# In Isaiam 3.8.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Isaiam, Chapter 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-isaiam/3.8.1

Ἐμοὶ δοκεῖ πολλὴν τότε τὴν βλακείαν τῶν γυναικῶν γεγενῆσθαι καὶ τὸ πλέον εἰς τὴν τῶν ἀνδρῶν κακίαν εἰσφέρειν μέρος αὐτάς. Διὸ δὴ καὶ ἰδιαζόντως πρὸς αὐτὰς ἀποτείνεται, τὰ χαλεπώτατα αὐταῖς ἐγκαλῶν ἐγκλήματα καὶ εἰς ἀρχὴν ἀνάγει τὸν λόγον, ἐκ προσώπου τοῦ Θεοῦ πάλιν φθεγγόμενος. Τάδε λέγει Κύριος· Ἀνθ' ὧν ὑψώθησαν αἱ θυγατέρες Σιὼν καὶ ἐπορεύθησαν ὑψηλῷ τραχήλῳ. Τὸ κεφάλαιον τῶν κακῶν αὐταῖς ἐγκαλεῖ, ἀπόνοιαν καὶ ἀλαζονείαν. Τοῦτο γὰρ πανταχοῦ μὲν χαλεπόν, μάλιστα δὲ ἐπὶ τῆς γυναικείας τικτόμενον φύσεως. Φρονήματος γὰρ ἐμπλησθεῖσα γυνή, ἅτε κουφοτέρα καὶ ἀλογωτέρα οὖσα, εὐκόλως περιτρέπεται καὶ βαπτίζεται καὶ ναυάγιον ὑπομένει παντὸς πονηροῦ πνεύματος, τοῦ τύφου καὶ τῆς ἀλαζονείας αὐτὴν βαπτιζούσης. Δοκεῖ δὲ πρὸς τὰς ἐν Ἱεροσολύμοις ἀποτείνεσθαι· διὸ καὶ θυγατέρας Σιὼν ἐκάλεσε. Καὶ ἐπορεύθησαν ὑψηλῷ τραχήλῳ. Ἐνταῦθα αὐτὰς καὶ κωμῳδεῖ καὶ τὸ γυναικεῖον δείκνυσι φρόνημα, οὐδὲ ἐν διανοίᾳ στέγεσθαι δυνάμενον, ἀλλ' ἐκρηγνύμενον καὶ διὰ τῶν τοῦ σώματος ἐπιδεικνύμενον κινήσεων. Οὐκ εἰς ἀπόνοιαν δὲ μόνον, ἀλλὰ καὶ εἰς ἀσέλγειαν αὐτὰς διαβάλλει, τοῦτο λέγων καὶ δηλῶν ἐκ τῶν ἑξῆς. Ἐπήγαγε γοῦν· Καὶ νεύμασιν ὀφθαλμῶν, ὃ τῶν ἑταιριζομένων ἐστὶ γυναικῶν, διαστρέφειν τὰς κόρας καὶ τὴν πολλὴν βλακείαν καὶ τὸν μαλακισμὸν ἐντεῦθεν ἐμφαίνειν· τοῦ δὲ θρύπτεσθαι καὶ μαλακίζεσθαι οὐδὲν οὕτω σημεῖόν ἐστιν, ὡς τοῦτο. Καὶ τῇ πορείᾳ τῶν ποδῶν σύρουσαι ἅμα τοὺς χιτῶνας. Οὐ μικρὸν τοῦτο ἔγκλημα, εἰ καὶ μικρὸν εἶναι δοκεῖ, ἀλλ' ἐξωλείας τῆς ἐσχάτης ἔλεγχος καὶ τοῦ μαλακίζεσθαι καὶ κατακλᾶσθαι καὶ διαλύεσθαι, τὸ τοὺς χιτῶνας σύρειν. Τοῦτο γοῦν τις καὶ τῶν ἔξωθεν κωμῳδῶν τὸν ἀντίδικον τὸν αὐτοῦ τέθεικε λέγων· θοἰμάτιον καθεὶς ἄχρι τῶν σφυρῶν. Καὶ τοῖς ποσὶν ἅμα παίζουσαι. Καὶ τοῦτο τῆς αὐτῆς πάλιν ἀσχημοσύνης ἀπόδειξις. Διὰ γὰρ πάντων, δι' ὀφθαλμῶν, δι' ἱματίων, διὰ ποδῶν, διὰ βαδίσεως, ἥ τε σωφροσύνη καὶ ἡ ἀσέλγεια φαίνεται. Τῆς γὰρ ἔνδον καθημένης ψυχῆς ὥσπερ κήρυκές τινές εἰσι τῶν αἰσθητηρίων αἱ κινήσεις. Καὶ καθάπερ οἱ ζωγράφοι τὰ χρώματα κεραννύντες τὰς εἰκόνας ἃς βούλονται χαρακτηρίζουσιν· οὕτω δὴ καὶ τὰ κινήματα τῶν μελῶν τοῦ σώματος τοὺς χαρακτῆρας ἔξω τῆς ψυχῆς ἄγει καὶ πρὸ τῶν ὀφθαλμῶν τίθησι τῶν ἡμετέρων. Διὸ καὶ ἕτερός τις σοφὸς ἔλεγε· Στολισμὸς ἀνδρὸς καὶ γέλως ὀδόντων καὶ βῆμα ποδὸς ἀναγγελεῖ τὰ περὶ αὐτοῦ. Καὶ ταπεινώσει ὁ Θεὸς ἀρχούσας θυγατέρας Σιὼν καὶ Κύριος ἀνακαλύψει τὸ σχῆμα αὐτῶν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καὶ ἀφελεῖ Κύριος τὴν δόξαν τοῦ ἱματισμοῦ αὐτῶν. Δυὸ θεὶς ἐγκλήματα, ἀπόνοιαν καὶ ἀσέλγειαν, ἑκάστῳ τὸ κατάλληλον ἐπάγει φάρμακον, καὶ τῷ προτέρῳ τὸ πρότερον καὶ τῷ δευτέρῳ τὸ ἐχόμενον· τῇ μὲν ἀπονοίᾳ, τὴν ταπείνωσιν, τῷ δὲ καλλωπισμῷ τοῦ σχήματος τὴν ἀναίρεσιν ἐκείνου. Πολέμου γὰρ καταλαβόντος τότε, τὰ πάντα οἰχήσεται, φησίν. Αἵ τε γὰρ φλεγμαίνουσαι καὶ ἀπονενοημέναι, τῷ φόβῳ κατασταλεῖσαι, τοῦ νοσήματος ἀπαλλαγήσονται· αἵ τε μαλακιζόμεναι καὶ διὰ πάντων θρυπτόμεναι, εἰς τὸν τῆς αἰχμαλωσίας ἐμπεσοῦσαι ζυγόν, πάσης ἐκείνης ἐλευθερωθήσονται τῆς βλακείας. Ὥστε δὲ ποιῆσαι τὸν λόγον αὐτοῖς φορτικώτερον καὶ καθάψασθαι τῆς τῶν ἀκροωμένων διανοίας, καὶ κατ' εἶδος διηγεῖται τὸν καλλωπισμὸν τῶν ἱματίων, τῶν χρυσίων, τὸν ἐπὶ τῆς ὄψεως, τὸν ἐπὶ τοῦ λοιποῦ σώματος, πρόεισι δὲ καὶ ἐπὶ τὸν τῆς οἰκίας κόσμον. Οὐ γὰρ δὴ μόνον τὰ σώματα ἐκαλλώπιζον, ἀλλὰ τὴν ὕβριν ταύτην καὶ μέχρι τῶν τοίχων ἐξῆγον, εἰς οὐδὲν δέον δαπανώμεναι· καὶ τὰς τρίχας δὲ στρεβλοῦσαι, τὰ πτερὰ τῆς τοιαύτης ἀπάτης πάντοθεν ἀνεπετάννυον. Καὶ τοῦτο γοῦν ἐγκαλεῖ λέγων ὅτι Ἀφελεῖ τὴν δόξαν τοῦ ἱματισμοῦ αὐτῶν καὶ τὸν κόσμον αὐτῶν καὶ τὰ ἐμπλόκια αὐτῶν καὶ τοὺς κορύμβους. Κορύμβους δὲ λέγει, ἢ κόσμον τινὰ περὶ τὴν κεφαλὴν ἢ αὐτοῦ τοῦ κεφαλοδέσμου τὸ σχῆμα. Καὶ τοὺς μηνίσκους· κόσμον περὶ τὸν τράχηλον σεληνοειδῆ. Καὶ τὸ κάθεμα. Τὸ θέριστρον λέγει. Καὶ τὸν κόσμον τοῦ προσώπου αὐτῶν. Ἐνταῦθά μοι δοκεῖ ἐπιτρίμματα καὶ ὑπογραφὰς αἰνίττεσθαι. Καὶ τὴν σύνθεσιν τοῦ κόσμου τῆς δόξης. Τοῦτο περιχρύσιόν φησι. Καὶ τοὺς χλιδῶνας· τὰ περὶ τοὺς βραχίονας χρυσία. Καὶ τὰ ψέλλια· τὰ περὶ τοὺς καρπούς. Καὶ τὸ ἐμπλόκιον· κόσμον χρυσοῦν περὶ τὴν κεφαλήν. Καὶ τοὺς δακτυλίους καὶ τὰ περιδέξια· ἃ λέγουσι δεξιάρια. Καὶ τὰ ἐνώτια καὶ τὰ περιπόρφυρα καὶ τὰ μεσοπόρφυρα καὶ τὰ ἐπιβλήματα τὰ κατὰ τὴν οἰκίαν καὶ τὰ διαφανῆ Λακωνικά. Τοσαύτη γὰρ ἦν αὐτῶν ἡ περὶ τὴν ἀσέλγειαν σπουδή, ὡς μὴ μόνον τοῖς ἐγχωρίοις κεχρῆσθαι, ἀλλὰ καὶ πόρρωθεν καὶ ἐκ τῆς ἀλλοτρίας αὐτὰς συλλέγειν καὶ διαποντίους ἀποδημίας ὑπὲρ αὐτῶν στέλλεσθαι. Πολὺ γὰρ τὸ μέσον τῆς Παλαιστίνης καὶ τῆς Λακεδαίμονος καὶ πέλαγος ἄπειρον.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Isaiam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg497.local001/.
