Ancient Greek · ~17 min
Καὶ ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρὸς, πλήρης χάριτος καὶ ἀληθείας.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 1.1-11
Not analysed yet
Τάχα πέρα τοῦ δέοντος ἐφάνημεν ὑμῖν ἐπαχθεῖς καὶ φορτικοὶ πρώην, πληκτικωτέρῳ χρησάμενοι τῷ λόγῳ, καὶ μακρὰν κατὰ τῆς τῶν πολλῶν ῥᾳθυμίας ἀποτείναντες τὴν κατηγορίαν. Ἀλλ' εἰ μὲν αὐτὸ τοῦτο λυπῆσαι προελόμενοι μόνον ὑμᾶς ταῦτα ἐπράττομεν, εἰκότως ἂν ἕκαστος ἐδυσχέραινεν· εἰ δὲ πρὸς τὸ συμφέρον ὑμῶν βλέποντες, τὴν ἐν τοῖς λόγοις χάριν παρείδομεν, εἰ καὶ μὴ ἀποδέξασθαι βούλεσθε τῆς προμηθείας ἡμᾶς, ἀλλὰ συγγνῶναι τῆς τοσαύτης ἂν εἴητε δίκαιοι φιλοστοργίας. Καὶ γὰρ καὶ σφόδρα δεδοίκαμεν, μήποτε σπουδαζόντων μὲν ἡμῶν, ὑμῶν δὲ οὐκ ἐθελόντων τὴν αὐτὴν ἐπιδείξασθαι περὶ τὴν ἀκρόασιν φιλοπονίαν, αἱ τῶν μελλόντων εὐθῦναι χαλεπώτεραι γένωνται. Διὸ συνεχῶς ἀναγκαζόμεθα διεγείρειν τε ὑμᾶς καὶ ἀφυπνίζειν, ὥστε μηδὲν τῶν λεγομένων παραῤῥυῆναι. Οὕτω γὰρ ὑμῖν μετὰ πολλῆς παῤῥησίας νῦν τε ἐξέσται βιῶναι, καὶ κατ' ἐκείνην τὴν ἡμέραν παραστῆναι τῷ βήματι τοῦ Χριστοῦ. Ἐπεὶ οὖν ἱκανῶς ὑμῶν καθηψάμεθα πρώην, φέρε τήμερον ἐκ προοιμίων εἰς αὐτὰς τὰς ῥήσεις ἐμβάλωμεν. Καὶ ἐθεασάμεθα γὰρ, φησὶ, τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρός. Εἰπὼν ὅτι Θεοῦ τέκνα γεγόναμεν, καὶ δείξας οὐκ ἄλλως ἢ τῷ τὸν Λόγον σάρκα γενέσθαι, πάλιν αὐτοῦ τούτου λέγει καὶ ἕτερον κέρδος. Τί δὲ τοῦτό ἐστιν; Ἐθεασάμεθα τὴν δόξαν αὐτοῦ, δόξαν ὡς Μονογενοῦς παρὰ Πατρός· οὐκ ἂν θεασάμενοι, εἰ μὴ διὰ τοῦ συντρόφου σώματος ἡμῖν ὤφθη. Εἰ γὰρ Μωϋσέως τῆς αὐτῆς ἡμῖν μετέχοντος φύσεως οὐχ ὑπέμειναν οἱ κατ' ἐκεῖνον τὸν καιρὸν τὸ πρόσωπον μόνον δοξασθὲν ἰδεῖν, ἀλλὰ καὶ προκαλύμματος ἐδέησε τῷ δικαίῳ τοῦ δυναμένου τὸ τῆς δόξης ἄκρατον συσκιάσαι, καὶ ἥμερον καὶ προσηνῆ τοῦ Προφήτου τὴν ὄψιν αὐτοῖς δεῖξαι· πῶς θεότητα γυμνὴν, οὖσαν ἀπρόσιτον καὶ αὐταῖς ταῖς ἄνω δυνάμεσιν, ἡμεῖς οἱ πήλινοι καὶ γηγενεῖς ἠδυνήθημεν ἂν ἐνεγκεῖν; Διὰ τοῦτο ἐσκήνωσεν ἐν ἡμῖν, ἵνα καὶ προσελθεῖν αὐτῷ καὶ διαλεχθῆναι καὶ συναναστραφῆναι δυνηθῶμεν μετὰ ἀδείας πολλῆς. Τί δέ ἐστι τὸ, Δόξαν ὡς Μονογενοῦς παρὰ Πατρός; Ἐπειδὴ πολλοὶ καὶ τῶν προφητῶν ἐδοξάσθησαν, οἶον αὐτὸς οὗτος ὁ Μωϋσῆς, ὁ Ἠλίας, ὁ Ἐλισσαῖος· ὁ μὲν ὑπὸ πυρίνου κυκλούμενος ἅρματος, ὁ δὲ οὕτως ἀναλαμβανόμενος· καὶ μετ' αὐτοὺς ὁ Δανιὴλ, καὶ οἱ παῖδες οἱ τρεῖς, καὶ ἕτεροι δὲ πολλοὶ, ὅσοι καὶ θαύματα ἐπεδείξαντο, ἐδοξάσθησαν· καὶ ἄγγελοι δὲ παρὰ ἀνθρώποις φανέντες, καὶ τὸ τῆς οἰκείας φύσεως ἀπαστράπτον φῶς παρανοίξαντες τοῖς ὁρῶσιν· οὐκ ἄγγελοι δὲ μόνον, ἀλλὰ καὶ τὰ Χερουβὶμ μετὰ πολλῆς ὤφθη τῷ Προφήτῃ τῆς δόξης, καὶ τὰ Σεραφὶμ ὁμοίως· πάντων δὴ τούτων ἡμᾶς ἀπάγων ὁ εὐαγγελιστὴς, καὶ τῆς κτίσεως καὶ τῆς τῶν ὁμοδούλων λαμπρότητος ἀπανιστὰς τὴν διάνοιαν, πρὸς αὐτὴν ἡμᾶς τῶν ἀγαθῶν ἵστησι τὴν κορυφήν. Οὐ γὰρ προφήτου, φησὶν, οὐδὲ ἀγγέλου, οὐδὲ ἀρχαγγέλου, οὐδὲ τῶν ἀνωτέρω δυνάμεων, οὐκ ἄλλης τινὸς κτιστῆς φύσεως, εἴ γέ τίς ἐστι καὶ ἑτέρα, ἀλλ' αὐτοῦ τοῦ Δεσπότου, αὐτοῦ τοῦ Βασιλέως, αὐτοῦ γνησίου Μονογενοῦς Παιδὸς, αὐτοῦ τοῦ πάντων ἡμῶν Κυρίου τὴν δόξαν ἐθεασάμεθα. Τὸ δὲ Ὡς, ἐνταῦθα, οὐχ ὁμοιώσεώς ἐστιν, οὐδὲ παραβολῆς, ἀλλὰ βεβαιώσεως καὶ ἀναμφισβητήτου διορισμοῦ· ὡσανεὶ ἔλεγεν· Ἐθεασάμεθα δόξαν, οἵαν ἔπρεπε καὶ εἰκὸς ἔχειν μονογενῆ καὶ γνήσιον Υἱὸν ὄντα τοῦ πάντων βασιλέως Θεοῦ. Καὶ τοῖς πολλοῖς δὲ ἔθος· οὐ γὰρ παραιτήσομαι καὶ ἀπὸ τῆς κοινῆς συνηθείας τὸν λόγον πιστώσασθαι. Οὐδὲ γὰρ πρὸς κάλλος ἡμῖν ὀνομάτων, οὐδὲ πρὸς ἁρμονίαν συνθήκης πρόκειται νῦν εἰπεῖν, ἀλλὰ πρὸς τὴν ὑμετέραν ὠφέλειαν μόνον· ὅθεν οὐδὲν κωλύει καὶ ἀπὸ τῆς τῶν πολλῶν συνηθείας αὐτὸ βεβαιῶσαι. Τίς δέ ἐστιν ἡ συνήθεια τῶν πολλῶν; Βασιλέα πολλάκις σφόδρα κεκοσμημένον ὁρῶντές τινες, καὶ τιμίοις ἀπαστράπτοντα λίθοις πάντοθεν, ἐπειδὰν πρός τινας διηγῶνται τὸ κάλλος ἐκεῖνο, τὸν κόσμον, τὴν δόξαν, λέγουσι μὲν ὅσαπερ ἂν δυνηθῶσι, τῆς ἁλουργίδος τὸ ἄνθος, τῶν λίθων τὸ μέγεθος, τὴν λευκότητα τῶν ἡμιόνων, τὸν περὶ τὸ ζεῦγος χρυσὸν, τὴν στρωμνὴν παριστῶντες τὴν στίλβουσαν. Ἐπειδὰν δὲ καὶ ταῦτα καὶ ἕτερα πρὸς τούτοις καταλέξαντες, μὴ δυνηθῶσιν ἅπασαν τῷ λόγῳ παραστῆσαι τὴν λαμπρότητα, εὐθέως τοῦτο ἐπάγουσι· Τί δεῖ τὰ πολλὰ λέγειν; ἅπαξ ὡς βασιλεύς· διὰ τοῦ, ὡς, οὐ τὸ βασιλέως ὅμοιον εἶναι δεῖξαι βουλόμενοι τοῦτον περὶ οὗ πάντα λέγουσιν, ἀλλὰ τὸ αὐτὸν βασιλέα γνήσιον εἶναι. Οὕτω τοίνυν καὶ ὁ εὐαγγελιστὴς τὸ, Ὡς, τέθεικε, τὸ παρηλλαγμένον τῆς δόξης καὶ ὑπερέχον ἀσυγκρίτως παραστῆσαι θέλων. Οἱ μὲν γὰρ ἄλλοι πάντες, καὶ ἄγγελοι, καὶ ἀρχάγγελοι, καὶ προφῆται, προσταττόμενοι πάντα ἐποίουν· αὐτὸς δὲ μετ' ἐξουσίας βασιλεῖ καὶ δεσπότῃ πρεπούσης· ὅπερ οὖν καὶ οἱ ὄχλοι ἐθαύμαζον, ὅτι ἐδίδασκεν αὐτοὺς ὡς ἐξουσίαν ἔχων.