# In Isaiam 6.1.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Isaiam, Chapter 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-isaiam/6.1.1

Καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς. Τί δήποτε τοὺς μὲν ἄλλους χρόνους ἀπὸ τῆς ζωῆς τῶν βασιλέων, τοῦτον δὲ ἀπὸ τῆς τελευτῆς χαρακτηρίζει νῦν ὁ προφήτης; Οὐ γὰρ εἶπεν· Ἐγένετο ἐν ταῖς ἡμέραις Ὀζίου, οὐδέ, ἐν τῇ βασιλείᾳ Ὀζίου, ἀλλ' Ἐγένετο ἡνίκα ἀπέθανε. Τί δήποτε ἐν τούτῳ ποιεῖ; Οὐχ ἁπλῶς, οὐδὲ ὡς ἔτυχεν, ἀλλά τι ἀπόρρητον ἡμῖν αἰνίττεται. Τί δὲ τοῦτό ἐστιν; Ὀζίας οὗτος τῇ τῶν γεγενημένων εὐπραγίᾳ μεθύων καὶ ὑπὸ τῆς εὐημερίας ὀγκούμενος, μεῖζον τῆς ἀξίας ἐφρόνησε. Καὶ ἐπειδὴ βασιλεὺς ἦν, ἐνόμισεν αὑτῷ προσήκειν ἱερᾶσθαι καὶ ἐπεπήδησε τῷ ναῷ καὶ εἰς τὰ ἅγια τῶν ἁγίων εἰσῆλθε καὶ τοῦ ἱερέως κωλύοντος καὶ ἀπαγορεύοντος αὐτῷ τὴν ἐκεῖσε εἴσοδον, οὐκ ἠνέσχετο, ἀλλ' ἐπέμεινε τῇ μανίᾳ, ὀλίγον τοῦ ἱερέως ποιούμενος λόγον. Ταύτης ἕνεκεν τῆς ἀναισχυντίας ἐπαφῆκεν αὐτῷ λέπραν ὁ Θεὸς κατὰ τοῦ μετώπου. Βουληθεὶς γὰρ πλείονα τῆς οὔσης τιμὴν λαβεῖν, καὶ ἧς εἶχεν ἐξέπεσεν. Οὐ γὰρ δὴ μόνον ἱερωσύνην οὐ προσέλαβεν, ἀλλὰ καὶ γενόμενος ἀκάθαρτος, τῶν βασιλείων ἐξεβάλλετο καὶ τὸν ἅπαντα χρόνον ἐν οἴκῳ τινὶ κεκρυμμένος κατῴκει, τὴν αἰσχύνην οὐ φέρων. Καὶ ὁ λαὸς δὲ συναπήλαυσεν ἅπας τῆς τοιαύτης ὀργῆς, ὅτι τοὺς τοῦ Θεοῦ νόμους περιεῖδον καὶ τὴν ἱερωσύνην ὑβριζομένην οὐκ ἐξεδίκησαν. Πῶς οὖν συναπήλαυσε τῆς ὀργῆς; Τῷ τὴν προφητείαν ἀνασταλῆναι· ὀργιζόμενος γὰρ αὐτοῖς ὁ Θεὸς περὶ οὐδενὸς οὐδὲν ἀπεκρίνατο. Ἀλλ' οὐ μέχρι παντὸς τοῦτο ἐποίησεν, ἀλλὰ τῷ μέτρῳ τῆς ζωῆς τοῦ βασιλέως καὶ μέτρον τῆς τιμωρίας ὥρισεν. Ὁμοῦ γοῦν ἐκείνου καταλύσαντος τὴν ζωήν, καὶ ὁ Θεὸς τὴν ὀργὴν κατέλυσε καὶ τὰς θύρας πάλιν τῆς προφητείας ἀνέῳξε. Τοῦτο γοῦν αἰνιττόμενος ὁ προφήτης ἀνέμνησεν ἡμᾶς τοῦ καιροῦ τῆς τελευτῆς τοῦ βασιλέως· διόπερ οὕτως ἄρχεται τῆς προφητείας, λέγων· Ἐγένετο τοῦ ἔτους, οὗ ἀπέθανεν Ὀζίας ὁ βασιλεύς, εἶδον τὸν Κύριον καθήμενον. Καίτοι γε ὁ Χριστός φησι· Θεὸν οὐδεὶς ἑώρακε πώποτε. Ὁ μονογενὴς Υἱός, ὁ ὢν εἰς τὸν κόλπον τοῦ Πατρός, ἐκεῖνος ἐξηγήσατο. Καὶ πάλιν· Οὐχ ὅτι τὸν Πατέρα τις ἑώρακεν, εἰ μὴ ὁ ὢν παρὰ τοῦ Θεοῦ· οὗτος ἑώρακε τὸν Πατέρα. Καὶ πρὸς τὸν Μωϋσέα δὲ αὐτός φησιν· Οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου καὶ ζήσεται. Πῶς οὖν οὗτός φησιν ἑωρακέναι τὸν Κύριον; Εἶδον γάρ, φησί, τὸν Κύριον· οὐκ ἐναντία τοῖς τοῦ Χριστοῦ λέγων, ἀλλὰ καὶ σφόδρα συνῳδά. Ὁ μὲν γὰρ Χριστὸς τὴν ἀκριβῆ κατανόησίν φησιν, ἣν οὐδεὶς εἶδε· γυμνὴν γὰρ τὴν