# In Isaiam 1.3.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Isaiam, Chapter 1. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-isaiam/1.3.1

Οὕτω καὶ Ἱερεμίας ποιεῖ, τρυγόνα καὶ χελιδόνα παράγων εἰς μέσον, καὶ ὁ Σολομῶν δὲ νῦν μὲν πρὸς τὸν μύρμηκα, νῦν δὲ πρὸς τὴν μέλιτταν πέμπων τὸν ἀργὸν βίον ζῶντα. Ἰσραὴλ δέ με οὐκ ἔγνω. Ἐπίτασις κακίας, ὅταν καὶ οἱ ᾠκειωμένοι, καὶ μετὰ τοσαύτας τιμάς, καὶ πάντες ἀθρόον πρὸς τὴν κακίαν ὦσιν ηὐτομοληκότες. Οὐκ εἶπεν Ἰακώβ, ἀλλ' Ἰσραήλ, ὥστε τῇ ἀρετῇ τοῦ προγόνου τῶν ἐκγόνων μείζονα δεῖξαι τὴν ἀγνωμοσύνην. Ὁ μὲν γὰρ τῇ τῆς ψυχῆς ἀρετῇ τὴν εὐλογίαν ἐπεσπάσατο τὴν τῆς προσηγορίας, οἱ δὲ διὰ τῆς παρανομίας αὐτὴν προὔδωκαν. Καὶ ὁ λαός μου ἐμὲ οὐ συνῆκεν· Ἐμέ, φησί, τὸν τοῦ ἡλίου φανερώτερον. Οὐαὶ ἔθνος ἁμαρτωλόν. Καὶ τοῦτο τοῖς προφήταις ἔθος, τοὺς τὰ ἀνίατα νοσοῦντας θρηνεῖν. Οὕτω καὶ Ἱερεμίας πολλαχοῦ· οὕτω καὶ ὁ Χριστὸς λέγων· Οὐαί σοι Χωραζί, οὐαί σοι Βηθσαϊδά. Ἐπεὶ καὶ τοῦτο διδασκαλίας εἶδος. Ὃν γὰρ οὐκ ἀνεκτήσατο λόγος, τοῦτον πολλάκις διώρθωσε θρῆνος. Λαὸς πλήρης ἁμαρτιῶν. Ἄλλη προσθήκη κατηγορίας, τὸ καὶ πάντας, καὶ μετ' ἐπιτάσεως. Σπέρμα πονηρόν. Οὐ τὴν γένεσιν αὐτῶν διαβάλλει, ἀλλὰ δείκνυσιν ἐκ πρώτης ἡλικίας ὄντας κακούς. Ὥσπερ γὰρ ὁ Ἰωάννης λέγων· Ὄφεις, γεννήματα ἐχιδνῶν, οὐ τὴν φύσιν αὐτὴν ἀτιμάζει· οὐ γὰρ ἂν εἶπε· Ποιήσατε οὖν καρποὺς ἀξίους τῆς μετανοίας, εἰ φύσει καὶ ἀπὸ γεννήσεως ἧσαν τοιοῦτοι· οὕτω καὶ ἐνταῦθα λέγων· Σπέρμα πονηρόν, οὐ τὴν γέννησιν αὐτῶν διαβάλλει. Υἱοὶ ἄνομοι. Οὐκ εἶπε· Παράνομοι, ἀλλ', Ἄνομοι, τῶν οὐδαμῶς εἰληφότων νόμον οὐδὲν ἄμεινον διακείμενοι. Ἀλλὰ τῆς προαιρέσεως τὴν διαφορὰν δηλοῖ. Ἐγκατελίπετε τὸν Κύριον καὶ παρωργίσατε. Ἐμφαντικῶς τοῦτο εἴρηκε. Καὶ γὰρ ἤρκει τὸ ὄνομα τοῦ Θεοῦ εἰς κατηγορίαν· ὅπερ ὁ Ἱερεμίας ἐγκαλεῖ λέγων· Ὅτι καὶ αὐτοῦ ἀπέστησαν, καὶ δαίμοσι προσηλώθησαν. Τὸν ἅγιον τοῦ Ἰσραήλ. Καὶ τοῦτο κατηγορίας ἐπίτασις, ὅτι κοινὸς ὢν ἁπάντων Δεσπότης, αὐτοῖς ἐγνωρίζετο τότε. Ἀπηλλοτριώθησαν εἰς τὰ ὀπίσω. Τί ἔτι πληγῆτε προστιθέντες ἀνομίας; Μεγίστη κατάγνωσις, ὅταν μηδὲ ταῖς τιμωρίαις γίνωνται βελτίους. Καὶ τοῦτο δὲ εἶδος εὐεργεσίας, τὸ κολάζειν. Οὐδὲ γὰρ ἂν ἔχοιεν εἰπεῖν, ὅτι ἐτίμησε καὶ εὐηργέτησε μόνον, ἁμαρτάνοντας δὲ ἠφίει· ἀλλὰ καὶ τιμαῖς ἐφείλκετο καὶ φόβῳ τῶν κολάσεων ἐσωφρόνιζε, καὶ ἐν ἑκατέροις ἔμειναν ἀνίατα νοσοῦντες. Πᾶν εἶδος ἰατρείας ἐπεδείξατο, τέμνων, καίων· τὰ δὲ τῆς νόσου οὐδὲ οὕτως εἶξε, ὃ μάλιστα τοῦ νοσεῖν ἀνίατα σημεῖόν ἐστι, τὸ μηδὲ δύνασθαι δέξασθαι θεραπείαν. Πᾶσα κεφαλὴ εἰς πόνον καὶ πᾶσα καρδία εἰς λύπην. Ἀπὸ ποδῶν ἕως κεφαλῆς οὐκ ἔστιν ἐν αὐτῷ ὁλοκληρία, οὔτε τραῦμα, οὔτε μώλωψ, οὔτε πληγὴ φλεγμαίνουσα. Εἶτα λέγει τὰς κολάσεις καὶ τὰς τιμωρίας· οὐκ ἔλαττον γὰρ τοῦτο εἶδος εὐεργεσίας ἐστὶ καὶ τῆς τιμῆς τῆς εἰς αὐτοὺς γεγενημένης. Πάντας γάρ, φησίν, ἐκάκωσα καὶ εἰς λύπην αὐτοὺς ἐνέβαλον. Εἰ πᾶσα κεφαλὴ εἰς πόνον, πῶς οὐκ ἔστιν οὔτε τραῦμα, οὔτε μώλωψ; Τὸ τραῦμα, τοῦ λοιποῦ σώματος ὑγιαίνοντος, τότε φαίνεται τραῦμα ὄν· εἰ δὲ ὅλον ἡλκωμένον τύχοι, οὐκέτι ἂν φανείη τὸ ἕλκος. Τοῦτο οὖν ἐνδείξασθαι βούλεται, ὅτι ὅλον τὸ σῶμα ἥλκωτο, καὶ οὐχὶ τὸ μὲν ὑγίαινε, τὸ δὲ ἐξῳδηκὸς ἦν, ἀλλ' ἅπαν φλεγμονή, ἅπαν μώλωψ εἷς. Οὐκ ἔστι μάλαγμα ἐπιθεῖναι. Τοῦτο τοῦ προτέρου βαρύτερον. Οὐ γὰρ τὸ νοσεῖν οὕτω χαλεπόν, ὡς τὸ νοσοῦντα μηδὲ θεραπεύεσθαι δύνασθαι, καὶ μάλιστα ὅταν ὁ ἰατρὸς τοιοῦτος ᾖ. Οὔτε ἔλαιον, οὔτε καταδεσμούς. Ὥστε ποιῆσαι τὸν λόγον ἐμφατικόν, ἐπέμεινε τῇ μεταφορᾷ· τοῦτο γὰρ αὐτῆς τὸ ἐξαίρετον. Ἡ γῆ ὑμῶν ἔρημος. Ταῦτα οὐχ ὡς γεγενημένα ἀπαγγέλλει, ἀλλ' ὡς ἐσόμενα προαναφωνεῖ. Κέχρηνται δὲ τῷ ἔθει οἱ προφῆται τούτῳ, ὁμοῦ τε φοβοῦντες τὸν ἀκροατὴν καὶ τῆς οἰκείας ἀληθείας τὴν δύναμιν ἐνδεικνύμενοι. Ὡς γὰρ τὰ παρελθόντα οὐκ ἔνι μὴ γεγενῆσθαι, οὕτω τὰ μέλλοντα ὑπὸ τῶν προφητῶν λέγεσθαι, οὐκ ἔνι μὴ συμβῆναι, πλὴν εἰ μήποτε μετανοήσαιεν οἱ κολάζεσθαι μέλλοντες. Αἱ πόλεις ὑμῶν πυρίκαυστοι. Οὐ γὰρ ἠφάνισεν αὐτὰς παντελῶς, ἀλλ' ἀφῆκεν ἑστάναι τὰ λείψανα τοῦ ἐμπρησμοῦ τοῦ βαρβαρικοῦ, μᾶλλον δυνάμενα καθικέσθαι τῆς τῶν ὁρώντων ὄψεως. Τὴν χώραν ὑμῶν ἐνώπιον ὑμῶν ἀλλότριοι κατεσθίουσιν αὐτὴν καὶ ἠρήμωται κατεστραμμένη ὑπὸ λαῶν ἀλλοτρίων. Ἐπίτασις συμφορᾶς, ὅταν καὶ θεαταὶ τῶν οἰκείων γίνωνται συμφορῶν καὶ μηδὲ ἐξ ἀκοῆς αὐτὰ μανθάνωσι μόνον.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Isaiam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg497.local001/.
