσιν, ἐν οἴκῳ τοὺς ἰδίους ἄνδρας ἐπερωτάτωσαν· νῦν δὲ περὶ τῶν παίδων, Ἐκτρέφετε αὐτὰ ἐν παιδείᾳ καὶ νουθεσίᾳ Κυρίου, Νόμισον ἀγάλματα χρυσᾶ ἔχειν ἐπὶ τῆς οἰκίας, τὰ παιδία· καθ' ἑκάστην ἡμέραν αὐτὰ ῥύθμιζε καὶ περισκόπει μετὰ ἀκριβείας, καὶ παντὶ τρόπῳ τὴν ψυχὴν αὐτῶν κατακόσμει καὶ διάπλαττε· μίμησαι τὸν μακάριον Ἰὼβ, ὃς καὶ ὑπὲρ τῶν κατὰ διάνοιαν αὐτοῖς πλημμελουμένων δεδοικὼς, προσέφερεν ὑπὲρ αὐτῶν θυσίας, καὶ πολλὴν αὐτῶν ἐποιεῖτο τὴν πρόνοιαν. Μίμησαι τὸν Ἀβραάμ· καὶ γὰρ ἐκεῖνος οὐχ ὑπὲρ χρημάτων καὶ κτημάτων ἐσπούδαζεν, ἀλλ' ὑπὲρ τῶν θείων νόμων, ὅπως αὐτῶν τὴν φυλακὴν τοῖς ἐκγόνοις μετὰ ἀκριβείας παρακαταθοῖτο. Καὶ μαρτυρεῖ ταύτην αὐτοῦ τὴν ἀρετὴν ὁ Θεὸς οὕτω λέγων· ᾜδειν γὰρ, ὅτι συντάξει Ἀβραὰμ τοῖς παισὶν αὐτοῦ τὰ κρίματα καὶ τὰ δικαιώματα. Καὶ ὁ Δαυῒδ δὲ, ἡνίκα ἐτελεύτα, ἀντὶ μεγάλης κληρονομίας καλέσας τὸν υἱὸν τὸν ἑαυτοῦ, ταῦτα παρηγγύα καὶ συνεχῶς ἔλεγεν· ὅτι Εἰ βουληθείης, παιδίον, κατὰ τοὺς τοῦ Θεοῦ νόμους ζῇν, οὐδὲν ἐμπεσεῖται τῶν ἀδοκήτων, ἀλλὰ πάντα σοι κατὰ ῥοῦν ἥξει τὰ πράγματα, καὶ πολλῆς ἀπολαύσῃ τῆς ἀσφαλείας· ἂν δὲ ἐκείνης ἐκπέσῃς τῆς βοηθείας οὐδὲν ὄφελός σοι τῆς βασιλείας καὶ τῆς πολλῆς ταύτης δυνάμεως. Ταῦτα καὶ τοιαῦτα ἔλεγεν, εἰ καὶ μὴ τοῖς ῥήμασι τούτοις.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In illud: Vidua eligatur. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg079.local001/.
