Ancient Greek · ~20 min
Ἀπεκρίθη ὁ Ἰησοῦς· Ἀμὴν λέγω σοι· Ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 1.1-24
Not analysed yet
Τὰ παιδία τὰ μικρὰ καθ' ἑκάστην ἡμέραν εἰς διδασκάλους φοιτῶντα, καὶ δέχεται τὰ μαθήματα καὶ ἀποδίδωσι, καὶ οὐδέποτε παύεται ταύτης τῆς κτήσεως· ἀλλ' ἔστιν ὅτε καὶ τὰς νύκτας προστίθησι ταῖς ἡμέραις, καὶ ταῦτα ὑπὲρ ἐπικήρων καὶ προσκαίρων πραγμάτων παρ' ὑμῶν ἀναγκάζεται ποιεῖν. Ἀλλ' οὐχ ὑμᾶς τοὺς ἐν ἡλικίᾳ γενομένους ἡμεῖς τοσοῦτον ἀπαιτοῦμεν πόνον, ὅσον ὑμεῖς τοὺς παῖδας τοὺς ὑμετέρους. Οὐ γὰρ καθ' ἑκάστην ἡμέραν, ἀλλὰ δύο μόνον τῆς ἑβδομάδος ἡμέρας παρακαλοῦμεν προσέχειν τοῖς λεγομένοις πρὸς βραχὺ τῆς ἡμέρας μέρος, ὥστε κοῦφον ὑμῖν γενέσθαι τὸν πόνον. Διὰ τοῦτο καὶ κατὰ μικρὸν διαξαίνομεν ὑμῖν τὰ ἐν ταῖς Γραφαῖς κείμενα, ἵνα μετ' εὐκολίας ἐξῇ λαβεῖν ὑμῖν αὐτὰ, καὶ τοῖς ταμιείοις ἐναποθέσθαι τῆς διανοίας, καὶ οὕτω πάντα διὰ μνήμης ποιεῖσθαι σπουδάζειν, ὡς δύνασθαι καὶ ἀπαγγέλλειν αὐτὰ μετὰ ἀκριβείας ὑμᾶς· πλὴν εἰ μή τις σφόδρα ὑπνηλὸς εἴη καὶ νωθὴς, καὶ παιδίου μικροῦ ῥᾳθυμότερος. Ἀλλὰ φέρε πάλιν ἁψώμεθα τῆς ἀκολουθίας τῶν ἔμπροσθεν εἰρημένων, καὶ ἴδωμεν πῶς τοῦ Νικοδήμου καταπεσόντος, καὶ πρὸς τὴν ἐνταῦθα γέννησιν ἕλκοντος τὸ εἰρημένον, καὶ λέγοντος, ἀδύνατον εἶναι γέροντα γεννηθῆναι ἄνωθεν, ὁ Χριστὸς σαφέστερον ἀποκαλύπτει τῆς γεννήσεως τὸν τρόπον, ἔχοντα μὲν καὶ οὕτω δυσκολίαν τῷ ψυχικῶς ἐρωτῶντι, δυνάμενον δὲ ὅμως ἀπὸ τῆς ταπεινότητος ἀναγαγεῖν τὸν ἀκούοντα. Τί γάρ φησιν; Ἀμὴν λέγω σοι· Ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Ὃ δὲ διὰ τούτου δηλοῖ, τοῦτό ἐστι· Σὺ μὲν ἀδύνατον αὐτὸ φὴς εἶναι· ἐγὼ δὲ οὕτως αὐτὸ σφόδρα δυνατὸν εἶναι λέγω, ὡς καὶ ἀναγκαῖον εἶναι, καὶ μηδὲ δυνατὸν ἄλλως σωθῆναι. Τὰ γὰρ ἀναγκαῖα, σφόδρα ἡμῖν εὔκολα πεποίηκεν ὁ Θεός. Ἡ μὲν γὰρ γηΐνη γέννησις ἡ κατὰ σάρκα ἀπὸ τοῦ χοός ἐστι· διὸ καὶ ἀποτετείχισται τὰ ἐν τοῖς οὐρανοῖς αὐτῇ· τί γὰρ κοινὸν τῇ γῇ πρὸς τὸν οὐρανόν; ἐκείνη δὲ ἐκ Πνεύματος οὖσα, ῥᾳδίως ἡμῖν τὰς ἁψῖδας ἀναπετάννυσι τὰς ἄνω. Ἀκούσατε ὅσοι τοῦ φωτίσματός ἐστε ἐκτός· φρίξατε, στενάξατε· φοβερὰ γὰρ ἡ ἀπειλὴ, φοβερὰ ἡ ἀπόφασις. Οὐκ ἔστι, φησὶ, τὸν μὴ γεννηθέντα ἐξ ὕδατος καὶ Πνεύματος, εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Διότι τὸ τοῦ θανάτου φορεῖ ἔνδυμα, τὸ τῆς κατάρας, τὸ τῆς φθορᾶς· οὐδέπω τὸ Δεσποτικὸν ἔλαβε σύμβολον· ξένος ἐστὶ καὶ ἀλλότριος· οὐκ ἔχει τὸ σύνθημα τὸ βασιλικόν. Ἐὰν μή τις, φησὶ, γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ἀλλ' ὁ Νικόδημος οὐδὲ οὕτω συνῆκεν. Οὐδὲν γὰρ χεῖρον τοῦ τοῖς λογισμοῖς τὰ πνευματικὰ ἐπιτρέπειν. Τοῦτο καὶ τοῦτον οὐκ ἀφῆκεν