# In infirmos [Sp.] 323

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In infirmos [Sp.], Pg 323. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-infirmos-sp/323

Oratio in infirmos (=in servam Dei Mariam). Δέσποτα Κύριε, ὁ ἰατρὸς τῶν νοσούντων καὶ θεὸς πάσης παρακλήσεως, ὁ μὴ βουλόμενος εἶναι τὸν ἄνθρωπον νοσερὸν ἢ κατώδυνον, ἀλλ' ἱλαρὸν καὶ ὑγιῆ ὁλοτελῆ, αὐτὸς καὶ τὴν δούλην σου Μαρίαν τὴν σωματικὴν ἀσθένειαν πεσοῦσαν καὶ ἐν ἀθυμίᾳ πάσῃ γεναμένη(ν) ἀνάστησον, οἴκτειρον, μὴ παρίδῃς, σβέσον τὸν πυρετόν, πράϋνον τὸ ἄλγος, ἀπέλασον τὴν ῥαθυμίαν. ὁ τὴν πενθερὰν τοῦ Πέτρου πυρήσουσαν καὶ δεινῶς κατακειμένην καὶ ταύτην τῷ ῥήματί σου ἀναστήσας πρὸς τὸ διακονεῖν σοι, αὐτός, βασιλεῦ, πάρεσο καὶ νῦν ἐπὶ τὴν δούλην σου Μαρίαν καὶ καταπράϋνον τὸ ἄλγος τῆς ψυχῆς καὶ τὴν νόσον τοῦ σώματος. ὁ τὸν κορυφαιότατον τῶν ἀποστόλων δι' ἀγγέλου ἐξαγαγὼν ἐκ τῶν δεσμῶν τῆς φρουρᾶς, ὁ τὸν κήρυκα τῆς ἐκκλησίας Παῦλον τὸν ἀπόστολον ῥυσάμενος ἐκ τὴν τοῦ Νέρωνος βασιλέως τιμωρία(ν) αὐτὸς καὶ τὸν δοῦλόν σου λύτρωσαι τῆς συνεχούσης ὀδύνης· ὁ τὸν ἐπιστήθιον φίλον σου καὶ ἠγαπημένον Ἰωάννην καὶ Θεολόγον ῥυσάμενος ἐκ τῆς Πάτμου καὶ Ἀρτέμιδος, ὁ τὸν πάμφρωνα Νῶε ἐκ τοῦ φρικτοῦ καὶ πανολέθρου κατακλυσμοῦ διασώσας, αὐτὸς καὶ νῦν ἔκτεινόν σου τὴν ἀόρατον καὶ πνευματικὴν δεξιὰν καὶ ἀνάστησον τὸ πλάσμα σου ἐκ τῆς πλάνης ταύτης. ὁ τὸν ξενοδόχον καὶ δικαιότατον Ἀβραὰμ ῥυσάμενος πάσης θλίψεως καὶ ὀδύνης, ὁ τὸν μυρίαθλον Ἰὼβ ἐκ τῆς κοπρίας ἀναστήσας αὐτὸς ἀνάστησον καὶ τὴν δούλην σου Μαρίαν ἐκ τῆς περιεχούσης αὐτῆς σωματικῆς ἀσθενείας. ὁ τὸν νομοδότην καὶ δικαιότατον Μωϋσῆν ἐξ Αἰγύπτου καλέσας, ὁ τὸν ἠγαπημένον σου παῖδα Ἰσραὴλ ἐκ τῆς κακίστης καὶ πονηρᾶς δουλείας τοῦ πικροτάτου φαραὼ διασώσας αὐτὸς καὶ τὴν δούλην σου Μαρίαν βοήθησον, σβέσον τὸν πυρετόν, πράϋνον τὸ ἄλγος, πᾶσαν πονηρὰν ἀσθένειαν ἀπέλασον ἀπ' αὐτῆς καὶ ἔγειρον τὴν δούλην σου ἀπὸ κλίνης ὀδυνερᾶς (=—νη—) καὶ ἀπὸ στρωμνῆς κακώσεως. ὁ τὸν Ἰακὼβ ἐκ χειρὸς Ἡσαῦ διασώσας, ὁ τὸν Τοβὴτ ὀμματώσας

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In infirmos [Sp.]. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg417.local001/.
