Ancient Greek · ~17 min
Chapter 3
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Isaiam 3.7.1
Not analysed yet
Καὶ ἡνίκα μὲν αὐτὸς ἐρραπίζετο ὁ Χριστός, οὐδὲν τὸν δοῦλον εἰργάσατο τὸν τὴν πληγὴν ἐπαγαγόντα, ἀλλὰ καὶ πράως ἀπεκρίνατο λέγων. Εἰ μὲν κακῶς ἐλάλησα, μαρτύρησον περὶ τοῦ κακοῦ· εἰ δὲ καλῶς, τί με δέρεις; Ὅτε δὲ ὁ Ἱεροβοὰμ τὴν χεῖρα ἐκτείνας ἐπιλαβέσθαι τοῦ προφήτου τοῦ τότε ἐλέγξαντος αὐτὸν ἐπεχείρησε, ξηρὰν τὴν χεῖρα εἰργάσατο, παιδεύων καὶ σὲ τὰ μὲν ἑαυτοῦ πράως φέρειν, τὰ δὲ εἰς τὸν Δεσπότην μετὰ πολλῆς ἐκδικεῖν τῆς σφοδρότητος. Διὰ δὴ τοῦτο καὶ νομοθετῶν, εἰ καὶ δευτέραν ἔφησεν τὴν εἰς τὸν πλησίον ἀγάπην εἶναι, ἀλλ' ὁμοίαν τῇ προτέρᾳ· καὶ ὥσπερ ἐκείνην μετὰ πάσης ἀπαιτεῖ τῆς ὑπερβολῆς, οὕτω καὶ ταύτην. Ἐπ' ἐκείνου μὲν γάρ φησιν· Ἐξ ὅλης τῆς καρδίας σου καὶ ἐξ ὅλης τῆς ψυχῆς σου· ἐπὶ δὲ ταύτης· Ὡς ἑαυτόν. Καὶ ἑτέρωθεν μὲν πολλαχόθεν ἴδοι τις ἄν, ὅσην ἀκρίβειαν ὑπὲρ τῶν πρὸς ἀλλήλους ἡμᾶς ἀπαιτεῖ δικαίων ὁ Θεός. Ὅρα γοῦν αὐτὸν καὶ ἐνταῦθα σφοδρῶς ἐπικείμενον καὶ αὔξοντα τὴν κατηγορίαν βαρυτάτοις ῥήμασιν· Ὑμεῖς δέ, φησί, τί ἐνεπυρίσατε τὸν ἀμπελῶνά μου; Ὅπερ ἂν εἰργάσαντο πολέμιοι καὶ βάρβαροί τινες ἀπηνεῖς, ταῦτα ὑμεῖς τοὺς οἰκείους διεθήκατε. Ἀμπελῶνα δὲ καλεῖ τὸν λαὸν διὰ τὴν πολλὴν περὶ αὐτῶν σπουδὴν καὶ τὴν ἄνωθεν ἐπιμέλειαν. Καὶ αὔξων τὸ ἔγκλημα, οὐκ εἶπε· Τί τοὺς ὁμοδούλους, τοὺς πλησίον, τοὺς ἀδελφούς, ἀλλά· Τὰ ἐμά, φησίν, ἀπωλέσατε, τὰ ἐμὰ διεφθείρατε; Εἶτα δηλῶν τοῦ ἐμπρησμοῦ τὸ εἶδος, φησίν· Ἡ ἁρπαγὴ τοῦ πτωχοῦ ἐν τοῖς οἴκοις ὑμῶν. Οὐ γὰρ οὕτω λυμαίνεσθαι τὰς ἀμπέλους εἴωθε χάλαζα, ὡς ἡ ἀδικία τοῦ πτωχοῦ καὶ πένητος ἐμπιπρᾶν πέφυκε τὴν ψυχήν, θανάτου παντὸς χαλεπωτέρᾳ κατατείνουσα αὐτὴν ἀθυμίᾳ. Πανταχοῦ μὲν οὖν τὸ ἁρπάζειν κακόν· μάλιστα δὲ ὅταν ὁ ἐπηρεαζόμενος ἐν ἐσχάτῃ πτωχείᾳ ᾖ. Οὐκ ἐπιτιμᾷ δὲ μόνον τοῦτο λέγων, ἀλλὰ καὶ διορθοῦται, πρὸς τὴν θεωρίαν αὐτοὺς παραπέμπων τῆς ἁρπαγῆς. Ἱκανὴ μὲν γὰρ μετὰ τὴν ῥῆσιν αὐτὴν ἡ ὄψις πρὸ τῶν ὀφθαλμῶν κειμένη κατανύξαι τὸν μὴ σφόδρα ἀναισθήτως διακείμενον. Τί ὑμεῖς ἀδικεῖτε τὸν λαόν μου; Τῷ αὐτῷ πάλιν ἐπέμεινε τρόπῳ, ὥσπερ ἐκεῖ· Τὸν ἀμπελῶνά μου, οὕτω καὶ ἐνταῦθα· Τὸν λαόν μου, λέγων. Καὶ τὰ πρόσωπα τῶν ταπεινῶν καταισχύνετε; Οὓς ὀρθοῦν ἔδει, τούτους ὠθοῦντες, οὓς