Ancient Greek · ~15 min
Chapter 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Isaiam 3.2.1
Not analysed yet
Ὥστε κἀκείνους καὶ τοὺς ἀκούοντας ἅπαντας οὐ μικρὸν φιλοσοφίας δόγμα διὰ τούτων ὁ προφήτης ἐπαίδευσε, πείθων μηδέποτε μεγέθει πόλεως θαρρεῖν, μηδὲ τάφροις καὶ μηχανήμασιν, ἀλλ' ἀνδρῶν ἐπιεικῶν ἀρετῇ. Φοβῶν τοίνυν αὐτούς φησιν, ὅτι ἐρημώσει τῆς ἀσφαλείας αὐτήν, οὐ τοὺς πολεμεῖν εἰδότας ἀναρπάζων μόνον, ἀλλὰ καὶ τοὺς δικάζειν ἐπισταμένους, οἳ τῶν πολεμούντων οὐκ ἔλαττον συντελοῦσι ταῖς πόλεσιν, εἰρήνην τε εὖ διατιθέντες καὶ πολέμους πολλάκις ἐπιόντας ἀποκρουόμενοι. Ἐπειδὴ γὰρ καὶ οὗτοι συνεχῶς ἀπὸ τῆς τῶν ἁμαρτημάτων φύονται ῥίζης, δυνατὸν τοὺς τῶν νόμων φύλακας καὶ τοῦ δικαίου μετὰ ἀκριβείας προϊσταμένους, τὰ πλείονα τῶν ἁμαρτημάτων ἀναστέλλοντας ἀναιρεῖν καὶ τοῦ πολέμου τὴν ὑπόθεσιν. Τίνος οὖν ἕνεκεν ὁ Θεὸς αὐτοὺς ἀνασπᾷ; Ἐπειδὴ παροῦσιν αὐτοῖς οὐκ εἰς δέον ἐκέχρηντο. Ὥσπερ γὰρ τὰ σωτήρια αὐτοῦ διδάγματα πολλὴν ἔφερον τοῖς ἀκροωμένοις τὴν ὠφέλειαν, ἐπὶ δὲ τῶν Ἰουδαίων δημηγορῶν, ἀσαφείᾳ τὰ λεγόμενα ἔκρυπτεν, ἐπειδὴ μὴ προσεῖχον τοῖς λεγομένοις· οὕτω δὴ καὶ τὰ δῶρα αὐτοῦ τὰ μεγάλα ταῦτα καὶ σωτηρίαν ἡμῖν πολλὴν κομίζοντα ἐκ μέσου πολλάκις ἀναιρεῖ, ὅταν οἱ λαμβάνοντες μηδὲν ἀπ' αὐτῶν βουληθῶσι καρπώσασθαι. Καὶ προφήτην καὶ στοχαστήν. Οὐ μικρὸν δὲ ὀργῆς εἶδος καὶ τὸ τὰς προφητείας ἐπιλιπεῖν. Ὅτε γοῦν τὸν τῶν Ἰουδαίων δῆμον διὰ τὰ ἁμαρτήματα τῶν τοῦ Ἠλὶ παίδων ὁ Θεὸς ἀπεστράφη καὶ τὴν πολλὴν τοῦ πλήθους κακίαν, ἐπέλιπεν ἡ προφητεία· Ῥῆμα γὰρ τίμιον, φησίν, ἦν, καὶ οὐκ ἦν ὅρασις διαστέλλουσα. Τίμιον, τουτέστι, σπάνιον. Καὶ ἐπὶ τοῦ Ὀζίου τὸ αὐτὸ τοῦτο γέγονεν· οὐ γὰρ μικρὰ καὶ ἐντεῦθεν ἐκαρποῦντο, εἴ γε ἐβούλοντο. Τὸ γὰρ μανθάνειν τὰ παρὰ τοῦ Θεοῦ καὶ πρὸς τὰ μέλλοντα παρασκευάζεσθαι δεινὰ καὶ ὑπὲρ τῶν ἀδήλων πυνθάνεσθαι καὶ πότε μὲν ἐπιθέσθαι δεῖ πολεμίοις πότε δὲ ἡσυχάζειν, καὶ πῶς ἅπαντα τὰ λυπηρὰ διακρούεσθαι δέοι, πολλὴν ἔφερεν αὐτοῖς σωτηρίας εὐκολίαν. Ἀλλ' ἐπειδὴ μανθάνοντες οὐκ ἐποίουν, διὰ τοῦτο καὶ τὸ μανθάνειν αὐτῶν ἀφεῖλεν· ὃ πολλῆς