# In Isaiam 7.9.1

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Isaiam, Chapter 7. Ancient Greek.

Canonical: https://interlinea.aeterna-institute.org/library/greek/joannes-chrysostomus-scr-eccl-john-chrysostom/in-isaiam/7.9.1

Ξυρὸν τοίνυν μεμεθυσμένον τὴν ἀκμάζουσαν, τὴν μεμεστωμένην τοῦ Θεοῦ ὀργήν, τὴν πεπληρωμένην ἀπόφασιν ἡμῖν ἐνδείκνυται. Πέραν δὲ τοῦ ποταμοῦ βασιλέως Ἀσσυρίων, τὸ πέραν τοῦ Εὐφράτου φησίν· ἅπερ ἦν ἡ Ἰουδαία καὶ ἡ Παλαιστίνη πᾶσα ἀπὸ Περσίδος ἐπανιοῦσι. Ταῦτα οὖν ἅπαντα ἀφανιεῖ, φησίν, ἄρδην. Κεφαλὴν δὲ καὶ τρίχας καὶ πώγωνα καὶ πόδας, ὁλόκληρον τὴν χώραν φησὶ τῇ παραβολῇ τοῦ σώματος, πᾶσαν αὐτῶν τὴν χώραν περιλαμβάνων τῷ λόγῳ, ὥσπερ καὶ ἀρχόμενος ἔλεγε· Πᾶσα κεφαλὴ εἰς πόνον καὶ πᾶσα καρδία εἰς λύπην. Ἀπὸ ποδῶν ἕως κεφαλῆς οὐκ ἔστιν ἐν αὐτῷ ὁλοκληρία· οὐ περὶ ἑνὸς ἀνθρώπου λέγων, ἀλλ' ὁλόκληρον τὴν χώραν ἑνὶ σώματι παραβάλλων. Τοῦτο δὴ καὶ ἐνταῦθά φησιν, ὅτι καὶ χαλεπὴν ὑποστήσεται τὴν τιμωρίαν πᾶσα ἡ γῆ. Καὶ τὸ μὲν διὰ τοῦ ξυροῦ, τὸ δὲ διὰ τῆς τοῦ σώματος εἰκόνος ἐνέφηνε, δηλῶν ὅτι ξυροῦ παντὸς χαλεπώτερον καὶ τοὺς ἀνθρώπους καὶ τὰ ἀπὸ τῆς γῆς ἀναλώσει ἡ παρὰ τοῦ Θεοῦ φερομένη ψῆφος καὶ γυμνὴν αὐτὴν καὶ ἔρημον καταλείψει. Εἶτα τὴν ἐρημίαν ταύτην δι' ἑτέρας εἰκόνος ἐνδείκνυται. Ποιεῖ δὲ αὐτό, ὥστε διὰ πάντων ἀκμάζοντα μένειν τὸν φόβον καὶ μὴ καταμαραίνεσθαι τῷ μήκει τοῦ λόγου τὴν ἀγωνίαν. Καὶ δοκεῖ μὲν τοῖς οὐ προσέχουσι χρηστῶν τινων ἐπαγγελίαν εἶναι τὸ λεγόμενον· οἱ δὲ ἀκριβῶς ἐξετάζοντες ἴσασιν ὅτι ἐπιτεταμένης ἐρημίας ἐστὶν ἀπόδειξις. Τί γάρ φησι; Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, θρέψει ἄνθρωπος δάμαλιν βοῶν καὶ δύο πρόβατα. Καὶ ἔσται, ἀπὸ τοῦ πλεῖστον ποιεῖν γάλα φάγεται βούτυρον, ὅτι βούτυρον καὶ μέλι φάγεται πᾶς ὁ καταλειφθεὶς ἐπὶ τῆς γῆς. Ταῦτα πολλήν, ὡς ἔφθην εἰπών, ἐρημίαν ἐνδείκνυται. Ἡ γὰρ πυροὺς καὶ κριθὰς φέρουσα γῆ, τῶν ἀνθρώπων ἐρημωθεῖσα, δαψιλῆ παρέξει νομὴν τοῖς προβάτοις καὶ οὕτω δαψιλῆ, ὡς διὰ τὴν εὐθηνίαν τῆς τοιαύτης τραπέζης ἀρκεῖν καὶ δύο πρόβατα καὶ δάμαλιν μίαν πηγὰς τῷ κεκτημένῳ παρέχειν γάλακτος. Ὥστε ἡ εὐθηνία τῆς εὐωχίας τῶν ἀλόγων τῆς τῶν ἀνθρώπων ἐρημίας μέγιστόν ἐστι τεκμήριον. Καὶ τὸ μέλι δὲ τοῦτο αἰνίττεται· εἰώθασι γὰρ ταῖς ἐρήμοις ἐμφιλοχωρεῖν αἱ μέλιτται καὶ ἔνθα ἂν πολλῆς νομῆς ἀπολαύωσι καὶ ἔνθα μηδεὶς ὁ ἐνοχλῶν ᾖ. Καὶ ἵνα μάθῃς ὅτι τὴν ἐπιτεταμένην ἐρημίαν αἰνίττεται, τὰ ἑξῆς δηλοῖ. