Ancient Greek · ~22 min
Τὸ γεγεννημένον ἐκ τῆς σαρκὸς, σάρξ ἐστι· καὶ τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος, πνεῦμά ἐστιν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 1.1-25
Not analysed yet
Μεγάλων ἡμᾶς μυστηρίων κατηξίωσεν ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ· μεγάλων, καὶ οἵων ἡμεῖς οὐκ ἦμεν ἄξιοι, ἀλλ' οἵων αὐτῷ παρέχειν πρέπον ἦν. Ἂν μὲν γὰρ τὴν ἀξίαν τὴν ἡμετέραν λογίσηταί τις, οὐ μόνον τῆς δωρεᾶς ἦμεν ἀνάξιοι, ἀλλὰ καὶ κολάσεως ὑπεύθυνοι καὶ τιμωρίας. Ἐπειδὴ δὲ οὐ πρὸς τοῦτο εἶδεν, οὐ μόνον κολάσεως ἀπήλλαξεν, ἀλλὰ καὶ ζωὴν ἐχαρίσατο πολλῷ τῆς προτέρας λαμπροτέραν, εἰς ἄλλον ἡμᾶς εἰσήγαγε κόσμον, ἑτέραν ἐδημιούργησε κτίσιν· Εἴ τις γὰρ ἐν Χριστῷ καινὴ κτίσις, φησί. Ποία καινὴ κτίσις; Ἄκουσον αὐτοῦ λέγοντος· Ἐὰν μή τις γεννηθῇ ἐξ ὕδατος καὶ Πνεύματος, οὐ δύναται εἰσελθεῖν εἰς τὴν βασιλείαν τοῦ Θεοῦ. Παράδεισον ἐπιστεύθημεν, καὶ οὐδὲ τῆς ἐν αὐτῷ διαγωγῆς ἐφάνημεν ἄξιοι, καὶ εἰς τοὺς οὐρανοὺς ἡμᾶς ἀνήγαγεν. Ἐν τοῖς πρώτοις οὐχ εὑρέθημεν πιστοὶ, καὶ μείζονα ἐνεχείρισεν· ἑνὸς ἀποσχέσθαι ξύλου οὐκ ἰσχύσαμεν, καὶ τὴν ἄνω παρέσχε τρυφήν· ἐν παραδείσῳ οὐκ ἐκαρτερήσαμεν, καὶ τοὺς οὐρανοὺς ἡμῖν ἀνεπέτασεν. Εἰκότως ἔλεγεν ὁ Παῦλος· Ὦ βάθος πλούτου καὶ σοφίας καὶ γνώσεως Θεοῦ. Οὐκ ἔτι μήτηρ, οὐκ ἔτι ὠδῖνες, οὔτε ὕπνοι, καὶ συνουσίαι καὶ περιπλοκαὶ σωμάτων· ἄνω λοιπὸν ὑφαίνεται τῆς ὑμετέρας φύσεως ἡ κατασκευὴ, ἀπὸ Πνεύματος ἁγίου καὶ ὕδατος. Τὸ δὲ ὕδωρ παρείληπται, τόκος τῷ τικτομένῳ γινόμενον. Ὅπερ γάρ ἐστιν ἡ μήτρα τῷ ἐμβρύῳ, τοῦτο τῷ πιστῷ τὸ ὕδωρ· ἐν γὰρ τῷ ὕδατι διαπλάττεται καὶ μορφοῦται. Τὸ μὲν γὰρ πρῶτον ἐλέγετο· Ἐξαγαγέτω τὰ ὕδατα ἑρπετὰ ψυχῶν ζωσῶν· ἐξ οὗ δὲ ἐπέβη τῶν Ἰορδάνου ῥείθρων ὁ Δεσπότης, οὐκ ἔτι ἑρπετὰ ψυχῶν ζωσῶν, ἀλλὰ ψυχὰς λογικὰς καὶ πνευματοφόρους τὸ ὕδωρ ἀναδίδωσι. Καὶ ὃ περὶ τοῦ ἡλίου εἴρηται, ὅτι Ὡς νυμφίος ἐκπορευόμενος ἐκ παστοῦ αὐτοῦ, τοῦτο περὶ τῶν πιστῶν καιρὸς ἂν εἴη μᾶλλον εἰπεῖν. Πολλῷ γὰρ φαιδροτέρας ἀφιᾶσι τὰς ἀκτῖνας