Ancient Greek
Chapter 7
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Isaiam 7.1.1
Not analysed yet
Καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Ἄχαζ τοῦ Ἰωαθὰν τοῦ Ὀζίου βασιλέως Ἰούδα. Ὅπερ πολλάκις εἶπον, τοῦτο καὶ νῦν ἐρῶ, ὅτι τὸ παλαιὸν αἱ προφητεῖαι οὐ διὰ τοῦτο ἐγίνοντο, ἵνα ἁπλῶς οἱ Ἰουδαῖοι τὰ μέλλοντα μάθωσιν, ἀλλ' ἵνα μαθόντες, ἐντεῦθεν κερδάνωσι καὶ τῷ φόβῳ τῆς ἀπειλῆς γένωνται σωφρονέστεροι καὶ τῇ τῶν ἀγαθῶν ὑποσχέσει προθυμότεροι περὶ τὴν τῆς ἀρετῆς ἐργασίαν, ἑκατέρωθεν μανθάνοντες τοῦ Θεοῦ τήν τε δύναμιν καὶ τὴν περὶ αὐτοὺς κηδεμονίαν. Καὶ γὰρ ταύτης ἕνεκεν τῆς αἰτίας προελέγετο τὰ λεγόμενα, καὶ ἵνα μὴ νομίσωσιν ἁπλῶς καὶ ὡς ἔτυχε τὰ συμβαίνοντα ἐπιέναι, κατά τινα ἀκολουθίαν φύσεως ἢ πραγμάτων φοράν, ἀλλὰ εἰδῶσιν, ὅτι ἄνωθεν καὶ ἐκ τῆς τοῦ Θεοῦ ψήφου ταῦτα ἑκάτερα γίγνεται· ὅπερ αὐτοὺς τὰ μέγιστα εἰς θεογνωσίαν ὠφέλει. Ἀλλ' ἐπειδή, καθάπερ καὶ ἔμπροσθεν ἔφθην εἰπών, ἡ προφητεία οὐκ ἐν αὐτῷ τῷ καιρῷ τὴν ἀπόδειξιν εἶχεν, ἀλλὰ τὰ μὲν ῥήματα τότε ἐλέγετο, τὰ δὲ πράγματα μακροῖς ὕστερον ἔμελλον ἐκβήσεσθαι χρόνοις, ἐνίων τῶν ἀκουόντων πολλάκις καὶ προαπερχομένων καὶ οὐ δυναμένων δικάσαι τῇ τῶν λεγομένων ἀκολουθίᾳ, ὅρα τί ποιεῖ καὶ πραγματεύεται ὁ Θεός. Προφητείαν προφητείαις συνάπτει μακροτέραις ἐγγυτέραν, τὴν ἐπὶ τῆς γενεᾶς αὐτῶν γενομένην τῶν μακρὸν ὕστερον ἐσομένων μεγίστην ἀπόδειξιν παρεχόμενος. Ἐπὶ δὲ τῶν εὐαγγελίων καὶ ἑτέρως μεθοδεύει τουτὶ τῆς ὠφελείας τὸ εἶδος, θαύματα προφητείαις συνάπτων καὶ θάτερον θατέρῳ κατασκευάζων. Οἷον τι λέγω· προσῆλθεν αὐτῷ ὁ λεπρός ποτε καὶ ἐκαθάρθη καὶ μετ' ἐκεῖνον πάλιν ὁ τοῦ ἑκατοντάρχου παῖς ἀπηλλάγη τῆς χαλεπῆς ἀρρωστίας ἐκείνης καὶ σημεῖα ταῦτα μεγάλα ἦν· ἀλλ' ὅμως οὐκ ἔστη μέχρι τῶν σημείων, ἀλλὰ καὶ προφητείαν προστέθεικεν. Ἐπειδὴ γὰρ ὁ ἑκατόνταρχος τὴν θαυμαστὴν ἐκείνην καὶ μεγάλην ἐπεδείξατο πίστιν, δι' ἧς τὸν παῖδα ἀπήλλαξε τῆς ἀρρωστίας, ἐπήγαγεν ὁ Χριστὸς λέγων· Πολλοὶ ἀπὸ ἀνατολῶν καὶ δυσμῶν ἥξουσι καὶ ἀνακλιθήσονται μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ καὶ Ἰακώβ, οἱ δὲ υἱοὶ τῆς βασιλείας ἐκβληθήσονται ἔξω. Ταῦτα δὲ ἔλεγε, καὶ τὴν τῶν ἐθνῶν κλῆσιν καὶ τὴν τῶν Ἰουδαίων ἀποβολὴν προαναφωνῶν· ὃ δὴ νῦν ἐπὶ τῶν ἔργων ἐξέβη καὶ τοῦ ἡλίου φανερώτερον ἅπασι δείκνυται· ἀλλὰ τότε τέως ἄδηλον ἦν καὶ τοῖς ἀπίστοις οὐκ εὐπαράδεκτον. Διὰ δὴ τοῦτο σημεῖον προέλαβε τὸ τότε ἐκβάν, τῷ μετὰ ταῦτα συμβησομένῳ πολλὴν προαποτιθέμενος τὴν πίστιν· ὥσπερ οὖν καὶ αὐτὴ ἡ προφητεία, ἐπὶ τῶν ἔργων φαινομένη νῦν, τῷ σημείῳ τῷ τότε γενομένῳ πολλὴν παρέχει τὴν βεβαίωσιν. Τί γὰρ ἂν εἴποι ὁ ἄπιστος; ὅτι οὐκ ἐκαθάρθη ὁ λεπρός; Βλεπέτω τῆς προφητείας τὴν ἀλήθειαν, καὶ ἀπὸ ταύτης καὶ τῷ σημείῳ πιστευέτω. Τί δὲ ἂν εἴποιεν οἱ τότε Ἰουδαῖοι; ὅτι ἃ προλέγει οὐκ ἔστιν ἀληθῆ; Ὁράτωσαν τὸν λεπρὸν καθαιρόμενον καὶ ἀπὸ τῶν ἐπ' ἐκείνου γενομένων καὶ περὶ τῶν μελλόντων μὴ ἀπιστείτωσαν, μέγιστον λαμβάνοντες ἐνέχυρον ἐκεῖνοι μὲν τῆς προφητείας τὸ σημεῖον, οἱ δὲ νῦν τοῦ σημείου τὴν προφητείαν. Εἶδες πῶς θάτερον διὰ θατέρου κατασκευάζεται; Τοῦτο καὶ ἐπὶ τῆς Παλαιᾶς γινόμενον ἴδοι τις ἄν. Ἐπεὶ γὰρ καὶ ὁ Ἱεροβοὰμ τὴν χαλεπὴν ἐκείνην ἐμάνη μανίαν καὶ δαμάλεις ἔστησε χρυσᾶς, ἐλθὼν ὁ προφήτης τά τε μέλλοντα προανεφώνησεν καὶ σημεῖον εὐθέως ἔδωκεν. Ἵνα γὰρ μηδεὶς ἀπιστῇ τοῖς μετὰ τριακόσια συμβησομένοις ἔτη, τὸν βωμὸν ἔρρηξε καὶ τὴν πιότητα ἐξέχεε καὶ τὴν χεῖρα τοῦ βασιλέως ἐξήρανεν, ἀπὸ τῶν πρὸ τῶν ὀφθαλμῶν γινομένων τῶν μετὰ πολὺν χρόνον συμβησομένων σαφῆ παρεχόμενος τὴν ἀπόδειξιν. Καὶ πολλὰ τοιαῦτα ἴδοι τις ἂν καὶ ἐν τῇ Καινῇ καὶ ἐν τῇ Παλαιᾷ γινόμενα, τοῦ Θεοῦ διαφόρως τὴν ἡμετέραν οἰκονομοῦντος σωτηρίαν. Ὃ δὴ καὶ ἐνταῦθα γέγονε καὶ μετὰ πλείονος τῆς περιουσίας· οὐ γὰρ δὴ σημεῖον μόνον, ἀλλὰ καὶ προφητείαν ὁμοῦ καὶ σημεῖον συνέπλεξεν. Ἀλλ' ὥστε σαφέστερα γενέσθαι τὰ λεγόμενα, αὐτὴν μετὰ ἀκριβείας τὴν ἱστορίαν ἐπέλθωμεν. Καὶ ἐγένετο ἐν ταῖς ἡμέραις Ἄχαζ τοῦ Ἰωαθὰν τοῦ Ὀζίου βασιλέως Ἰούδα, ἀνέβη Ῥασὴν βασιλεὺς Ἀρὰμ καὶ Φακὲς υἱὸς Ῥωμελίου βασιλεὺς Ἰσραὴλ ἐπὶ Ἱερουσαλὴμ πολεμῆσαι αὐτὴν καὶ οὐκ ἠδυνήθησαν πολιορκῆσαι αὐτήν. Καὶ ἀνηγγέλη εἰς τὸν οἶκον Δαυῒδ, λεγόντων· συνεφώνησεν Ἀρὰμ πρὸς τὸν Ἐφραΐμ. Ἔστι μὲν ἱστορία τὰ εἰρημένα καὶ πραγμάτων διήγησις· ἀλλ' ὁ νοῦν ἔχων καὶ ὀξὺ βλέπων, πολὺ καὶ ἐντεῦθεν καρπώσεται τὸ κέρδος, τοῦ Θεοῦ τὴν πολλὴν σοφίαν καὶ τὴν ὑπὲρ τῶν Ἰουδαίων κηδεμονίαν καταμανθάνων. Οὔτε γὰρ ἐκ προοιμίων τὸν πόλεμον ἀνεχαίτισεν, οὔτε ἐπελθόντα κρατῆσαι τῆς πόλεως συνεχώρησεν, ἀλλὰ τὴν ἀπειλὴν ἀφεὶς γενέσθαι τὴν διὰ τῶν ῥημάτων, τὴν πεῖραν ἐκώλυσεν, ὁμοῦ μὲν ἐκείνους ἀφυπνίζων καὶ τῆς ῥᾳθυμίας ἀπαλλάττων, ὁμοῦ δὲ τὴν ἑαυτοῦ δύναμιν ἐνδεικνύμενος, ὅτι δυνατὸν αὐτῷ καὶ πρὸς αὐτὸ τῶν δεινῶν τὸ τέλος ἐλθόντων, ὥσπερ οὐδὲ ἀρχὴν εἰληφότων, οὕτω τοὺς ἐμπίπτοντας ἀκεραίους διατηρῆσαι. Ὃ πολλαχοῦ ποιοῦντα αὐτὸν ἔστιν ἰδεῖν· οἷον ἐπὶ τῆς καμίνου τῆς Βαβυλωνίας καὶ ἐπὶ τοῦ λάκκου τῶν λεόντων καὶ ἐφ' ἑτέρων μυρίων πραγμάτων. Καὶ γὰρ ἦλθον οὗτοι καὶ ἐπολιόρκησαν, καὶ τῶν τειχῶν ἁψάμενοι καὶ τὴν διάνοιαν τῶν ἔνδον οἰκούντων κατασείσαντες, οὐδὲν ἴσχυσαν περαιτέρω.