Ancient Greek · ~20 min
Τῇ ἐπαύριον ἠθέλησεν ἐξελθεῖν εἰς τὴν Γαλιλαίαν, καὶ εὑρίσκει Φίλιππον, καὶ λέγει αὐτῷ· Ἀκολούθει μοι. Ἦν δὲ ὁ Φίλιππος ἀπὸ Βηθσαϊδᾶ, ἐκ τῆς πόλεως Ἀνδρέου καὶ Πέτρου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 1.1-19
Not analysed yet
Παντὶ τῷ μεριμνῶντι ἔνεστι τι περισσὸν, ὁ παροιμιώδης λόγος φησί. Ὁ δὲ Χριστὸς καί τι πλέον ᾐνίξατο εἰπών· Ὁ ζητῶν εὑρίσκει. Ὅθεν καὶ ἔπεισί μοι λοιπὸν θαυμάζειν, πόθεν ὁ Φίλιππος ἠκολούθησε τῷ Χριστῷ. Ὁ μὲν γὰρ Ἀνδρέας ἀκούσας παρὰ Ἰωάννου, καὶ ὁ Πέτρος παρὰ Ἀνδρέου· οὗτος δὲ παρ' οὐδενὸς οὐδὲν μαθὼν, ἢ τοῦτο μόνον εἰπόντος τοῦ Χριστοῦ πρὸς αὐτὸν, Ἀκολούθει μοι, ἐπείσθη τε εὐθέως καὶ οὐκ ἀνεχώρησεν, ἀλλὰ καὶ κήρυξ ἑτέροις γίνεται. Δραμὼν γὰρ ἐπὶ τὸν Ναθαναὴλ, Ὃν ἔγραψε, φησὶ, Μωϋσῆς ἐν τῷ νόμῳ, καὶ οἱ προφῆται, εὑρήκαμεν. Ὁρᾷς πῶς μεμεριμνημένην διάνοιαν εἶχε, καὶ συνεχῶς ἐμελέτα τὰ Μωϋσέως, καὶ προσεδόκα τὴν παρουσίαν; Καὶ γὰρ τὸ, Εὑρήκαμεν, ζητούντων πώς ἐστιν ἀεί. Τῇ ἐπαύριον ἐξῆλθεν ὁ Ἰησοῦς εἰς τὴν Γαλιλαίαν. Πρὶν ἢ γὰρ αὐτῷ τινα· κολληθῆναι, οὐδένα καλεῖ. Ποιεῖ δὲ αὐτὸ οὐχ ἁπλῶς, ἀλλὰ κατὰ τὴν αὐτοῦ σοφίαν καὶ σύνεσιν. Εἰ μὲν γὰρ, μηδενὸς αὐτομάτου προσελθόντος, αὐτὸς αὐτοὺς ἐφειλκύσατο, κἂν ἀπεπήδησαν ἴσως· νῦν δὲ ἀφ' ἑαυτῶν ἑλόμενοι τοῦτο, βέβαιοι λοιπὸν ἔμενον. Τὸν δὲ Φίλιππον καλεῖ, μᾶλλον αὐτῷ γνώριμον ὄντα· ἅτε γὰρ ἐν τῇ Γαλιλαίᾳ γεννηθεὶς καὶ τραφεὶς, μᾶλλον αὐτὸν ἐπεγίνωσκε. Λαβὼν τοίνυν τοὺς μαθητὰς, ἔρχεται λοιπὸν ἐπὶ τὴν ἄγραν τῶν λοιπῶν, καὶ τὸν Φίλιππον καὶ τὸν Ναθαναὴλ ἐπισπᾶται. Ἀλλ' ἐπὶ μὲν τούτου οὐκ ἦν οὕτω θαυμαστὸν, ὅτι καὶ ἡ ἀκοὴ τοῦ Ἰησοῦ ἀπεληλύθει εἰς τὴν Συρίαν ἅπασαν· τὸ δὲ θαυμαστὸν, τὸ τῶν περὶ Πέτρον καὶ Ἰάκωβον καὶ Φίλιππον ἦν, οὐχ ὅτι μόνον πρὸ τῶν σημείων ἐπείσθησαν, ἀλλ' ὅτι καὶ ἐκ τῆς Γαλιλαίας ὄντες, ὅθεν οὐδὲ προφήτης ἐγείρεται, οὐδὲ δύναταί τι ἀγαθὸν εἶναι. Ἀγροικότερον γάρ πως καὶ ἀγριώτερον καὶ παχύτερον οὗτοι διέκειντο. Ὁ δὲ Χριστὸς κἀντεῦθεν αὐτοῦ τὴν ἰσχὺν ἐνέφηνεν, ἀπὸ τῆς οὐδένα φερούσης καρπὸν γῆς τοὺς τῶν μαθητῶν ἐκκρίτους ἐκλέγων. Εἰκὸς μὲν οὖν τὸν Φίλιππον καὶ τοὺς περὶ Πέτρον ἰδόντα, καὶ παρὰ τοῦ Ἰωάννου ἀκηκοότα, ἀκολουθῆσαι· εἰκὸς δὲ καὶ τὴν φωνὴν τοῦ Χριστοῦ ἐργάσασθαί τι ἐν αὐτῷ. Οἶδε γὰρ τοὺς μέλλοντας ἔσεσθαι ἐπιτηδείους. Ὁ δὲ εὐαγγελιστὴς ἅπαντα ἐπιτέμνεται ταῦτα. Ὅτι μὲν οὖν ὁ Χριστὸς ἔμελλεν ἥξειν, ἠπίστατο· ὅτι δὲ οὗτος ὁ Χριστὸς ἦν ἠγνόει· ὅπερ αὐτὸν ἢ παρὰ Πέτρου, ἢ παρὰ Ἰωάννου ἀκηκοέναι φημί. Λέγει δὲ καὶ τὴν κώμην αὐτοῦ ὁ Ἰωάννης, ἵνα μάθῃς ὅτι τὰ ἀσθενῆ τοῦ κόσμου ἐξελέξατο ὁ Θεός. Εὑρίσκει Φίλιππος τὸν Ναθαναὴλ, καὶ λέγει αὐτῷ· Ὃν ἔγραψε Μωϋσῆς ἐν τῷ νόμῳ καὶ οἱ προφῆται, εὑρήκαμεν, Ἰησοῦν τὸν υἱὸν Ἰωσὴφ τὸν ἀπὸ Ναζαρέτ. Λέγει δὲ ταῦτα ἀξιόπιστον ποιῶν τὸ κήρυγμα εἴ γε ἀπὸ Μωϋσέως ἐστὶ καὶ τῶν προφητῶν, καὶ δυσωπῶν τὸν ἀκροατὴν ἐντεῦθεν. Ἐπειδὴ γὰρ ὁ Ναθαναὴλ ἀκριβὴς ἦν, καὶ πάντα διεσκεμμένος μετὰ ἀληθείας, ὡς καὶ ὁ Χριστὸς ἐμαρτύρησε, καὶ τὸ ἔργον ἔδειξεν, εἰκότως αὐτὸν ἐπὶ τὸν Μωϋσέα καὶ τοὺς προφήτας παρέπεμψεν, ἵνα οὕτω παραδέξηται τὸν κηρυττόμενον. Εἰ δὲ υἱὸν Ἰωσὴφ αὐτὸν λέγει, μὴ θορυβηθῇς· ἔτι γὰρ τούτου παῖς ἐνομίζετο εἶναι. Καὶ πόθεν δῆλον, ὦ Φίλιππε, ὅτι οὗτος ἐκεῖνός ἐστι; τί λέγεις ἡμῖν τεκμήριον; Οὐ γὰρ ἀρκεῖ μόνον τὸ ἀποφήνασθαι. Ποῖον σημεῖον εἶδες; ποῖον θαῦμα; Οὐκ ἔστιν ἀκίνδυνον πιστεύειν ἁπλῶς ὑπὲρ τοιούτων πραγμάτων. Ποίαν οὖν ἔχεις ἀπόδειξιν; Τὴν αὐτὴν τῷ Ἀνδρέᾳ, φησί. Καὶ γὰρ ἐκεῖνος παραστῆσαι τὸν πλοῦτον ὃν εὗρεν οὐκ ἔχων, οὐδὲ διὰ ῥημάτων ἐπιδείξασθαι δυνάμενος τὸν θησαυρὸν, ἄγει πρὸς τὸν εὑρεθέντα τὸν ἀδελφόν. Οὕτω δὴ καὶ οὗτος, πῶς μὲν αὐτός ἐστιν ἐκεῖνος ὁ Χριστὸς, καὶ πῶς αὐτὸν οἱ προφῆται προανεκήρυξαν, οὐκ εἶπεν· ἕλκει δὲ αὐτὸν πρὸς τὸν Ἰησοῦν, οὐκ ἀποστησόμενον λοιπὸν εἰδὼς, ἂν τῶν ῥημάτων γεύσηται καὶ τῆς διδασκαλίας ἐκείνου. Καὶ εἶπεν αὐτῷ Ναθαναήλ· Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι; Λέγει αὐτῷ Φίλιππος· Ἔρχου καὶ ἴδε. Εἶδεν ὁ Ἰησοῦς τὸν Ναθαναὴλ ἐρχόμενον πρὸς αὐτὸν, καὶ λέγει περὶ αὐτοῦ· Ἴδε ἀληθῶς Ἰσραηλίτης, ἐν ᾧ δόλος οὐκ ἔστιν. Ἐπειδὴ εἶπεν, Ἐκ Ναζαρὲτ δύναταί τι ἀγαθὸν εἶναι, ἐπαινεῖ καὶ θαυμάζει τὸν ἄνθρωπον. Καὶ μὴν ἐγκληθῆναι αὐτὸν ἐχρῆν. Οὐδαμῶς. Οὐδὲ γὰρ ἀπιστοῦντος ἦν τὰ ῥήματα, οὐδὲ ἐγκλημάτων ἄξια, ἀλλ' ἐπαίνων. Πῶς καὶ τίνι τρόπῳ; Ὅτι Φιλίππου μᾶλλον οὗτος ἐσκεμμένος ἦν τὰ προφητικά. Καὶ γὰρ ἦν ἀκούσας ἀπὸ τῶν Γραφῶν, ὅτι ἀπὸ Βηθλεὲμ δεῖ τὸν Χριστὸν ἐλθεῖν, καὶ ἀπὸ τῆς κώμης ἐν ᾗ ἦν Δαυΐδ. Τοῦτο γοῦν καὶ παρὰ Ἰουδαίοις ἐκράτει, καὶ ὁ προφήτης ἄνωθεν ἐκήρυττε λέγων· Καὶ σὺ, Βηθλεὲμ, οὐδαμῶς ἐλαχίστη εἶ ἐν τοῖς ἡγεμόσιν Ἰούδα· ἐκ σοῦ γὰρ ἐξελεύσεται ἡγούμενος, ὅστις ποιμανεῖ τὸν λαόν μου τὸν Ἰσραήλ. Ἐπεὶ οὖν ἤκουσεν, ὅτι ἐκ Ναζαρὲτ, ἐθορυβήθη καὶ διηπόρησεν, οὐχ εὑρίσκων συμβαίνουσαν τοῦ Φιλίππου τὴν ἐπαγγελίαν τῇ προφητικῇ προῤῥήσει. Θέα δὲ αὐτοῦ καὶ ἐν τῇ διαπορήσει τὴν σύνεσιν καὶ ἐπιείκειαν. Οὐ γὰρ εἶπεν εὐθέως· Ἀπατᾷς με, ὦ Φίλιππε, καὶ ψεύδῃ· οὐ πείθομαι, οὐ παραγίνομαι· ἔμαθον ἀπὸ τῶν προφητῶν, ὅτι ἀπὸ Βηθλεὲμ τὸν Χριστὸν ἐλθεῖν δεῖ· σὺ δὲ λέγεις, ἀπὸ Ναζαρέτ· οὐ τοίνυν οὗτος ἐκεῖνός ἐστιν. Ἀλλ' οὐδὲν τούτων εἶπεν· ἀλλὰ τί; Παραγίνεται καὶ οὗτος, τῷ μὲν μὴ καταδέξασθαι ἐκ Ναζαρὲτ αὐτὸν εἶναι, τὴν ἀκρίβειαν τὴν περὶ τὰς Γραφὰς δηλῶν, καὶ τὸ τῶν τρόπων ἀνεξαπάτητον· τῷ δὲ μὴ διαπτύσαι τὸν ἀπαγγείλαντα, τὸν πολὺν πόθον, ὃν εἶχε περὶ τὴν τοῦ Χριστοῦ παρουσίαν, ἐμφαίνων. Ἐνενόησε γὰρ, ὅτι εἰκὸς ἦν Φίλιππον περὶ τὸν τόπον ἐσφάλθαι.