ἐκείνου. Ἀλλὰ τὸ μὲν ἐν τῇ μήτρᾳ διαπλαττόμενον, χρόνου δεῖται· ἐν τῷ ὕδατι δὲ οὐχ οὕτως, ἀλλ' ἐν μιᾶ ῥοπῇ πάντα γίνεται. Ἔνθα μὲν γὰρ ἐπίκηρος ἡ ζωὴ καὶ ἀπὸ σωματικῆς φθορᾶς ἔχει τὴν ἀρχὴν, βραδύνει τὸ τικτόμενον, (τοιαύτη γὰρ τῶν σωμάτων ἡ φύσις· χρόνῳ προσλαμβάνει τὸ τέλειον)· ἐπὶ δὲ τῶν πνευματικῶν οὐχ οὕτω. Τί δήποτε; Ὅτι τέλεια ἐξ ἀρχῆς κατασκευάζεται τὰ γινόμενα. Ἀλλ' ἐπειδὴ ὁ Νικόδημος ἀκούων ταῦτα συνεχῶς ἐταράττετο, ὅρα πῶς αὐτῷ παρανοίγει τὸ ἀπόῤῥητον τοῦ μυστηρίου τούτου, καὶ σαφὲς ἐργάζεται τὸ ἀσαφὲς ἐκείνῳ τέως, Τὸ γεγεννημένον, λέγων, ἐκ τῆς σαρκὸς, σάρξ ἐστι· τὸ δὲ γεγεννημένον ἐκ τοῦ Πνεύματος, πνεῦμά ἐστιν. Ἀπάγει τῶν αἰσθητῶν αὐτὸν ἁπάντων, καὶ οὐκ ἀφίησι τοῖς ὀφθαλμοῖς τούτοις περιεργάσασθαι τὴν μυσταγωγίαν. Οὐ γὰρ περὶ σαρκὸς διαλεγόμεθα, φησὶν, ἀλλὰ περὶ Πνεύματος, ὦ Νικόδημε. Τέως αὐτὸν τῷ λόγῳ τούτῳ πρὸς τὸ ἄνω παρέπεμψε. Μηδὲν τοίνυν τῶν αἰσθητῶν ἐπιζήτει· τὸ γὰρ Πνεῦμα οὐκ ἂν φανείη τοῖς ὀφθαλμοῖς τούτοις· μηδὲ νόμιζε, ὅτι σάρκα τίκτει τὸ Πνεῦμα. Πῶς οὖν, ἴσως εἴποι ἄν τις, ἡ τοῦ Κυρίου σὰρξ ἐτέχθη; Οὐκ ἀπὸ Πνεύματος μόνον, ἀλλὰ καὶ ἀπὸ σαρκός. Διὸ καὶ τοῦτο δηλῶν ὁ Παῦλος ἔλεγε· Γενόμενος ἐκ γυναικὸς, γενόμενος ὑπὸ νόμον. Τὸ μὲν γὰρ Πνεῦμα αὐτὸν διέπλασεν οὕτως, οὐ μὴν ἐξ οὐκ ὄντων· ἐπεὶ τί ἔδει τῆς μήτρας; ἀλλ' ἐκ τῆς σαρκὸς τῆς παρθενικῆς· τὸ δὲ, πῶς, οὐ δύναμαι ἑρμηνεύειν. Τοῦτο δὲ γέγονεν, ἵνα μή τις ἀλλότριον τῆς ἡμετέρας εἶναι νομίσῃ φύσεως τὸ τικτόμενον. Εἰ γὰρ τούτου γενομένου εἰσί τινες οἳ διαπιστοῦσι τῇ τοιαύτῃ γεννήσει, εἰ μὴ τῆς σαρκὸς ἐκοινώνησε τῆς παρθενικῆς, ποῦ οὐκ ἂν ἐξέπεσαν ἀσεβείας οὗτοι; Τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος, πνεῦμά ἐστιν. Ὁρᾷς Πνεύματος ἀξίαν; Τὸ γὰρ τοῦ Θεοῦ ἔργον φαίνεται ποιοῦν. Ἀνωτέρω μὲν οὖν ἔλεγεν, ὅτι Ἐκ τοῦ Θεοῦ ἐγεννήθησαν· ἐνταῦθα δὲ, ὅτι τὸ Πνεῦμα αὐτοὺς γεννᾷ. Τὸ γεγεννημένον, φησὶν, ἐκ τοῦ Πνεύματος, πνεῦμά ἐστιν. Ὃ δὲ λέγει τοιοῦτόν ἐστιν· Ὁ γεγεννημένος ἐκ τοῦ Πνεύματος, πνευματικός ἐστι. Γέννησιν γὰρ ἐνταῦθα οὐ τὴν κατ' οὐσίαν λέγει, ἀλλὰ τὴν κατὰ τιμὴν καὶ χάριν. Εἰ τοίνυν καὶ ὁ Υἱὸς οὕτω γεγέννηται, τί πλέον ἕξει τῶν ἀνθρώπων τῶν οὕτω γεγεννημένων; πῶς δὲ μονογενής ἐστι; Καὶ γὰρ καὶ ἐγὼ ἐκ Θεοῦ γεγέννημαι, ἀλλ' οὐκ ἐκ τῆς οὐσίας αὐτοῦ. Εἰ τοίνυν μηδὲ αὐτὸς ἐκ τῆς οὐσίας, τί κατὰ τοῦτο διενήνοχεν ἡμῶν; Εὑρεθήσεται δὲ ἄρα καὶ τοῦ Πνεύματος οὕτως ἐλάττων. Ἡ γὰρ τοιαύτη γέννησις ἐκ τῆς τοῦ Πνεύματος γίνεται χάριτος. Ἆρ' οὖν ἵνα μένῃ Υἱὸς, τῆς παρὰ τοῦ Πνεύματος δεῖται βοηθείας; Καὶ τί ταῦτα Ἰουδαϊκῶν διέστηκε δογμάτων; Εἰπὼν τοίνυν ὁ Χριστὸς, ὅτι ὁ γεγεννημένος ἐκ τοῦ Πνεύματος, πνεῦμά ἐστιν· ἐπειδὴ θορυβούμενον πάλιν εἶδεν, ἐπὶ αἰσθητὸν παράδειγμα ἄγει τὸν λόγον. Μὴ θαυμάσῃς γὰρ, φησὶν, ὅτι εἶπόν σοι, ὅτι δεῖ ὑμᾶς γεννηθῆναι ἄνωθεν. Τὸ πνεῦμα ὅπου θέλει πνέει. Τῷ γὰρ εἰπεῖν, Μὴ θαυμάσῃς, δείκνυσιν αὐτοῦ τὸν θόρυβον τῆς ψυχῆς, καὶ ἐπὶ τὸ λεπτότερον αὐτὸν ἄγει τῶν σωμάτων. Τῶν μὲν γὰρ σαρκικῶν ἀπήγαγεν εἰπὼν, Τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος, πνεῦμά ἐστιν. Ἐπειδὴ δὲ οὐκ ᾔδει τί ποτε ἐστὶν ὅ φησιν, Τὸ γεγεννημένον ἐκ τοῦ Πνεύματος, πνεῦμά ἐστιν, λοιπὸν αὐτὸν πρὸς ἑτέραν μεταφέρει εἰκόνα, οὔτε εἰς τὴν τῶν σωμάτων ἄγων παχύτητα, οὔτε περὶ ἀσωμάτων καθαρῶς διαλεγόμενος (οὐδὲ γὰρ ἐδύνατο ἀκούων χωρεῖν ἐκεῖνος), ἀλλ' εὑρών τι μέσον σώματός τε καὶ ἀσωμάτου, τὴν τοῦ ἀνέμου φορὰν, ἐντεῦθεν αὐτὸν ἀνάγει. Περὶ γὰρ αὐτοῦ φησὶν, ὅτι Τὴν φωνὴν αὐτοῦ ἀκούεις, ἀλλ' οὐκ οἶδας πόθεν ἔρχεται, καὶ ποῦ ὑπάγει. Εἰ δὲ λέγει, Ὅπου θέλει πνεῖ, οὐχ ὡς προαίρεσίν τινα τοῦ ἀνέμου ἔχοντος λέγει τοῦτο, ἀλλὰ τὴν ἀπὸ φύσεως φορὰν τὴν ἀκώλυτον καὶ μετ' ἐξουσίας γινομένην δηλῶν. Οἶδε γὰρ ἡ Γραφὴ καὶ περὶ τῶν ἀψύχων οὕτω διαλέγεσθαι, ὡς ὅταν λέγῃ· Τῇ γὰρ ματαιότητι ἡ κτίσις ὑπετάγη οὐχ ἑκοῦσα. Τὸ οὖν, Ὅπου θέλει πνεῖ, τὸ ἀκάθεκτόν ἐστι δηλοῦντος, καὶ ὅτι διαχεῖται πανταχοῦ, καὶ ὁ κωλύων οὐδεὶς τῇδε κἀκεῖσε φέρεσθαι· ἀλλὰ μετὰ πολλῆς τῆς ἐξουσίας σκεδάννυται, καὶ οὐδεὶς ὁ ἰσχύων παρατρέψαι τὴν ῥύμην αὐτοῦ.