# In Isaiam 6.4.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Isaiam, Chapter 6. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-isaiam/6.4.1

Ἐρημώσεως γὰρ τουτὶ τὸ σημεῖον ἦν, καὶ ἀνατροπῆς τοῦ ναοῦ· τοῦ ναοῦ δὲ ἀφανισθέντος, καὶ τἄλλα συγκατελύετο πάντα. Καὶ ἵνα μάθῃς ὅτι ἡ Καινὴ τὴν Παλαιὰν ἔπαυσεν· Ἀπὸ τῆς φωνῆς, φησίν, ἐπήρθη τὸ ὑπέρθυρον· τουτέστιν ἀπὸ τοῦ παραγενέσθαι τὴν δοξολογίαν ταύτην καὶ λάμψαι τὴν χάριν καὶ τὴν δόξαν ἐκχυθῆναι πανταχοῦ τῆς οἰκουμένης, τὰ τῆς σκιᾶς ἐκποδὼν γέγονε. Καὶ ὁ οἶκος ἐνεπλήσθη καπνοῦ. Ἐμοὶ καὶ τοῦτο δοκεῖ σημεῖον εἶναι τῆς ἁλώσεως τῆς αὐτοὺς καταληψομένης καὶ τοῦ βαρβαρικοῦ πυρὸς καὶ τοῦ χαλεπωτάτου ἐμπρησμοῦ. Καὶ εἶπον· Ὢ τάλας ἐγὼ ὅτι κατανένυγμαι, ὅτι ἄνθρωπος ὢν καὶ ἀκάθαρτα χείλη ἔχων καὶ ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ καὶ τὸν Κύριον Σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου. Ἐξέπληξε τὸν προφήτην ἡ ὄψις, διανέστησεν, εἰς πολὺν τὸν φόβον ἐνέβαλε, πρὸς ἐξομολόγησιν ἐκίνησεν, ἀκριβέστερον τὴν εὐτέλειαν τῆς οἰκείας οὐσίας ἐπιγνῶναι παρεσκεύασε. Τοιοῦτοι γὰρ οἱ ἅγιοι πάντες· ἐπειδὰν μείζονος ἀπολαύσωσι τιμῆς τότε ταπεινοῦνται μειζόνως. Οὕτω καὶ ὁ Ἀβραὰμ τῷ Θεῷ διαλεγόμενος, γῆν καὶ σποδὸν ἑαυτὸν ἐκάλει· οὕτω καὶ Παῦλος, ὅτε τῆς ὄψεως ἐκείνης κατηξιώθη, τότε ἔκτρωμα ἑαυτὸν ὠνόμασεν· οὕτω δὴ καὶ οὗτος ταλανίζει ἑαυτὸν πρότερον ἀπὸ τῆς φύσεως λέγων· Ὢ τάλας ἐγώ, ὅτι κατανένυγμαι, ὅτι ἄνθρωπος ὤν· εἶτα ἀπὸ τῆς γνώμης, Καὶ ἀκάθαρτα χείλη ἔχων. Ἀκάθαρτα αὐτοῦ τὰ χείλη ἐκάλεσεν, ὡς ἔγωγε οἶμαι, πρὸς τὴν παράθεσιν τῶν ἐμπύρων στομάτων ἐκείνων τῶν καθαρῶν δυνάμεων, τῆς ἀκριβεστάτης λειτουργίας ἐκείνης. Καὶ οὐδὲ ἐνταῦθα ἔστη, ἀλλὰ καὶ ὑπὲρ τοῦ λαοῦ παντὸς ἐξομολογεῖται, ἐπάγων καὶ λέγων· Ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ. Καὶ τίνος ἕνεκεν χείλη ἐνταῦθα αἰτιᾶται; Τὸ ἀπαρρησίαστον ἐμφαίνων. Ἐπεὶ καὶ οἱ παῖδες οἱ τρεῖς τοῦτο αὐτὸ ἔλεγον σχεδόν, ἐν τῇ καμίνῳ ὄντες· Οὐκ ἔστιν ἡμῖν ἀνοῖξαι τὸ στόμα. Καὶ νῦν, ἐπειδὴ ὑμνῳδίας ἦν καιρὸς καὶ εὐφημίας καὶ τὰς ἄνω δυνάμεις ἑώρα τοῦτο ποιούσας, εἰκότως ἐπὶ τὰ χείλη τρέπει τὸν λόγον, τὰ μάλιστα πρὸς τὴν τοιαύτην διακονίαν καλούμενα. Ἀλλὰ τὰ μὲν αὐτοῦ διὰ τοῦτο ἀκάθαρτα ἐκάλεσε, τὰ δὲ τοῦ λαοῦ οὐχ οὕτως, ἀλλ' ἐπειδὴ πολλῆς ἀνομίας ἦσαν ἐμπεπλησμένοι. Καὶ τὸν βασιλέα Κύριον εἶδον τοῖς ὀφθαλμοῖς μου. Διὰ τοῦτο στένω καὶ θρηνῶ, φησίν, ὅτι τοσαύτης ἠξιώθην τιμῆς ἀνάξιος ὢν ὑπερβαινούσης μου τὴν ἀξίαν, ἀναβεβηκυίας μου τὴν φύσιν. Ὅταν δὲ λέγῃ· Εἶδον, μὴ τὴν ἀκριβῆ κατανόησιν νόμιζε, ἀλλὰ τὴν αὐτῷ δυνατήν. Καὶ σκόπει πόσον τῆς ἐξομολογήσεως τὸ κέρδος. Κατηγόρησεν ἑαυτοῦ καὶ εὐθέως ἐκαθάρθη. Ἐπειδὴ γὰρ ταῦτα εἶπε τὰ ῥήματα· Ἀπεστάλη πρός με, φησίν, ἓν τῶν Σεραφὶμ καὶ ἐν τῇ χειρὶ αὐτοῦ εἶχεν ἄνθρακα, ὃν τῇ λαβίδι ἔλαβεν ἀπὸ τοῦ θυσιαστηρίου. Καὶ ἥψατο τοῦ στόματός μου καὶ εἶπεν· Ἰδοὺ ἥψατο τοῦτο τῶν χειλέων σου καὶ ἀφελεῖ τὰς ἀνομίας σου καὶ τὰς ἁμαρτίας σου περικαθαριεῖ. Τινὲς μὲν καὶ τῶν μυστηρίων τῶν μελλόντων σύμβολα ταῦτα εἶναί φασι, τὸ θυσιαστήριον, τὸ πῦρ τὸ ἐπικείμενον, τὴν διακονουμένην δύναμιν, τὸ ἐν τῷ στόματι δίδοσθαι, τὸ καθαίρειν τὰ ἁμαρτήματα· ἡμεῖς δὲ τέως τῆς ἱστορίας ἐχόμεθα καὶ λέγομεν τίνος ἕνεκεν τοῦτο γεγένηται. Μέλλει πέμπεσθαι πρὸς τὸν δῆμον τὸν Ἰουδαϊκόν, φοβερά τινα ἀπαγγέλλων καὶ ἀφόρητα. Πέμπεται τοίνυν τὰ Σεραφίμ, ὥστε <ἀπαλλάξαι> φόβου καὶ παρρησίας αὐτὸν ἐμπλῆσαι. Καὶ ἵνα μὴ προβάλληται, καθάπερ Μωϋσῆς, λέγων ἰσχνόφωνος εἶναι καὶ Ἱερεμίας, νεώτερος εἶναι, οὕτω καὶ οὗτος ἀκάθαρτα χείλη ἔχειν καὶ μὴ δύνασθαι διακονῆσαι τοῖς λεγομένοις, ἔρχεται τὰ Σεραφὶμ ἐκκαθαίροντα αὐτοῦ τὰ ἁμαρτήματα, οὐκ οἰκείᾳ δυνάμει (τοῦτο γὰρ Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος μόνον), ἀλλ' ἐπιτάγματι καὶ δόσει τῶν ἀνθράκων. Οὐ γὰρ εἶπεν· Ἰδοὺ ἀφαιρῶ ἐγώ, ἀλλ' Ἰδοὺ τοῦτο ἀφαιρεῖται τὰς ἀνομίας σου, καὶ τὰς ἁμαρτίας σου περικαθαριεῖ διὰ τὸ ἐπίταγμα τοῦ πέμψαντος. Τίνος δὲ ἕνεκεν ἐν τῇ λαβίδι τὰ Σεραφὶμ ἔλαβε τὸν ἄνθρακα; Οὐ γὰρ δὴ ἡ ἀσώματος δύναμις ἐγκατακαίεσθαι ἔμελλεν ὑπὸ τῶν ἀνθράκων. Τίνος ἕνεκεν ταῦτα γεγένηται; Διὰ πολλὴν συγκατάβασιν. Διὰ δὴ τοῦτο καὶ ἀπὸ τοῦ θυσιαστηρίου λαμβάνει, ἔνθα αἱ θυσίαι προσεφέροντο καὶ οἱ καθαρμοὶ τῶν ἁμαρτημάτων. Εἰ δὲ λέγοις· Πῶς τὸ στόμα οὐ κατεκάη τοῦ προφήτου; Μάλιστα μὲν οὐδὲ πῦρ αἰσθητὸν ἦν τὸ φαινόμενον· ἄλλως δέ, ὅταν ὁ Θεὸς ἐργάζηταί τι, μὴ πολυπραγμόνει, μηδὲ περιεργάζου.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Isaiam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg497.local001/.
