Ancient Greek
Chapter 7
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Isaiam 7.8.1
Not analysed yet
Ὃ τοίνυν λέγει, τοῦτό ἐστιν, ὅτι τῇ ψήφῳ ἔκτοτε ἐπήγαγεν ἂν τὰς ἡμέρας· ἀλλ' ἀνέμενεν ὁ Θεὸς καὶ ἐμακροθύμει, καίτοι τῆς ἀξίας τῶν ἁμαρτημάτων ἔκτοτε ἀπαιτούσης τὴν τιμωρίαν· ὅπερ πολλαχοῦ ποιεῖν εἴωθε, τῆς κυρίας παραγενομένης ἡμέρας, ἀναβάλλεσθαι καὶ ἀναδύεσθαι· ὃ καὶ τῆς αὐτοῦ φιλανθρωπίας τεκμήριον μέγιστον καὶ τῆς ἀγνωμοσύνης τῶν οὐκ ἐθελόντων εἰς δέον αὐτοῦ κεχρῆσθαι τῇ μακροθυμίᾳ ἀπόδειξις σαφεστάτη. Τοῦτο οὖν καὶ ἐνταῦθά φησιν, ὅτι ἀπὸ τότε ἡ ἀπειλή, ἀπὸ τότε ἡ ἀπόφασις, ἐκ τότε ἡ θεήλατος ὀργή, ἵνα ἐπὶ θύραις ἀγαγὼν τὴν τιμωρίαν, διαναστήσῃ πρὸς μετάνοιαν καὶ βελτίους ἐργάσηται καὶ μετὰ τὴν ἐκείνων ἅλωσιν ἐν ἀγωνίᾳ καταστήσῃ, μηδέ, ἐπειδὴ οἱ μὲν ἀπηνέχθησαν, οἱ δὲ διέφυγον, ῥᾳθυμότεροι ταύτῃ γένωνται. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, συριεῖ Κύριος μυίαις, αἳ κυριεύσουσι μέρους ποταμοῦ Αἰγύπτου. Ὁρᾷς ὡς οὐ μάτην ἔλεγον, ὅτι τὸν φόβον αὐξῆσαι βουλόμενος, ἀπὸ τῆς ἡμέρας ἐκείνης ἐπισείει τὴν ἀπειλήν. Τὰ γοῦν ἑξῆς τοῦτο δηλοῖ, δι' ὧν ἐπαίρει τὸν φόβον τῷ λόγῳ καὶ τὰ στρατόπεδα αὐτοῖς δῆλα ποιῶν, ἅπερ ἦν αὐτοῖς φοβερώτατα, καὶ τὴν εὐκολίαν τῆς ἐφόδου δηλῶν, ὃ μεθ' ὑπερβολῆς αὐτοὺς κατέσειε, καὶ τὸ στῖφος τῆς στρατιᾶς ἐμφαίνων, ὃ μάλιστα αὐτῶν ἐξίστη τὴν διάνοιαν· ταῦτα δὲ ἅπαντα διὰ τῶν ἑξῆς ᾐνίξατο. Σκόπει δέ. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, φησί, συριεῖ Κύριος μυίαις. Μυίας ἐνταῦθα τοὺς Αἰγυπτίους ἐκάλεσε, διὰ τὸ ἀναιδὲς καὶ ἀναίσχυντον καὶ ὅτι συνεχῶς διακρουόμενοι συνεχῶς ἐπῄεσαν καὶ οὐδὲ μικρὸν ἀναπνεῖν συνεχώρουν, ἀλλὰ μυρία παρεῖχον αὐτοῖς πράγματα πολλάκις, καθάπερ αἱ μυῖαι τοῖς τραύμασιν, οὕτω διηνεκῶς ταῖς τούτων ἐφιζάνοντες συμφοραῖς. Τούτους οὖν ἄξει, φησίν, ὁ Θεός. Ἀλλ' οὐκ εἶπεν, ἄξει, ἀλλὰ Συριεῖ, τὴν εὐκολίαν ἐμφαίνων τῆς ἀνόδου καὶ τὸ ἄμαχον τῆς τοῦ Θεοῦ δυνάμεως καὶ ὅτι ἀρκεῖ νεῦσαι μόνον καὶ πάντα ἕπεται. Καὶ εἰκότως ἀπὸ τούτων πρότερον ἄρχεται τῆς ἀπειλῆς, ὧν ἤδη διὰ τῶν ἔργων πεῖραν εἰλήφεισαν. Καὶ τῇ μελίσσῃ, ἥ ἐστιν ἐν χώρᾳ Ἀσσυρίων. Ὁ Σύρος καὶ ὁ Ἑβραῖος, ὥς φασιν, οὐ λέγουσι, μελίσσας, ἀλλά, Σφῆκας. Ἐπειδὴ γὰρ οὐ σφόδρα αὐτῶν ἦσαν ἐν πείρᾳ, τῇ εἰκόνι τοῦ σφηκὸς εἰς πολλὴν αὐτοὺς ἐνέβαλλεν ἀγωνίαν, τὸ σφοδρὸν αὐτῶν, τὸ πληκτικόν, τὸ ἀμυντικόν, τὸ πικρὸν τῶν τραυμάτων, τὸ ταχὺ τῆς παρουσίας, τὸ δυσφύλακτον διὰ τοῦ ζώου τούτου δηλῶν. Καὶ ἐλεύσονται καὶ ἀναπαύσονται πάντες ἐν ταῖς φάραγξι τῆς χώρας καὶ ἐν ταῖς τρώγλαις τῶν πετρῶν καὶ εἰς τὰ σπήλαια καὶ εἰς πᾶσαν ῥαγάδα καὶ ἐν παντὶ ξύλῳ. Εἰπὼν τὸ φοβερὸν τῶν ἐθνῶν καὶ τὸ τάχιστον τῆς στρατείας, λέγει καὶ τὸ πλῆθος λοιπόν. Καὶ οὐκ εἶπε· Στρατοπεδεύσονται, ἀλλά· Ἀναπαύσονται, οὐδὲ ὡς εἰς πολεμίαν ἀφικνούμενοι χώραν, ἀλλ' ὡς τῇ οἰκείᾳ ἐντρυφῶντες, οὐδὲ ὡς καμάτου δεόμενοι καὶ πόνων, ἀλλ' ὡς ἐπὶ φανερὰν ἀπαντήσοντες νίκην καὶ ἕτοιμον ληψόμενοι τὴν ἁρπαγήν. Διὰ τοῦτό φησιν· Ἐλεύσονται καὶ ἀναπαύσονται, ὃ τῶν νενικηκότων ἐστὶ καὶ τρόπαιον στησάντων καὶ μετὰ τὸν πολὺν ἱδρῶτα καὶ τὰς σφαγὰς ἀναπαυομένων. Καὶ οὐκ ἀναπαύσονται ἐν πεδίοις μόνον· ἀλλ' ἐπειδὴ τὸ πλῆθος ἄπειρον καὶ οὐχ ἱκανὴ ἡ χώρα δέξασθαι τῶν σωμάτων τὸν ἀριθμόν, καὶ φάραγγες καὶ πέτραι καὶ ὄρη καὶ νάπαι καὶ πάντα καλυφθήσεται τοῖς βαρβαρικοῖς σώμασι. Καίτοι εἰ καὶ μὴ σφοδροὶ ἦσαν, μηδὲ οὕτω ῥαγδαῖοι, ἤρκει τὸ πλῆθος αὐτοὺς καταπλῆξαι· ὅταν δὲ ἀμφότερα ᾖ, καὶ πλῆθος τοσοῦτον καὶ δύναμις τηλικαύτη καὶ τὸ πάντων χαλεπώτερον, ἡ τοῦ Θεοῦ ὀργὴ στρατηγοῦσα, ποία λοιπόν ἐστι σωτηρίας ἐλπίς; Τὸ δὲ Εἰς πᾶσαν ῥαγάδα καὶ ἐν παντὶ ξύλῳ ὑπερβολικῶς εἴρηται. Οὐ γὰρ δὴ ἐπὶ τῶν δένδρων ἔμελλον ἀναπαύεσθαι, ἀλλ' ὁμοῦ, καθάπερ εἶπον, καὶ τὴν ὑπερβολὴν ᾐνίξατο καὶ τῇ μεταφορᾷ τῶν σφηκῶν ἐνέμεινεν. Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ξυρήσει Κύριος τῷ ξυρῷ τῷ μεμεθυσμένῳ. Αὐξήσας τὸν φόβον ἀπὸ τῶν στρατοπέδων, ἐπιτείνει πάλιν αὐτόν, ἐπὶ τὸν οὐρανὸν τὸν λόγον ἀνάγων, δεικνὺς ὅτι οὐ βάρβαροί τινες Αἰγύπτιοι καὶ Πέρσαι, ἀλλ' ὁ Θεός ἐστιν ὁ πολεμῶν τοῖς Ἰουδαίοις. Ξυρὸν δὲ ἐνταῦθα τὴν ἀφόρητον ὀργὴν αὐτοῦ φησι καὶ ἣν οὐδεὶς ὑποστῆναι δυνήσεται, μετ' εὐκολίας ἐπιοῦσαν καὶ ἀναλίσκουσαν. Ὥσπερ γὰρ αἱ τρίχες τοῦ σώματος τοῦ ξυροῦ τὴν ἀκμὴν οὐκ ἂν ἐνέγκαιεν, ἀλλ' εἴκουσιν εὐθέως καὶ παραχωροῦσιν· οὕτω δὴ καὶ τὰ Ἰουδαϊκὰ πράγματα τὴν θεήλατον ὀργὴν ἐκείνην οὐκ ἂν ὑποσταῖέν ποτε, φησί.