# In Isaiam 3.9.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Isaiam, Chapter 3. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-isaiam/3.9.1

Οὐχ ἁπλῶς τοίνυν τὴν πατρίδα τέθεικεν, ἀφεὶς τὰ ἐσθήματα, ἀλλ' ὥστε τὴν ὑπερβάλλουσαν αὐτῶν ἀκολασίαν ἐμφῆναι. Καὶ τὰ βύσσινα καὶ τὰ ὑακίνθινα καὶ τὰ κόκκινα καὶ τὴν βύσσον σὺν χρυσῷ καὶ ὑακίνθῳ συγκαθυφασμένην καὶ θέριστρα κατάκλειστα τοῦ χρυσίου. Οὐδὲν γὰρ εἶδος οὐκ ἐν ἱματίοις, οὐκ ἐν τῷ λοιπῷ κόσμῳ κατέλιπον, ἀλλὰ πᾶσαν ἐπῆλθον πολυτελείας ὁδόν, τῇ τῆς ἀσελγείας ἐκβακχευθεῖσαι τυραννίδι. Ταῦτα δὲ εἰ τότε ἐγκλήματα ἦν πρὸ τῆς χάριτος καὶ τῆς τοσαύτης φιλοσοφίας, ποίας ἂν τύχοιεν συγγνώμης αἱ πρὸς τὸν οὐρανὸν κληθεῖσαι νῦν καὶ εἰς μακρότερα σκάμματα καὶ πρὸς τὸν τῶν ἀγγέλων ἑλκόμεναι ζῆλον καὶ μετὰ πλείονος τῆς ὑπερβολῆς ταύτην νικῶσαι τὴν ἀσέλγειαν καὶ τὰς ἐπὶ τῆς σκηνῆς ἀποκρύπτουσαι; Καὶ τὸ δὴ χαλεπώτερον, ὅτι οὐδὲ ἁμαρτάνειν ἡγοῦνται. Διὸ καὶ πρὸς αὐτὰς ἀνάγκη τὴν τοῦ προφήτου φωνὴν ὁπλίσαι. Οὐ γὰρ δὴ μόνον πρὸς ἐκείνας, ἀλλὰ καὶ πρὸς ταύτας εἰρήσεται τὸ ἐπαγόμενον ὅτι Ἔσται ἀντὶ ὀσμῆς ἡδείας κονιορτός. Ὁρᾷς πῶς καὶ τὴν τῶν μύρων ἀλοιφὴν ἐκβάλλει καὶ μεγάλην αὐτῇ τίθησι τιμωρίαν; Κονιορτὸν γὰρ ἐνταῦθά φησι τὸν αἰρόμενον μετὰ τὴν τῆς πόλεως κατασκαφὴν καὶ τὴν τῶν βαρβάρων ἔφοδον. Καὶ γὰρ καὶ πυρὶ καὶ σιδήρῳ τότε αὐτὴν διενείμαντο τὸ μὲν αὐτῆς κατασκάψαντες, τὸ δὲ ἐμπρησμῷ παραδόντες. Ταῦτα οὖν προλέγων ἔλεγεν ὅτι Ἀντὶ ὀσμῆς ἡδείας ἔσται σοὶ κονιορτὸς καὶ ἀντὶ ζώνης σχοινίῳ ζώσῃ· ὑπ' ὄψιν ἄγων τῆς αἰχμαλωσίας τὸ σχῆμα καὶ τὴν ἐπὶ τὴν βάρβαρον χώραν ἀπαγωγήν. Καὶ ἀντὶ τοῦ κόσμου τῆς κεφαλῆς σου φαλάκρωμα ἕξεις· ἢ τῶν τριχῶν ἀπὸ τῆς ταλαιπωρίας ἀπορρυεισῶν ἢ τῶν πολεμίων τοῦτο ἐργαζομένων ἢ αὐτῶν ἑαυτάς. Ἔθος γὰρ ἦν τὸ παλαιὸν ἐν πένθει καὶ συμφορᾷ ἀποκείρεσθαι καὶ ξύρεσθαι. Καὶ γὰρ ὁ Ἰὼβ ἀπεκείρατο τὴν κεφαλήν, ἀκούσας τῶν παίδων τὴν συμφοράν. Καὶ προϊὼν ὁ προφήτης, μετὰ σάκκου καὶ κοπετοῦ καὶ ξύρησιν ἔφησε γενέσθαι. Καὶ ἄλλος πάλιν φησί· Καὶ ξυρῆσαι καὶ κεῖραι ἐπὶ τὰ τέκνα σου τὰ τρυφερά. Καὶ ἀντὶ τοῦ χιτῶνος τοῦ μεσοπορφύρου περιζώσῃ σάκκον. Ἆρα οὐ δοκεῖ φοβερὰ εἶναι ταῦτα καὶ ἀφόρητα; Ἀλλ' ἐφ' ἡμῶν οὐ μέχρι τούτων στήσεται τὰ τῆς τιμωρίας, ἀλλὰ σκώληξ ἰοβόλος καὶ σκότος ἀτελεύτητον διαδέξεται. Εἰ γὰρ ἐκείνους αἰχμαλωσία καὶ δουλεία καὶ τὰ ἔσχατα ἀνέμενε κακὰ ἀντὶ τοῦ καλλωπισμοῦ· ὅτι γὰρ τοῦτο ἀπῄτει δίκην καὶ ἰδικῶς τὴν ἁμαρτίαν ταύτην ἐκόλαζεν, ἄκουσον πῶς καταλέξας ἐκεῖνα, ἐπήγαγε καὶ τὴν αἰτίαν· Ταῦτά σοι ἀντὶ καλλωπισμοῦ· εἰ τοίνυν Ἰουδαῖαι γυναῖκες κεκαλλωπισμέναι τοσαύτην ὑπέμειναν τιμωρίαν, τῆς πατρίδος ἐκ βάθρων ἀνασπασθείσης, καὶ μετὰ τὴν πολλὴν τρυφὴν δοῦλαι καὶ αἰχμάλωτοι καὶ ἀπόλιδες εἰς τὴν ἀλλοτρίαν ἀπενεχθεῖσαι χώραν καὶ λιμῷ καὶ λοιμῷ καὶ θανάτοις παραδοθεῖσαι μυρίοις· πῶς οὐκ εὔδηλον ὅτι χαλεπώτερα ἡμεῖς πεισόμεθα τοῖς αὐτοῖς περιπίπτοντες; Ὥσπερ γὰρ αἱ τιμαὶ μείζους, οὕτω καὶ αἱ τιμωρίαι βαρύτεραι. Εἰ δὲ μή τις μηδέπω τὸ τοιοῦτον ἔπαθε γυνὴ καλλωπισαμένη, μὴ θαρρείτω. Ἔθος γὰρ τῷ Θεῷ τοῦτο, τὰς τιμωρίας ὁρίζειν ἐφ' ἑνὸς καὶ δευτέρου καὶ δι' ἐκείνων νομοθετεῖν τοῖς λοιποῖς ἅπασι τὰ καταληψόμενα αὐτοὺς δεινά. Ἵνα δὲ καὶ σαφέστερον ὃ λέγω ποιήσω, ἥμαρτον ἁμαρτίαν χαλεπὴν οἱ τὰ Σόδομα οἰκοῦντές ποτε, ἔδοσαν δίκην τὴν ἐσχάτην, τῶν σκηπτῶν ἐκείνων κατενεχθέντων καὶ τῶν πόλεων καὶ τῶν δήμων καὶ τῆς γῆς αὐτοῖς σώμασιν ἐμπρησθέντων ἁπάντων. Τί οὖν; οὐδεὶς μετ' ἐκείνους τὰ ἐκείνων ἐτόλμησε; Πολλοὶ μὲν οὖν καὶ πολλαχοῦ τῆς οἰκουμένης. Πῶς οὖν οὐδὲν τοιοῦτον ἔπαθον; Ὅτι ἑτέρᾳ χαλεπωτέρᾳ τηροῦνται τιμωρίᾳ. Διὰ γὰρ τοῦτο ἅπαξ αὐτὸ ποιήσας ὁ Θεὸς ἀπέστη, ἵνα οἱ τὰ αὐτὰ τολμῶντες, κἂν μὴ δῶσιν ἐνταῦθα δίκην, εἰδότες ὦσι σαφῶς ὅτι οὐδέποτε διαφεύξονται. Πῶς γὰρ ἂν ἔχοι λόγον, πρὸ μὲν τῆς χάριτος καὶ τοῦ νόμου καὶ μήτε προφητῶν μήτε ἄλλου τινὸς ἀκηκοότας, ἁμαρτόντας τοιαῦτα παθεῖν, τοὺς δὲ μετ' ἐκείνους τοσαύτης ἀπολαύσαντας προνοίας καὶ μηδὲ τῷ παραδείγματι γενομένους σωφρονεστέρους, ὃ πολλῷ χαλεπωτάτην ποιεῖ τὴν ἁμαρτίαν, διαφυγεῖν τὴν ἐπὶ τοῦτο κειμένην δίκην; Πῶς οὖν οὐκ ἔδοσαν οὐδέπω καὶ σήμερον; Ἵνα μάθῃς ὅτι πολὺ χαλεπωτέρᾳ τηροῦνται τιμωηρίᾳ.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Isaiam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg497.local001/.
