Ancient Greek · ~20 min
Καὶ παράγων ὁ Ἰησοῦς εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς. Καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ, λέγοντες· «Ῥαββὶ, τίς ἥμαρτεν, οὗτος, ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;»
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 1.1-55
Not analysed yet
Καὶ παράγων ὁ Ἰησοῦς εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς. Σφόδρα φιλάνθρωπος ὢν, καὶ τῆς ἡμετέρας σωτηρίας κηδόμενος, καὶ τῶν ἀγνωμόνων τὰ στόματα ἐμφράξαι θέλων, οὐδὲν τῶν εἰς αὐτὸν ἡκόντων παραλιμπάνει, κἂν μηδεὶς ὁ προσέχων ᾖ. Τοῦτο γοῦν καὶ ὁ Προφήτης εἰδὼς ἔλεγεν· Ὅπως ἂν δικαιωθῇς ἐν τοῖς λόγοις σου, καὶ νικήσῃς ἐν τῷ κρίνεσθαί σε. Διὰ δὴ τοῦτο καὶ ἐνταῦθα, ἐπειδὴ τὸ τῶν λόγων ὑψηλὸν οