Ancient Greek · ~18 min
Τί ἐμοὶ καὶ σοὶ, γύναι; Οὔπω ἥκει ἡ ὥρα μου.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 1.1-21
Not analysed yet
Ἔχει μέν τινα πόνον τὸ λέγειν· καὶ τοῦτο ὁ Παῦλος δηλῶν ἔλεγεν· Οἱ καλῶς προεστῶτες πρεσβύτεροι, διπλῆς τιμῆς ἀξιούσθωσαν· μάλιστα οἱ κοπιῶντες ἐν λόγῳ καὶ διδασκαλίᾳ. Ἀλλὰ τὸν μὲν πόνον τοῦτον ὑμεῖς κύριοι καὶ κοῦφον ποιῆσαι καὶ βαρύν. Ἂν μὲν γὰρ ἀποπτύητε τὰ λεγόμενα, ἢ μὴ ἀποπτύητε μὲν, ἐν δὲ τοῖς ἔργοις μὴ δεικνύητε, βαρὺς ὁ κόπος ἡμῖν ἔσται διὰ τὸ πονεῖν εἰκῆ καὶ μάτην· ἂν δὲ προσέχητε, καὶ τὴν διὰ τῶν ἔργων ἐπίδειξιν παρέχητε, οὐδὲ αἴσθησιν ληψόμεθα τῶν ἱδρώτων· ὁ γὰρ ἀπὸ τῶν πόνων τικτόμενος καρπὸς οὐκ ἀφήσει φαίνεσθαι τοῦ πόνου τὸ σφοδρόν. Ὥστε εἰ βούλεσθε ἡμῖν τὴν προθυμίαν διεγεῖραι, καὶ μὴ σβέσαι, μηδὲ ἀσθενεστέραν ποιῆσαι, δείξατε ἡμῖν, παρακαλῶ, τὸν καρπὸν, ἵνα κομῶντα ὁρῶντες τὰ λήϊα, καὶ ἡμεῖς ταῖς τῆς εὐθηνίας ἐλπίσι τρεφόμενοι, καὶ τὸν πλοῦτον ἡμῶν ἀναλογιζόμενοι, μὴ ναρκῶμεν ἐμπορευόμενοι τὴν καλὴν ταύτην πραγματείαν. Οὐδὲ γὰρ μικρὸν ἡμῖν καὶ τήμερον πρόκειται ζήτημα. Τῆς γὰρ μητρὸς τοῦ Ἰησοῦ εἰπούσης, ὅτι Οἶνον οὐκ ἔχουσιν, ὁ Χριστός φησι, Τί ἐμοὶ καὶ σοὶ, γύναι; οὔπω ἥκει ἡ ὥρα μου· καὶ τοῦτο εἰπὼν, ἔπραξεν ὅπερ εἶπεν ἡ μήτηρ. Τοῦτο δὲ τοῦ προτέρου οὐκ ἔλαττόν ἐστιν εἰς ζητήσεως λόγον. Αὐτὸν οὖν τοῦτον παρακαλέσαντες τὸν τὸ θαῦμα ἐργασάμενον, οὕτως ἔλθωμεν ἐπὶ τὴν λύσιν. Οὐ γὰρ ἐνταῦθα τοῦτο μόνον εἴρηται, ἀλλὰ καὶ προϊὼν ὁ αὐτὸς φαίνεται εὐαγγελιστὴς λέγων· Οὐκ ἠδύναντο αὐτὸν πιάσαι, Ὅτι οὔπω ἥκει ἡ ὥρα αὐτοῦ· καὶ πάλιν· Οὐδεὶς ἐπέβαλεν ἐπ' αὐτὸν τὰς χεῖρας, ὅτι οὔπω ἐληλύθει ἡ ὥρα αὐτοῦ· καὶ πάλιν· Ἐλήλυθεν ἡ ὥρα· δόξασόν σου τὸν Υἱόν. Ταῦτα πάντα δι' ὅλου τοῦ Εὐαγγελίου εἰρημένα ἐνταῦθα συνήγαγον, ἵνα πᾶσι μίαν ἐπαγάγω τὴν λύσιν. Τίς ποτ' οὖν ἐστι τῶν λεγομένων ἡ λύσις; Οὐκ ἀνάγκῃ καιρῶν ὁ Χριστὸς ὑποκείμενος, οὐδὲ ὥρας παρατηρήσει, ἔλεγεν, Οὔπω ἥκει ἡ ὥρα μου· (πῶς γὰρ ὁ τῶν καιρῶν ποιητὴς, καὶ τῶν χρόνων καὶ τῶν αἰώνων δημιουργός;) ἀλλὰ διὰ τῶν οὕτως εἰρημένων τοῦτο δηλῶσαι βούλεται, ὅτι πάντα μετὰ καιροῦ τοῦ προσήκοντος ἐργάζεται, οὐχ ὁμοῦ πάντα ποιῶν· ἐπεὶ σύγχυσίς τις ἔμελλεν ἔσεσθαι καὶ ἀταξία ἐντεῦθεν, εἰ μὴ τοῖς προσήκουσι καιροῖς ἕκαστον ἐδημιούργει, ἀλλ' ὁμοῦ πάντα ἔφυρε, καὶ γέννησιν, καὶ ἀνάστασιν, καὶ κρίσιν. Σκόπει δέ· Ἔδει γενέσθαι τὴν κτίσιν, ἀλλ' οὐχ ὁμοῦ πᾶσαν· καὶ τὸν ἄνθρωπον δὲ μετὰ τῆς γυναικὸς, ἀλλ' οὐδὲ τούτους ὁμοῦ. Ἔδει θανάτῳ καταδικασθῆναι τὸ γένος τῶν ἀνθρώπων, καὶ τὴν ἀνάστασιν γενέσθαι, ἀλλὰ πολὺ τὸ μέσον ἑκατέρων. Ἐχρῆν δοθῆναι τὸν νόμον, ἀλλ' οὐχ ὁμοῦ καὶ τὴν χάριν, ἀλλ' ἕκαστα καιροῖς τοῖς προσήκουσιν οἰκονομεῖσθαι. Οὐ τοίνυν ὁ Χριστὸς ὑπέκειτο τῇ τῶν καιρῶν ἀνάγκῃ, ὃς καὶ τοῖς καιροῖς μάλιστα τάξιν ἐπέθηκεν, ἐπεὶ καὶ ποιητὴς αὐτῶν ἐστιν. Ἀλλ' Ἰωάννης ἐνταῦθα τὸ, Οὔπω ἥκει ἡ ὥρα μου, εἰσάγει τὸν Χριστὸν λέγοντα, δεικνὺς ὅτι οὔπω δῆλος ἦν τοῖς πολλοῖς, καὶ ὅτι οὐδὲ τῶν μαθητῶν τὸν χορὸν πάντα εἶχεν, ἀλλ' Ἀνδρέας αὐτῷ ἠκολούθει καὶ μετ' αὐτοῦ Φίλιππος, ἄλλος δὲ οὐδείς· μᾶλλον δὲ οὐδὲ οὗτοι πάντες ὡς ἐχρῆν αὐτὸν ἐγίγνωσκον, οὐδὲ ἡ μήτηρ, οὐδὲ οἱ ἀδελφοί. Μετὰ γὰρ τὰ πολλὰ θαύματα τοῦτο περὶ τῶν ἀδελφῶν ἔφησεν ὁ εὐαγγελιστὴς, ὅτι Οὐδὲ οἱ ἀδελφοὶ αὐτοῦ ἐπίστευον εἰς αὐτόν. Ἀλλ' οὐδὲ οἱ ἐν τῷ γάμῳ αὐτὸν ᾔδεισαν· ἦ γὰρ ἂν αὐτοὶ προσῆλθον καὶ παρεκάλεσαν, ἐν χρείᾳ καταστάντες. Διὰ τοῦτό φησιν· Οὔπω ἥκει ἡ ὥρα μου. Οὐδέπω γνώριμός εἰμι τοῖς παροῦσιν, ἀλλ' οὐδὲ ἴσασιν ὅτι ὑστέρησεν ὁ οἶνος. Ἔασον αὐτοὺς αἰσθέσθαι τοῦτο πρῶτον. Οὐδὲ γὰρ παρὰ σοῦ ταῦτά με ἀκούειν ἐχρῆν. Μήτηρ γὰρ εἶ, καὶ τὸ θαῦμα ὕποπτον ποιεῖς. Ἐχρῆν δὲ τοὺς δεομένους προσελθεῖν, καὶ δεηθῆναι, οὐκ ἐπειδὴ τούτου χρῄζω, ἀλλ' ἵνα αὐτοὶ τὸ γινόμενον μετὰ πολλῆς δέξωνται τῆς συγκαταθέσεως. Ὁ μὲν γὰρ εἰδὼς ὅτι ἐν χρείᾳ καθέστηκεν, ἐπειδὰν τύχῃ ὧνπερ αἰτεῖ, πολλὴν ἔχει τὴν χάριν· ὁ δὲ τῆς χρείας μὴ λαβὼν αἴσθησιν, οὐδὲ τῆς εὐεργεσίας σαφῆ καὶ τρανὴν αἴσθησιν λήψεται. Καὶ τίνος, φησὶν, ἕνεκεν εἰπὼν, Οὔπω ἥκει ἡ ὥρα μου, καὶ παραιτησάμενος, ἔπραξεν ὅπερ εἶπεν ἡ μήτηρ; Μάλιστα μὲν, ὥστε καὶ τοῖς ἀντιλέγουσι, καὶ ὥρᾳ αὐτὸν ὑποκεῖσθαι νομίζουσιν, ἱκανὴν γενέσθαι ἀπόδειξιν τοῦ μὴ ὑποκεῖσθαι αὐτὸν ὥρᾳ. Εἰ γὰρ ὑπέκειτο, πῶς ἂν τῆς προσηκούσης ὥρας μὴ παραγενομένης ἔπραξεν ἂν ὅπερ ἔπραξεν; Ἔπειτα δὲ καὶ τιμῶν τὴν μητέρα, ἵνα μὴ διαπαντὸς ἀντιλέγειν αὐτῇ δόξῃ, ἵνα μὴ ἀσθενείας λάβῃ δόξαν, ἵνα μὴ αἰσχύνῃ τὴν τεκοῦσαν, παρόντων τοσούτων· καὶ γὰρ προσήγαγεν αὐτῷ τοὺς διακόνους. Ἐπεὶ καὶ τῇ Χαναναίᾳ λέγων, Οὐκ ἔστι καλὸν λαβεῖν τὸν ἄρτον τῶν τέκνων, καὶ δοῦναι τοῖς κυναρίοις, ἔδωκε μετὰ τὸ εἰπεῖν, τὴν προσεδρεία αὐτῆς αἰδεσθείς. Καίτοι γε μετ' ἐκείνου καὶ τοῦτο εἶπεν, ὅτι Οὐκ ἀπεστάλην, εἰ μὴ εἰς τὰ πρόβατα τὰ ἀπολωλότα οἴκου Ἰσραήλ· ἀλλ' ὅμως καὶ ταῦτα εἰπὼν, ἐθεράπευσε τὸ θυγάτριον τῆς γυναικός.