θεότητα καὶ ἀκραιφνῆ τὴν οὐσίαν οὐδεὶς ἐθεάσατο, πλὴν τοῦ Μονογενοῦς· ὁ δὲ προφήτης τὴν αὐτῷ δυνατὴν ἰδεῖν ἀπαγγέλλει. Οὐδὲ γὰρ αὐτὸς ὅπερ ἐστὶν ὁ Θεὸς ἰδεῖν ἠδυνήθη, ἀλλὰ σχηματισθέντα αὐτὸν θεωρεῖ, καὶ τοσοῦτον καταβάντα, ὅσον ἀναβῆναι ἡ τοῦ θεωροῦντος ἀσθένεια ἐχώρει. Ὅτι γὰρ οὐ γυμνὴν εἶδε τὴν θεότητα, οὔτε αὐτός, οὔτε ἄλλος οὐδείς, ἀπ' αὐτῶν ὧν ἀπαγγέλλουσιν εὔδηλον. Εἶδον γάρ, φησί, τὸν Κύριον καθήμενον. Θεὸς δὲ οὐ κάθηται· σωμάτων γὰρ ὁ σχηματισμός. Καὶ οὐχ ἁπλῶς· Καθήμενον, ἀλλ' Ἐπὶ θρόνου. Θεὸς δὲ οὐ περιέχεται, <οὐδὲ ἐμπεριείληπται>· πῶς γάρ, ὁ πανταχοῦ παρὼν καὶ τὰ πάντα πληρῶν, οὗ ἐν τῇ χειρὶ τὰ πέρατα τῆς γῆς; Ὅθεν δῆλον ὅτι συγκατάβασις ἦν τὸ ὁρώμενον. Οὕτω γοῦν ἕτερος προφήτης αἰνιττόμενος ἔλεγεν ἐκ προσώπου τοῦ Θεοῦ· Ἐγὼ ὁράσεις ἐπλήθυνα, τουτέστι, διαφόρως ὤφθην. Εἰ δὲ αὐτὴ ἡ οὐσία γυμνὴ ἐφαίνετο, οὐκ ἂν διαφόρως ἐφάνη· ἀλλ' ἐπειδὴ συγκαταβαίνων, νῦν μὲν τούτῳ τῷ τρόπῳ, νῦν δὲ ἐκείνῳ τοῖς προφήταις ἑαυτὸν ἐδείκνυ, καταλλήλως τοῖς ὑποκειμένοις καιροῖς σχηματίζων τὰς ὄψεις, διὰ τοῦτό φησιν· Ὁράσεις ἐπλήθυνα καὶ ἐν χερσὶ προφητῶν ὡμοιώθην. Οὐχ ὥσπερ ἤμην, ἐφάνην, φησίν, ἀλλ' ὡμοιώθην πρὸς ὅπερ ἰδεῖν ἠδύναντο οἱ θεωροῦντες. Ὁρᾷς γοῦν αὐτὸν νῦν μὲν καθήμενον, νῦν δὲ ὡπλισμένον, νῦν δὲ τρίχα πολιὰν ἔχοντα, νῦν δὲ ἐν αὔρᾳ, νῦν δὲ ἐν πυρί, νῦν δὲ ἐκ τῶν ὀπισθίων φαινόμενον, νῦν δὲ ἐπὶ τῶν Χερουβίμ, καὶ πρὸς μεταλλικῶν ὑλῶν λαμπρότητα τῶν διαφανεστάτων τὴν ὄψιν ἐξεικονιζόμενον. Τίνος μὲν οὖν ἕνεκεν νῦν μὲν ὡπλισμένος φαίνεται καὶ ᾑμαγμένος, νῦν δὲ ἐν πυρί, νῦν δὲ τὰ ὀπίσθια δεικνύς, νῦν δὲ ἐν οὐρανῷ, νῦν δὲ ἐν θρόνῳ, νῦν δὲ ἐπὶ τῶν Χερουβὶμ οὐ τοῦ παρόντος ἂν εἴη λέγειν καιροῦ, ὥστε μὴ τὸ πάρεργον τοῦ ἔργου γενέσθαι μεῖζον. Τέως δὲ ἀναγκαῖον ὑπὲρ τῆς παρούσης ὄψεως διαλεχθῆναι. Τίνος οὖν ἕνεκεν οὕτω φαίνεται νῦν ἐπὶ θρόνου καθήμενος καὶ μετὰ τῶν Σεραφίμ; Ἀνθρώπινον ἔθος μιμεῖται, ἐπειδὴ καὶ πρὸς ἀνθρώπους ἦν ὁ λόγος αὐτῷ. Ἐπειδὴ γὰρ ἀπόφασιν ἐκφέρειν μέλλει ὑπὲρ μεγίστων πραγμάτων καὶ τῆς οἰκουμένης ἁπάσης, ἔτι μὴν καὶ περὶ τῶν Ἱεροσολύμων καὶ διπλῆν τίθησι ψῆφον, τὴν μὲν κόλασιν τῇ πόλει φέρουσαν καὶ τῷ ἔθνει παντί, τὴν δὲ εὐεργεσίαν τῇ οἰκουμένῃ καὶ μεγάλας ἐπαγγελλομένην ἐλπίδας καὶ τιμὰς ἀθανάτους. Ἔθος δὲ τοῖς δικάζουσι ταῦτα ποιεῖν μὴ λάθρα, ἀλλ' ἐφ' ὑψηλοῦ τοῦ βήματος καθημένοις, παρεστώτων ἁπάντων καὶ τῶν παραπετασμάτων συνελκομένων [τοῦτο ποιεῖν].

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Isaiam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg497.local001/.
