Ancient Greek · ~16 min
Chapter 1
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Isaiam 1.2.1
Not analysed yet
Ἣν εἶδε κατὰ τῆς Ἰουδαίας καὶ κατὰ Ἱερουσαλήμ. Τίνος ἕνεκεν διῃρημένως ἑκατέρων ἐμνημόνευσε τῶν χωρίων; Ἐπειδὴ καὶ αἱ τιμωρίαι διῃρημένως γεγόνασι καὶ ἐν διαφόροις καιροῖς, τοῦ Θεοῦ καὶ τοῦτο σοφῶς οἰκονομήσαντος, τὸ μὴ πάντας ἀθρόον ἀπολέσαι, ἀλλ' ἠρέμα καὶ κατὰ μικρόν, ὥστε τῇ τῶν ἀπαχθέντων τιμωρίᾳ τοὺς λειπομένους γενέσθαι σωφρονεστέρους. Εἰ δὲ οὐκ ἐχρήσαντο εἰς δέον τῷ φαρμάκῳ, οὐχὶ τοῦ ἰατροῦ, ἀλλὰ τῶν καμνόντων τὸ ἔγκλημα. Ποιεῖ δὲ αὐτὸ διὰ παντὸς καὶ καθ' ἑκάστην γενεάν, οὐ πάντας ὁμοῦ τοὺς τὰ αὐτὰ ἁμαρτάνοντας ὁμοῦ καὶ κολάζων· ἢ γὰρ ἂν ἅπαν ἡμῶν πάλαι προανηρπάσθη τὸ γένος· ἀλλὰ τοὺς μὲν ἐνταῦθα ἀπαιτεῖ δίκην, αὐτοῖς τε ἐκείνοις κουφοτέραν τὴν ἐκεῖ κατασκευάζων κόλασιν καὶ τοῖς συνακμάζουσιν αὐτοῖς μεγίστην τὴν τῆς ἐπὶ τὸ βέλτιον μεταβολῆς προαποτιθέμενος ὑπόθεσιν· τοὺς δὲ μήτε οἴκοθεν, μήτε ἐκ τῆς τοιαύτης οἰκονομίας βουλομένους τι κερδαίνειν, τῇ ἀπαραιτήτῳ καὶ φοβερᾷ τῆς κρίσεως ταμιευόμενος ἡμέρᾳ. Ἐν βασιλείᾳ Ὀζίου καὶ Ἰωάθαν, καὶ Ἄχαζ καὶ Ἐζεκίου, οἳ ἐβασίλευσαν τῆς Ἰουδαίας. Καὶ τὸν καιρὸν ἀναγκαίως προτίθησι, τὸν φιλόπονον ἀκροατὴν παραπέμπων εἰς τὴν ἱστορίαν τῶν γεγενημένων. Οὕτω γὰρ εὐμαθεστέρα τε ἔσται καὶ σαφεστέρα ἡ προφητεία, εἰ μάθοιμεν, πῶς τῶν πραγμάτων διακειμένων καὶ πῶς τῶν τραυμάτων ἐχόντων τῶν Ἰουδαϊκῶν, οὗτοι τὰ φάρμακα κατεσκεύασαν. Ἄκουε, οὐρανέ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησεν. Πολλοῦ γέμει τοῦ θυμοῦ τὸ προοίμιον. Εἰ γὰρ μὴ σφοδρά τις ἦν καὶ ἄφατος ἡ ὀργή, οὐκ ἂν τοὺς ἀνθρώπους ἀφείς, πρὸς τὰ στοιχεῖα τὸν λόγον ἔτρεψεν. Ποιεῖ δὲ αὐτό, οὐχ ὥστε τὴν ὀργὴν ἐνδείξασθαι μόνον, ἀλλ' ὥστε καὶ αὐτοὺς τοὺς ἀκούειν μέλλοντας μετὰ πολλῆς ἐντρέψαι τῆς ὑπερβολῆς, δεικνὺς ὅτι τῶν ἀναισθήτων φύσει στοιχείων χεῖρον οἱ λόγῳ τετιμημένοι διάκεινται. Τοῦτο δὲ καὶ ἑτέροις ἔθος προφήταις ποιεῖν. Διά τοι τοῦτο καὶ ὁ πρὸς τὸν Ἱεροβοὰμ ἀποσταλείς, ἀφεὶς τὸν βασιλέα πρὸς ὃν ἀπεστέλλετο, τῷ θυσιαστηρίῳ διαλέγεται. Καὶ Ἱερεμίας τὴν γῆν ἐκάλει λέγων· Γῆ, γῆ, γῆ γράψον τὸν ἄνδρα τοῦτον, ἄνδρα ἐκκήρυκτον. Καὶ ἕτερος πάλιν ἔλεγεν· Ἀκούσατε, φάραγγες, θεμέλια τῆς γῆς. Υἱοὺς ἐγέννησα. Οὐ τὴν κοινὴν πρὸς πάντας ἀνθρώπους τίθησιν εἰς αὐτοὺς εὐεργεσίαν, ὅπερ ἦν τὸ γενέσθαι, ἀλλὰ τὴν ἐξαίρετον, ὅπερ ἦν τὸ υἱοὺς γενέσθαι. Πανταχοῦ γὰρ ἄρχει τῶν εὐεργεσιῶν ὁ Θεὸς καὶ ὥσπερ τὸν ἄνθρωπον πλάττων, οὐδέπω γενόμενον ἐτίμησε τῇ ἀρχῇ, εἰπών· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν· ἐπὶ δὲ τῆς Καινῆς καὶ μειζόνως· οὐ γὰρ δὴ μόνον μηδὲν εἰργασμένους, ἀλλὰ καὶ μυρία κακὰ εἰργασμένους ἐτίμησε διὰ τῆς τοῦ λουτροῦ παλιγγενεσίας· οὕτω καὶ ἐνταῦθα ἔστιν ἰδεῖν, ὅτι τῇ υἱοθεσίᾳ οὐχὶ μόνον οὐδὲν κατωρθωκότας, ἀλλὰ καὶ ἐπταικότας ἐτίμησεν. Οὐ μὴν ἐπειδὴ τιμᾷ πρὸ τῶν πόνων, ἀποστερεῖ μετὰ τοὺς πόνους, ἀλλὰ καὶ τότε μείζονα δίδωσι τὰ ἔπαθλα. Καὶ ὕψωσα. Τὰ ἐν Αἰγύπτῳ, τὰ ἐν τῇ ἐρήμῳ, τὰ ἐν Παλαιστίνῃ ἑνὶ ῥήματι παρέδραμεν. Ἔθος γὰρ τῷ Θεῷ τοῦτο, διὰ τὴν περιουσίαν τῶν εὐεργεσιῶν μὴ κατὰ μικρὸν ἐνδιατρίβειν τῇ διηγήσει τῶν γεγενημένων. Αὐτοὶ δέ με ἠθέτησαν. Παρέβησάν μου, φησί, τὸν νόμον, τὰ προστάγματά μου κατέλιπον. Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ. Αἱ συγκρίσεις αὔξησιν τῆς κατηγορίας ποιοῦσιν καὶ μάλιστα ὅταν ἐξ ἀνίσων ὦσιν· καθὼς καὶ ὁ Χριστός φησι. Ἄνδρες Νινευῗται ἀναστήσονται ἐν τῇ κρίσει μετὰ τῆς γενεᾶς ταύτης καὶ κατακρινοῦσιν αὐτήν· καὶ πάλιν Βασίλισσα νότου ἐγερθήσεται ἐν τῇ κρίσει καὶ κατακρινεῖ τὴν γενεὰν ταύτην, ὅτι ἦλθεν ἐκ τῶν περάτων τῆς γῆς ἀκοῦσαι τὴν σοφίαν Σολομῶντος. Καὶ Ἱερεμίας δὲ πάλιν φησί· Πορεύθητε εἰς νήσους Κετιὶμ καὶ ἴδετε· καὶ εἰς Κεδὰρ ἀποστείλατε καὶ γνῶτε, εἰ ἀλλάξονται ἔθνη τοὺς θεοὺς αὐτῶν· ὁ δὲ λαός μου ἠλλάξατο τὴν δόξαν αὐτοῦ, ἐξ ἧς οὐκ ὠφεληθήσεται. Τὸ ἀνεπαχθὲς τῆς νομοθεσίας δείκνυσι καὶ ὅσον ἀπαιτεῖ παρὰ τῶν ἀνθρώπων μέτρον, ὃ καὶ ἀλόγοις εὔκολον κατορθῶσαι, καὶ ἀλόγων τοῖς ἀνοητοτέροις. Ἀλλ' ἐρεῖ τις, ὅτι ἐκεῖνα ἐν τῇ φύσει ἔχει τὸ γνωρίζειν. Ἀλλὰ δυνατὸν τὰ φύσει κατορθούμενα ἐκείνοις ἐκ προαιρέσεως ὑφ' ἡμῶν γίνεσθαι. Ἔγνω βοῦς τὸν κτησάμενον· οὐ τὸ ἐξαίρετον τῆς δωρεᾶς τίθησιν αὐτοῖς, ἀλλὰ καὶ τῇ ὑπερβολῇ τῆς κακίας αὐτῶν αὔξει τὴν κατηγορίαν. Ὥσπερ γὰρ εἰς ἐντροπὴν αὐτῶν τὰ στοιχεῖα καλεῖ, οὕτω πάλιν οὐκ ἀνθρώποις, ἀλλὰ ἀλόγοις αὐτοῖς συγκρίνει, καὶ τούτων τοῖς ἀνοητοτάτοις, καὶ δείκνυσι χείρους κἀκείνων.