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ οὗ ἐὰν ὦσι χίλιαι ἄμπελοι χιλίων σίκλων, εἰς χέρσον ἔσονται καὶ εἰς ἄκανθαν. Μετὰ βέλους καὶ τοξεύματος εἰσελεύσονται ἐκεῖ, ὅτι χέρσος καὶ ἄκανθα ἔσται πᾶσα ἡ γῆ. Πολλῆς καὶ τοῦτο δυσπραγίας σημεῖον, ὅταν μὴ ὄρη καὶ νάπαι, ἀλλ' αὐτὴ ἡ βαθύγειος καὶ πολλῆς ἀπολαύουσα τῆς ἐπιμελείας ἀκάνθας φέρῃ. Οὐδὲ γὰρ ἁπλῶς τὸ τίμημα τῶν ἀμπέλων τέθεικεν, ἀλλ' ἵνα καὶ τὴν φύσιν τῆς γῆς ἐπιδείξηται καὶ τὴν πολλὴν τῶν γεωργῶν ἐπιμέλειαν. Ἀλλ' ὅμως ἐκεῖνα τὰ οὕτως εὐθηνούμενα, φησί, καὶ γεωργικῶν ἀπολαύοντα χειρῶν, εἰς τοσαύτην καταστρέψει τὴν ἐρημίαν, ὡς ἀκάνθας μὲν ἀντὶ ἀμπέλων φέρειν, τοσοῦτον δὲ παρέχειν τοῖς εἰσιοῦσι τὸν φόβον, ὡς μηδένα τολμᾷν γυμνὸν καὶ ἄοπλον εἰσιέναι. Τοῦτο δὲ λέγει, τὴν ἐρημίαν ἐμφαίνων τοῦ τόπου καὶ τὴν πολλὴν αὐτόθι τῶν θηρίων διατριβήν. Κατασείσας τοίνυν αὐτῶν τὴν διάνοιαν καὶ μετὰ ἀκριβείας κατεργασάμενος αὐτοὺς τῷ φόβῳ, πάλιν ἀνίησιν ὀλίγον, τὰ χρηστὰ ἀναμίξας καὶ τὴν ἐπὶ τὸ βέλτιον μεταβολήν, ἵνα ἑκατέρωθεν μάθωσι τοῦ Θεοῦ τὴν ἰσχύν. Ἀλλὰ τοῖς μὲν φοβεροῖς ἐνδιατρίβει, τὰ δὲ χρηστὰ εὐθέως εἰπὼν ἀπαλλάττεται. Τί δήποτε; Ὅτι τούτου μάλιστα ἐδέοντο τῆς ἐπιτιμήσεως τοῦ φαρμάκου τότε· διὸ δὴ αὐτὸ μετὰ δαψιλείας ἐπιθείς, ὥστε ἐνδοῦναι μικρὸν ἀναπνεῦσαι καὶ ταύτῃ πάλιν εἰς ἀρετὴν ἐκκαλέσασθαι, καὶ τὰ χρηστὰ ἀναμίγνυσι, λέγων· Πᾶν ὄρος ἀροτριώμενον ἀροτριωθήσεται. Ὥσπερ γὰρ ἐν τῇ ὀργῇ τοῦ Θεοῦ καὶ ἡ βαθύγειος ἔρημος ἔσται, οὕτω καὶ ἐν τῇ καταλλαγῇ πάλιν καὶ ἡ τραχεῖα τὰ τῆς λιπαρᾶς ἐπιδείξεται γῆς, ἄροτρον δεχομένη καὶ σπέρματα. Τούτων δὲ γενομένων, καὶ τὰ ἐκ τούτων ἅπαντα ἔσται, εἰρήνη καὶ ἄδεια καὶ τὸ θαρσεῖν καὶ μὴ δεδοικέναι, καθάπερ ἔμπροσθεν. Οὐ γὰρ μὴ ἐπέλθῃ, φησίν, ἐκεῖ φόβος. Ἔσται δὲ ἀπὸ τῆς χέρσου καὶ ἀπὸ τῆς ἀκάνθης εἰς βόσκημα προβάτου καὶ πάτημα βοός. Καὶ διὰ τούτων πάλιν τὴν εὐθηνίαν αἰνίττεται, ὥσπερ καὶ ἔμπροσθεν προϊὼν λέγει· Μακάριος ὁ σπείρων ἐπὶ πᾶν ὕδωρ, οὗ βοῦς καὶ ὄνος πατεῖ. Ὥσπερ γάρ, ὅταν ἐρημίαν παραστῆσαι βούληται, Σειρῆνας καὶ Ὀνοκενταύρους εἰς μέσον ἄγει τῷ λόγῳ· οὕτως, ὅταν εἰρήνην καὶ ἀσφάλειαν, τὰ χειροήθη καὶ τιθασσὰ τῶν ζώων καὶ συνεφαπτόμενα τῶν γεωργικῶν ἔργων ἡμῖν ταῦτα πανταχοῦ δείκνυσι φαινόμενα, ἀπὸ τούτων τὰ ἐκ τούτων ἐμφαίνων, γεωργίαν καὶ τὴν ἄλλην αὐτῶν διακονίαν.

---

Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Isaiam. Text: The Greek Library, from the Perseus Digital Library and other open sources, CC BY 4.0. Changes: apostrophes normalised and the text divided into reading sections by Interlinea.
License: CC BY 4.0 (https://creativecommons.org/licenses/by/4.0/). Source: https://thegreeklibrary.pages.lisn.upsaclay.fr/works/tlg2062.tlg497.local001/.