ἀνιστᾶν, τούτους καταρρηγνύντες. Μετὰ γὰρ τῆς ἁρπαγῆς καὶ διέπτυον τοὺς εὐτελεστέρους καὶ ἀνδραπόδων χαλεπώτερον αὐτοῖς ἐκέχρηντο, πρὸς τῇ πλεονεξίᾳ καὶ τὴν ἀλαζονείαν ἐπιτείνοντες καὶ ἀπὸ τῆς ἀδικίας τοῦ πλούτου τούτου πολλὴν τὴν ἀπόνοιαν κτώμενοι. Συνέζευκται γὰρ τῇ πλεονεξίᾳ τὸ τῆς ὑπερηφανίας νόσημα· καὶ ὅσον ἄν τις ἐπιτείνῃ τὸν πλοῦτον, τοσοῦτον καὶ τὸ νόσημα τοῦτο ἐπιτρίβει. Τοῦτό φησι Κύριος, Κύριος στρατιῶν. Τί δέ ἐστι· Στρατιῶν; Τῶν ἀγγέλων λέγει, τῶν ἀρχαγγέλων, τῶν ἄνω δυνάμεων, ἀπὸ τῆς γῆς ἐπὶ τὸν οὐρανὸν τὸν ἀκροατὴν ἀνάγων, εἰς ἔννοιαν τῆς μεγάλης αὐτοῦ βασιλείας αὐτὸν ἐμβάλλων, ἵνα τούτῳ γοῦν καταπλήξας, σωφρονέστερον ἐργάσηται καὶ δείξῃ τὴν τοσαύτην ἀνοχὴν οὐκ ἀσθενείας, ἀλλὰ μακροθυμίας οὖσαν. Τάδε λέγει Κύριος. Ἀνθ' ὧν ὑψώθησαν αἱ θυγατέρες Σιὼν καὶ ἐξεπορεύθησαν ὑψηλῷ τραχήλῳ καὶ νεύμασιν ὀφθαλμῶν καὶ τῇ πορείᾳ τῶν ποδῶν σύρουσαι ἅμα τοὺς χιτῶνας, καὶ τοῖς ποσὶν ἅμα παίζουσαι. Καὶ ταπεινώσει ὁ Θεὸς ἀρχούσας θυγατέρας Σιὼν καὶ Κύριος ἀνακαλύψει τὸ σχῆμα αὐτῶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ. Καὶ ἀφελεῖ Κύριος τὴν δόξαν τοῦ ἱματισμοῦ αὐτῶν καὶ τὸν κόσμον αὐτῶν καὶ τὰ ἐμπλόκια καὶ τοὺς κορύμβους καὶ τοὺς μηνίσκους καὶ τὸ κάθεμα καὶ τὸν κόσμον τοῦ προσώπου αὐτῶν καὶ τὴν σύνθεσιν τοῦ κόσμου τῆς δόξης καὶ τοὺς χλιδῶνας καὶ τὰ ψέλλια καὶ τὸ ἐμπλόκιον καὶ τοὺς δακτυλίους καὶ τὰ περιδέξια καὶ τὰ ἐνώτια καὶ τὰ περιπόρφυρα καὶ τὰ μεσοπόρφυρα καὶ τὰ ἐπιβλήματα τὰ κατὰ τὴν οἰκίαν καὶ τὰ διαφανῆ Λακωνικὰ καὶ τὰ βύσσινα καὶ τὰ ὑακίνθινα καὶ τὰ κόκκινα καὶ τὴν βύσσον σὺν χρυσῷ καὶ ὑακίνθῳ συγκαθυφασμένην καὶ θέριστρα κατάκλειστα τοῦ χρυσίου. Καὶ ἔσται ἀντὶ ὀσμῆς ἡδείας κονιορτὸς καὶ ἀντὶ ζώνης σχοινίῳ ζώσῃ καὶ ἀντὶ τοῦ κόσμου τῆς κεφαλῆς σου φαλάκρωμα ἕξεις διὰ τὰ ἔργα σου καὶ ἀντὶ τοῦ χιτῶνος τοῦ μεσοπορφύρου περιζώσῃ σάκκον. Ταῦτά σοι ἀντὶ καλλωπισμοῦ. Καὶ ὁ υἱός σου ὁ κάλλιστος, ὃν ἀγαπᾷς, μαχαίρᾳ πεσεῖται καὶ οἱ ἰσχύοντες ὑμῶν μαχαίρᾳ πεσοῦνται καὶ ταπεινωθήσονται. Καὶ πενθήσουσιν αἱ θῆκαι τοῦ κόσμου ὑμῶν καὶ καταλειφθήσῃ μόνη καὶ εἰς τὴν γῆν ἐδαφισθήσῃ. Ξένον τοῦτο ὁ προφήτης αὐτὸς πεποίηκε, μακρὸν πρὸς τὰς γυναῖκας ἀποτείνας λόγον, ὅπερ οὐδαμοῦ τῶν Γραφῶν ὁρῶμεν γεγενημένον οὕτω. Τί οὖν τὸ αἴτιον τοῦ ξένου;