τοῦ Θεοῦ φιλανθρωπίας δεῖγμα ἦν, τὸ καὶ προειδότα τὰ μέλλοντα καὶ ὡς οὐ χρήσονται εἰς δέον τοῖς παρ' αὐτοῦ δώροις, τὰ γοῦν παρ' αὐτοῦ ἅπαντα παρασχεῖν. Μετὰ δὲ τοῦ προφήτου καὶ στοχαστήν φησιν ἀναιρεῖν. Ἐνταῦθά μοι δοκεῖ λέγειν στοχαστὴν τὸν ἀπὸ συνέσεως πολλῆς τῶν μελλόντων στοχαζόμενον καὶ ἀπ' αὐτῆς τῶν πραγμάτων τῆς πείρας. Ἕτερον μὲν γὰρ στοχασμὸς καὶ προφητεία ἄλλο· ὁ μὲν γὰρ Πνεύματι θείῳ φθέγγεται, οὐδὲν οἴκοθεν εἰσφέρων· ὁ δὲ τὰς ἀφορμὰς ἀπὸ τῶν ἤδη γεγενημένων λαμβάνων καὶ τὴν οἰκείαν σύνεσιν διεγείρων, πολλὰ τῶν μελλόντων προορᾷ, ὡς εἰκὸς ἄνθρωπον ὄντα συνετὸν προϊδεῖν. Ἀλλὰ πολὺ τὸ μέσον τούτου κἀκείνου καὶ τοσοῦτον, ὅσον συνέσεως ἀνθρωπίνης καὶ θείας χάριτος τὸ διάφορον. Ἵνα δὲ καὶ ἐπὶ ὑποδείγματος τὸν λόγον ποιήσω φανερόν, ἐννοήσωμεν τὸν Σολομῶντα καὶ τὸν Ἐλισσαῖον· ἀμφότεροι γὰρ κεκρυμμένα πράγματα εἰς μέσον ἤγαγον καὶ κεκρυμμένα ἀνεκάλυψαν· ἀμφότεροι δὲ οὐ τῇ αὐτῇ δυνάμει· ἀλλ' ὁ μὲν ἀπὸ συνέσεως ἀνθρωπίνης παρὰ τῆς φύσεως λαβὼν ἀφορμὰς ἐπὶ τῶν πόρνων γυναικῶν ἐκείνων· ὁ δὲ λογισμῷ μὲν οὐδενὶ χρησάμενος (ποῖος γὰρ λογισμὸς ἀνακαλῦψαι δυνατὸς ἦν τοῦ Γιεζῆ τὴν κλοπήν;) ,θείᾳ δὲ χάριτι τὰ πόρρωθεν γεγενημένα προιδών. Καὶ πρεσβύτερον καὶ πεντηκόνταρχον. Μετὰ δὴ τούτων καὶ πρεσβύτερον καὶ πεντηκόνταρχόν φησιν ἀναιρήσειν· πρεσβύτερον οὐχ ἁπλῶς γεγηρακότα λέγων, ἀλλὰ τὸν μετὰ τῆς πολιᾶς τὴν προσήκουσαν τῇ πολιᾷ διατηροῦντα σύνεσιν. Καὶ πεντηκόνταρχον δὲ ὅταν λέγῃ, οὐχ ἕνα τινὰ πεντηκόνταρχόν φησιν, ἀλλὰ τῷ ὀνόματι τούτῳ τοὺς ἄρχοντας πάντας αἰνίττεται. Οὐδὲν γάρ, οὐδὲν ἀναρχίας χαλεπώτερον, ὥσπερ οὖν οὐδὲ πλοίου τι σφαλερώτερον γένοιτ' ἂν κυβερνήτην οὐκ ἔχοντος. Καὶ οὐδὲ ἐνταῦθα ἵσταται, ἀλλὰ καὶ ἑτέραν μεγάλην ἀσφάλειαν ἀναιρήσειν ἀπειλεῖ, τοὺς τὰ ἄριστα βουλεύειν εἰδότας, οἳ τῶν ὅπλων οὐκ ἐλάττονα εἰσφέρουσιν εὐεργεσίαν ταῖς πόλεσιν. Ἀφελῶ γάρ, φησί, καὶ θαυμαστὸν σύμβουλον καὶ σοφὸν ἀρχιτέκτονα. Οὐχὶ τὸν οἰκοδόμον λέγων, ἀλλὰ τὸν τῶν πραγμάτων ἔμπειρον καὶ πολλὰ ἐπιστάμενον καὶ μετὰ συνέσεως ἅπαντα τὰ τῆς πόλεως διατιθέναι πράγματα εἰδότα.