Ancient Greek · ~20 min
Ἀπεκρίθη Ἰησοῦς καὶ εἶπεν αὐτῇ· Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου, διψήσει πάλιν· ὃς δ' ἂν πίῃ ἐκ τοῦ ὕδατος οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα· ἀλλὰ τὸ ὕδωρ, ὃ δώσω αὐτῷ, γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος, ἁλλομένη εἰς ζωὴν αἰώνιον.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 1.1-31
Not analysed yet
Τοῦ Πνεύματος τὴν χάριν ἡ Γραφὴ ποτὲ μὲν πῦρ, ποτὲ δὲ ὕδωρ καλεῖ, δεικνῦσα ὅτι οὐκ οὐσίας ἐστὶ ταῦτα παραστατικὰ τὰ ὀνόματα, ἀλλ' ἐνεργείας. Οὐδὲ γὰρ ἐκ διαφόρων συνέστηκεν οὐσιῶν τὸ Πνεῦμα, ἀόρατόν τε καὶ μονοειδὲς ὄν. Τὸ μὲν οὖν ὁ Ἰωάννης δηλοῖ, οὕτω λέγων· Αὐτὸς ὑμᾶς βαπτίσει ἐν Πνεύματι ἁγίῳ καὶ πυρί· τὸ δὲ ὁ Χριστὸς, Ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος. Τοῦτο δὲ εἶπε περὶ τοῦ Πνεύματος, φησὶν, οὗ ἔμελλον λαμβάνειν. Οὕτω καὶ τῇ γυναικὶ διαλεγόμενος, ὕδωρ καλεῖ τὸ Πνεῦμα· Ὃς γὰρ ἂν πίῃ ἀπὸ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα. Οὕτω δὲ τὸ Πνεῦμα καλεῖ, διὰ μὲν τῆς τοῦ πυρὸς προσηγορίας, τὸ διεγηγερμένον καὶ θερμὸν τῆς χάριτος, καὶ δαπανητικὸν ἁμαρτημάτων αἰνιττόμενος· διὰ δὲ τῆς τοῦ ὕδατος, τόν τε καθαρμὸν τὸν ἐξ αὐτοῦ, καὶ τὴν πολλὴν παραψυχὴν ταῖς ὑποδεχομέναις αὐτὸ διανοίαις ἐμφῆναι. Εἰκότως. Ὥσπερ γάρ τινα παράδεισον παντοίοις δένδροις κομῶντα καρποφόροις τε καὶ ἀειθαλέσιν, οὕτω τὴν πρόθυμον κατασκευάζει ψυχὴν, οὔτε ἀθυμίας, οὔτε σατανικῆς συγχωροῦσα ἐπιβουλῆς αἰσθέσθαι, ἅτε ῥᾳδίως σβεννῦσα τοῦ Πονηροῦ πάντα τὰ πεπυρωμένα βέλη. Σὺ δέ μοι σκόπει τοῦ Χριστοῦ τὴν σοφίαν, πῶς ἠρέμα ἀνάγει τὸ γύναιον. Οὐ γὰρ ἐκ πρώτης εἶπεν· Εἰ ᾔδεις τίς ἦν ὁ λέγων σοι, Δός μοι πιεῖν· ἀλλ' ὅτε αὐτῇ ἀφορμὴν παρέσχεν Ἰουδαῖον αὐτὸν καλέσαι, καὶ ὑπὸ ἔγκλημα ἤγαγεν, ἀποκρουόμενος τὴν κατηγορίαν, τότε τοῦτο λέγει. Εἰπὼν