ὑψηλόν τι καὶ μέγα φαντασθῆναι. Διὰ τοῦτο καὶ ἡμεῖς πιστοὶ καλούμεθα, ἵνα τῶν λογισμῶν τὴν ἀσθένειαν ἀφέντες τὴν κάτω, πρὸς τὸ ὕψος τῆς πίστεως ἀναβῶμεν, καὶ τὰ πλείονα τῶν ἀγαθῶν τῶν ἡμετέρων τῇ διδασκαλίᾳ ταύτῃ ἐπιτρέψωμεν· ὅπερ εἰ καὶ Νικόδημος ἐποίησεν, οὐκ ἂν αὐτῷ τὸ πρᾶγμα ἀδύνατον εἶναι ἐνομίσθη. Τί οὖν ὁ Χριστός; Ἀπάγων αὐτὸν τῆς ἐννοίας ταύτης τῆς χαμαὶ συρομένης, καὶ δεικνὺς ὅτι οὐ περὶ ταύτης διαλέγεται τῆς γεννήσεως, λέγει τὸ, Ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Ταῦτα δὲ ἐφθέγγετο, τῷ φόβῳ τῆς ἀπειλῆς ἐπισπάσασθαι πρὸς τὴν πίστιν αὐτὸν βουλόμενος, καὶ πεῖσαι τὸ πρᾶγμα μὴ νομίζειν εἶναι ἀδύνατον, καὶ τῆς περὶ τὴν σαρκικὴν γέννησιν φαντασίας ἀποστῆσαι σπουδάζων. Ἑτέραν λέγω γέννησιν, φησὶν, ὦ Νικόδημε· τί τὸν λόγον ἕλκεις πρὸς τὴν γῆν; τί τῇ τῆς φύσεως ἀνάγκῃ τὸ πρᾶγμα ὑποβάλλεις; Ἀνώτερός ἐστι τῶν τοιούτων ὠδίνων οὗτος ὁ τόκος, οὐδὲν ἔχει κοινὸν πρὸς ὑμᾶς· γέννησις μὲν γὰρ καὶ αὕτη λέγεται, ἀλλὰ τῷ ὀνόματι κοινωνεῖ, τῷ δὲ πράγματι διέστηκεν. Ἀπόστησον σαυτὸν τῆς κοινῆς συνηθείας· ἑτέραν εἰσάγω λοχείαν εἰς τὸν κόσμον· ἄλλως βούλομαι γεννᾶσθαι τοὺς ἀνθρώπους· ξένον ἦλθον κομίζων δημιουργίας τρόπον. Ἔπλασα ἀπὸ γῆς καὶ ὕδατος· οὐκ ἐγένετο χρήσιμον τὸ πλασθὲν, ἀλλὰ διεστράφη τὸ σκεῦος. Οὐκ ἔτι λοιπὸν ἀπὸ γῆς καὶ ὕδατος πλάσαι βούλομαι, ἀλλ' ἐξ ὕδατος καὶ Πνεύματος. Εἰ δέ τις ἐρωτᾷ, Πῶς ἀπὸ ὕδατος; ἐρωτῶ κἀγὼ, Πῶς ἀπὸ γῆς; πῶς γὰρ ὁ πηλὸς εἰς διάφορα μέρη κατεμερίσθη; πῶς τὸ μὲν ὑποκείμενον μονοειδὲς (γῆ γὰρ ἦν μόνη), τὰ δὲ ἐξ αὐτῆς γενόμενα ποικίλα καὶ παντοδαπά; Πόθεν ὀστᾶ, καὶ νεῦρα, καὶ ἀρτηρίαι, καὶ φλέβες; πόθεν ὑμένες, καὶ ἀγγεῖα ὀργανικὰ, καὶ χόνδροι, καὶ χιτῶνες, ἧπαρ, καὶ σπλὴν, καὶ καρδία; πόθεν δέρμα, καὶ αἷμα, καὶ φλέγμα, καὶ χολή; πόθεν αἱ τοσαῦται ἐνέργειαι; πόθεν χρώματα ποικίλα; ταῦτα γὰρ οὐ γῆς, οὐδὲ πηλοῦ. Πῶς ἡ γῆ δεχομένη σπέρματα βλαστάνει, ἡ δὲ σὰρξ δεχομένη σπέρματα σήπει; πῶς ἡ γῆ τρέφει τὰ βαλλόμενα, ἡ δὲ σὰρξ τρέφεται ὑπὸ τούτων, οὐ τρέφει ταῦτα; Οἷον ἡ γῆ ἡ δεχομένη ὕδωρ, οἶνον ποιεῖ· ἡ σὰρξ δεχομένη πολλάκις οἶνον, εἰς ὕδωρ μετέβαλε. Πόθεν οὖν δῆλον ὅτι ἀπὸ τῆς γῆς ταῦτα, τῆς γῆς ἐναντίως ἐχούσης πρὸς τὸ σῶμα, κατὰ τὰ εἰρημένα; Λογισμῷ μὲν εὑρεῖν οὐ δύναμαι, πίστει δὲ δέχομαι μόνῃ. Εἰ τοίνυν τὰ καθ' ἡμέραν γινόμενα καὶ ψηλαφώμενα πίστεως δεῖται, πολλῷ μᾶλλον τὰ ἀποῤῥητότερα τούτων καὶ πνευματικώτερα. Καθάπερ γὰρ ἡ γῆ ἡ ἄψυχος, ἡ ἀκίνητος, ἐνεδυναμώθη τῷ θελήματι τοῦ Θεοῦ, καὶ τοσαῦτα ἐξ αὐτῆς τὰ θαύματα γέγονεν· οὕτω καὶ τοῦ Πνεύματος τῷ ὕδατι παρόντος, τὰ παράδοξα ταῦτα καὶ λογισμὸν ὑπερβαίνοντα εὐκόλως πάντα γίνεται.