Ancient Greek
Chapter 8
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Isaiam 8.1.1
Not analysed yet
Καὶ εἶπε Κύριος πρός με· λαβὲ σεαυτῷ τόμον χάρτου καινόν, μέγαν, καὶ γράψον εἰς αὐτὸν γραφίδι ἀνθρώπου, τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων. Πάρεστι γάρ· καὶ μάρτυράς μοι ποίησον πιστοὺς ἀνθρώπους, τὸν Οὐρίαν τὸν ἱερέα, καὶ Ζαχαρίαν υἱὸν Βαραχίου. Καὶ προσῆλθον πρὸς τὴν προφῆτιν καὶ ἐν γαστρὶ ἔλαβε καὶ ἔτεκεν υἱόν. Καὶ εἰπέ μοι Κύριος· Κάλεσον τὸ ὄνομα αὐτοῦ, ταχέως σκύλευσον, ὀξέως προνόμευσον. Διότι πρὶν ἢ γνῶναι τὸ παιδίον καλεῖν πατέρα ἢ μητέρα, λήψεται δύναμιν Δαμασκοῦ, καὶ τὰ σκῦλα Σαμαρείας ἔναντι βασιλέως Ἀσσυρίων. Δοκεῖ μὲν ἀπηρτῆσθαι κατὰ τὴν λέξιν ταυτὶ τὰ δύο προστάγματα, καὶ μηδὲν κοινὸν ἔχειν πρὸς ἄλληλα· εἰ δέ τις ἀκριβῶς ἐξετάσειε τῶν νοημάτων τὴν δύναμιν, πολλὴν ὄψεται τὴν συνέχειαν καὶ τὸν σκοπὸν ἕνα. Ἀναγκαῖον δὲ πρῶτον εἰπεῖν, τίνος ἕνεκεν τὸ τῆς προφητείας εἶδος εἰς τὸν τῶν ἀνθρώπων εἰσηνέχθη βίον. [Τίνος οὖν ἕνεκεν εἰσηνέχθη, ἀναγκαῖον εἰπεῖν.] Μέλλειν εἴωθεν ὁ Θεὸς καὶ βραδύνειν πρὸς τὰς τῶν ἁμαρτανόντων τιμωρίας, ὥσπερ οὖν ταχύς ἐστι καὶ ὀξὺς εἰς τὰς τῶν κατορθούντων εὐεργεσίας. Τοῦτο τοὺς ῥᾳθυμοτέρους ἀναπίπτειν παρασκευάζει, τὸ μὴ κατὰ πόδας ἕπεσθαι τῶν πλημμελημάτων τὴν δίκην. Ἵνα οὖν καὶ ὁ Θεὸς τὴν μακροθυμίαν ἐπιδεικνύηται τὴν ἑαυτοῦ καὶ μηδὲν ἐντεῦθεν ἐκεῖνοι γένωνται ῥᾳθυμότεροι, τὸ τῆς προφητείας κατασκευάζει φάρμακον οὐ τῇ πείρᾳ τῶν κολάσεων, ἀλλὰ τῇ προγνώσει παιδεύων τοὺς ἁμαρτάνοντας τέως, ἵνα, ἂν μὲν βελτίους γένωνται τὰς ἀπειλὰς ἀκούοντες, τὴν διὰ τῆς πείρας κόλασιν διακρούσωνται· ἐὰν δὲ ἐπιμείνωσιν ἀναισθητοῦντες, τότε δὴ καὶ τὴν τιμωρίαν αὐτοῖς ἐπαγάγῃ. Τοῦτο συνιδὼν ὁ διάβολος καὶ τὸ κέρδος ἡλίκον ἐστὶν ἐννοῶν, τοὺς ψευδοπροφήτας ἀνῆκεν, οἳ τοῖς προφήταις ἀπειλοῦσι λιμούς, λοιμούς, πολέμους, βαρβάρων ἔφοδον, ἀντέλεγον, χρηστὰ ἀπαγγέλλοντες. Ὥσπερ γὰρ ὁ Θεὸς τῷ φόβῳ τῶν ῥημάτων ἐβούλετο τὴν διὰ τῆς πείρας ἀποκρούεσθαι τιμωρίαν, οὕτω καὶ ὁ διάβολος τοὐναντίον εἰργάζετο· τῇ χάριτι τῶν λόγων ἐκλύων καὶ ῥᾳθυμοτέρους ποιῶν, εἰς ἀνάγκην καθίστη τοῦ τὴν διὰ τῶν πραγμάτων ὑπομεῖναι τιμωρίαν. Εἶτα, ἐπειδὴ μετὰ ταῦτα τοῖς ψευδοπροφήταις πιστεύοντες καὶ ἀρετῆς οὐδένα ποιούμενοι λόγον, ἀλλὰ ταῖς ἑαυτῶν ἁμαρτίαις ἐμμένοντες ἐφείλκοντο καὶ τὴν κόλασιν καὶ ἀπὸ τοῦ τέλους καὶ ἡ τῶν προφητῶν ἀλήθεια σαφῶς ἐδείκνυτο καὶ τὸ τῶν ψευδοπροφητῶν ψεῦδος διηλέγχετο, ἕτερον πάλιν κατασκευάζει μηχάνημα πρὸς ἀπώλειαν τῶν ἁλισκομένων. Ἀνέπειθε γὰρ αὐτοὺς εὐεξαπατήτους ὄντας, ὅτι δὴ ταῦτα [τὰ δεινὰ] τὰ συμβάντα ἀπὸ τῆς τῶν δαιμόνων ὀργῆς ἐγένετο, ἀμελουμένων παρ' αὐτῶν καὶ καταφρονουμένων. Τοῦτο τοίνυν τὸ δέλεαρ ἀναιρῶν ὁ Θεός, πρὸ πολλῶν ἄνωθεν χρόνων τὰ μέλλοντα αὐτοὺς καταλήψεσθαι δεινὰ προλέγει, ἵνα μὴ ἐξῇ τοῖς ἀπατῶσιν αὐτοὺς τῇ τῶν δαιμόνων ὀργῇ λογίζεσθαι τὰ συμβαίνοντα. Καὶ ὅτι οὐ στοχαζόμενος ταῦτα λέγω, ἄκουσον Ἡσαΐου λέγοντος· Ἔγνων ὅτι σκληρὸς εἶ καὶ νεῦρον σιδηροῦν ὁ τράχηλός σου καὶ τὸ μέτωπόν σου χαλκοῦν. Διὰ τοῦτο ἐξ ἀρχῆς ἐλάλησά σοι, ἵνα μὴ εἴπῃς, ὅτι τὰ εἴδωλά μοι <τοῦτο> ἐποίησε καὶ τὰ γλυπτὰ καὶ τὰ χωνευτὰ τοῦτο παρεσκεύασεν. Οὔτε ἠπίστασο, οὔτε ἀκουστά σοι ἐγένετο. Ἐπεὶ οὖν, ὅπερ ἔφην, ὡς καὶ ἐκ τῆς μαρτυρίας ἔστιν ἰδεῖν, ἐκείνοις ταῦτα ἀνετίθεσαν, φθάνει ἡ προφητεία ταύτην ἀναιροῦσα τὴν ἀπάτην καὶ πρὸ πολλῶν αὐτὰ διαγορεύουσα χρόνων. Ἀλλ' ἐπειδὴ καὶ οὕτως εἰκὸς ἦν αὐτοὺς ἀγνωμονοῦντας λέγειν, οὐ προείπετε, οὐ προηκούσαμεν, νῦν πλάττεσθε μετὰ τὴν ἔκβασιν· οὐ γὰρ ᾔδειτε τὰ συμβησόμενα· πόθεν οὖν τοῦτο δῆλον ὅτι εἴρηται; ὅρα πῶς σαφῶς ἄφυκτον αὐτοῖς κατασκευάζει τὸν ἔλεγχον καὶ τὰ ἀναίσχυντα ἀπορράπτων στόματα. Οὐ γὰρ ἀφίησιν εἰπεῖν μόνον, ἀλλὰ κελεύει καὶ ἐν χάρτῃ γραφῆναι τὰ λεγόμενα καὶ οὐδὲ ἁπλῶς γραφῆναι, ἵνα μὴ ἐξῇ αὐτοῖς λέγειν ὅτι μετὰ ταῦτα ἔπλασεν, ἀλλὰ καὶ μάρτυρας καλεῖ τῶν γραμμάτων ἄνδρας ἀξιοπίστους καὶ ἀπὸ τοῦ ἀξιώματος καὶ ἀπὸ τοῦ τρόπου. Ποίησον γάρ μοι, φησί, μάρτυρας πιστοὺς ἀνθρώπους, τὸν Οὐρίαν τὸν ἱερέα καὶ Ζαχαρίαν τὸν υἱὸν Βαραχίου· ἵνα ὅταν ἐξέλθῃ καὶ λέγωσιν ὅτι οὐκ ἐλέχθη ταῦτα πρὸ πολλῶν τῶν χρόνων, τὸ βιβλίον ἐξενεχθὲν καὶ οἱ μάρτυρες οἱ παρόντες καὶ ἀναισχυντοῦντας αὐτοὺς ἐπιστομίσωσι. Διὰ τοῦτο φησι· Λάβε χάρτου τόμον καινόν, ἵνα μὴ παλαιωθεὶς ἀπόληται, ἀλλὰ μένῃ τῷ χρόνῳ παρεκτεινόμενος καὶ κατηγορῶν διὰ τῶν γραμμάτων αὐτῶν. Καὶ γράψον γραφίδι ἀνθρώπου, τουτέστι καλάμῳ, τὰ μέλλοντα ἔσεσθαι. Τίνα δὲ τὰ μέλλοντα; Πόλεμος, νίκη βαρβαρική, λαφύρων διανομή, σκύλων ἁρπαγή. Ταῦτα τοίνυν, φησίν, ἅπαντα γράψον, Τοῦ ταχέως προνομὴν ποιῆσαι σκύλων. Πάρεστι γάρ. Τί ἐστι, Πάρεστι γάρ; Δύο ταῦτα δηλοῖ αὕτη ἡ ῥῆσις· ὅτι τότε ἤδη τῶν ἁμαρτημάτων αὐτῶν τὸ μέγεθος ἀπῄτει τὴν δίκην καὶ ἐπὶ θύραις ἡ τιμωρία. Αὐτὸς δὲ ἀναβάλλεται, τῇ μακροθυμίᾳ βουλόμενος αὐτοὺς βελτίους ποιῆσαι καὶ ἀποκρούεσθαι τὴν τιμωρίαν· καὶ ὅτι ῥᾴδιον αὐτῷ καὶ εὔκολον νεῦσαι μόνον καὶ πάντα εἰς πέρας ἀγαγεῖν. Ἐπειδὴ γὰρ περὶ βαρβάρων ὁ λόγος ἦν τῶν μελλόντων ἐπιστρατεύειν, μὴ νομίσητε, φησίν, ὅτι τῆς ὁδοῦ τὸ μῆκος καὶ τῆς στρατείας τὸ πλῆθος μέλλησίν τινα ποιεῖ· ἅπερ ἐπ' ἀνθρώπων ἔσεσθαι πέφυκε.