δὲ, Εἰ ᾔδεις τίς ἦν ὁ λέγων σοι, Δός μοι πιεῖν, σὺ ἂν ᾔτησας αὐτόν· καὶ ἀναγκάσας τῷ μεγάλα ἐπαγγείλασθαι μνησθῆναι τοῦ πατριάρχου, οὕτω δίδωσι διαβλέψαι τῇ γυναικί. Εἶτα ἀντεπαγαγούσης ἐκείνης, Μὴ σὺ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ; οὐκ εἶπεν, Ναὶ, μείζων εἰμί· ἔδοξε γὰρ ἂν κομπάζειν μόνον, τῆς ἀποδείξεως μηδέπω φαινομένης· δι' ὧν δὲ λέγει, τοῦτο κατασκευάζει. Καὶ γὰρ οὐχ ἁπλῶς εἶπεν, Δώσω σοι ὕδωρ· ἀλλὰ πρότερον ἀνελὼν τὸ τοῦ Ἰακὼβ, τότε ἐπαίρει τὸ ἑαυτοῦ, ἀπὸ τῆς τῶν διδομένων φύσεως, τὸ μέσον τῶν προσώπων, ὅσον καὶ τὸ διάφορον τῶν διδόντων, παραστῆσαι βουλόμενος, καὶ τὴν ὑπεροχὴν τὴν πρὸς τὸν πατριάρχην. Εἰ γὰρ θαυμάζεις, φησὶ, τὸν Ἰακὼβ, ὅτι τοῦτο ἔδωκε τὸ ὕδωρ, ἂν πολὺ τούτου βέλτιον δῶ σοι, τί ἐρεῖς; Προλαβοῦσα μείζονα ὡμολόγησας εἶναί με τοῦ Ἰακὼβ, τῷ ἀνθυπενεγκεῖν καὶ εἰπεῖν, Μὴ μείζων εἶ σὺ τοῦ Ἰακὼβ, ὅτι ἐπαγγέλλῃ βέλτιον ὕδωρ διδόναι; ἂν λάβῃς ἐκεῖνο τὸ ὕδωρ, πάντως ὁμολογήσεις μείζονα εἶναί με. Ὁρᾷς κρίσιν ἀδέκαστον τῆς γυναικὸς, ἀπὸ τῶν πραγμάτων ψηφιζομένης καὶ τῷ πατριάρχῃ καὶ τῷ Χριστῷ; Ἀλλ' οὐκ Ἰουδαῖοι οὕτως· ἀλλὰ καὶ δαίμονας ὁρῶντες ἐκβάλλοντα αὐτὸν, οὐ μόνον τοῦ πατριάρχου οὐκ ἔλεγον μείζονα, ἀλλὰ καὶ δαιμονῶντα ἐκάλουν. Ἡ δὲ γυνὴ οὐχ οὕτως, ἀλλ' ἐντεῦθεν φέρει τὴν ψῆφον, ὅθεν ὁ Χριστὸς βούλεται, ἀπὸ τῆς τῶν ἔργων ἀποδείξεως. Καὶ γὰρ καὶ αὐτὸς ἐντεῦθεν δικάζεται, οὕτω λέγων· Εἰ μὴ ποιῶ τὰ ἔργα τοῦ Πατρός μου, μὴ πιστεύσατέ μοι· εἰ δὲ ποιῶ, κἂν ἐμοὶ μὴ πιστεύητε, τοῖς ἔργοις πιστεύσατε. Οὕτω καὶ ἡ γυνὴ τῇ πίστει προσάγεται. Διὰ τοῦτο καὶ αὐτὸς ἀκούσας, Μὴ μείζων εἶ τοῦ πατρὸς ἡμῶν Ἰακώβ; τὸν Ἰακὼβ ἀφεὶς, περὶ τοῦ ὕδατος διαλέγεται λέγων· Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου, διψήσει πάλιν· καὶ τὴν σύγκρισιν οὐκ ἀπὸ κατηγορίας, ἀλλ' ἐξ ὑπεροχῆς ποιεῖται. Οὐ γὰρ λέγει, ὅτι τὸ ὕδωρ τοῦτο οὐδέν ἐστιν, οὐδ' ὅτι εὐτελὲς καὶ εὐκαταφρόνητον· ἀλλ' ὅπερ καὶ ἡ φύσις μαρτυρεῖ, τοῦτο τίθησι· Πᾶς ὁ πίνων ἐκ τοῦ ὕδατος τούτου, διψήσει πάλιν· ὃς δ' ἂν πίῃ ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα. Ἤκουσεν ὕδωρ ζῶν ἡ γυνὴ πρὸ τούτου, ἀλλ' οὐκ ἐνόησεν. Ἐπειδὴ γὰρ καὶ ὕδωρ ζῶν τὸ ἀένναον καὶ διαπαντὸς ἀναβλύζον λέγεται, τῶν κρουνῶν οὐ διακοπτομένων, τοῦτο ἐνόμισεν ἡ γυνὴ λέγεσθαι. Διὰ δὴ τοῦτο σαφέστερον αὐτῇ λοιπὸν ὃ ἔλεγε καθιστὰς, καὶ ἀπὸ συγκρίσεως τὴν ὑπεροχὴν ποιούμενος, ἐπήγαγε λέγων· Ὃς δ' ἂν πίῃ ἐκ τοῦ ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, οὐ μὴ διψήσει εἰς τὸν αἰῶνα· διὰ τούτου, ὥσπερ ἔφην, δεικνὺς τὴν ὑπεροχὴν, καὶ διὰ τῶν ἑξῆς εἰρημένων· τούτων γὰρ οὐδὲν ἔχει τὸ αἰσθητὸν ὕδωρ. Τίνα δέ ἐστι τὰ ἑξῆς; Γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον. Ὥσπερ γὰρ ὁ πηγὴν ἔνδον ἔχων ἀποκειμένην, οὐκ ἂν ἁλοίη δίψῃ ποτέ· οὕτως οὐδὲ ὁ τὸ ὕδωρ τοῦτο ἔχων. Καὶ ἐπίστευσεν εὐθέως ἡ γυνὴ, πολὺ τοῦ Νικοδήμου συνετωτέρα φανεῖσα· οὐ συνετωτέρα δὲ μόνον, ἀλλὰ καὶ ἀνδρειοτέρα. Ἐκεῖνος μὲν γὰρ μυρίων τοιούτων ἀκούων, οὔτε ἄλλον τινὰ ἐπὶ τοῦτο ἐκάλεσεν, οὔτε αὐτὸς ἐπαῤῥησιάσατο· αὕτη δὲ ἀποστολικὰ ἐπιδείκνυται πράγματα, πάντας εὐαγγελιζομένη καὶ καλοῦσα πρὸς τὸν Ἰησοῦν, καὶ πόλιν ὁλόκληρον ἕλκουσα ἔξω πρὸς αὐτόν. Κἀκεῖνος μὲν ἀκούσας, ἔλεγε· Πῶς δύναται ταῦτα γενέσθαι; καὶ τοῦ Χριστοῦ θέντος παράδειγμα σαφὲς τὸ τοῦ ἀνέμου, οὐδὲ οὕτω τὸν λόγον κατεδέξατο· ἡ γυνὴ δὲ οὐχ οὕτως, ἀλλὰ τὸ μὲν πρῶτον ἠπόρει, ὕστερον δὲ οὐ μετὰ κατασκευῆς δεξαμένη τὸν λόγον, ἀλλ' ἐν ἀποφάσεως τάξει, ἐπὶ τὴν λῆψιν εὐθέως ἐπείγεται. Ἐπειδὴ γὰρ εἶπεν ὁ Χριστός· Γενήσεται ἐν αὐτῷ πηγὴ ὕδατος ἁλλομένου εἰς ζωὴν αἰώνιον· εὐθέως φησὶν ἡ γυνή· Δός μοι τοῦτο τὸ ὕδωρ, ἵνα μὴ διψῶ, μηδὲ ἔρχωμαι ἐνθάδε ἀντλεῖν.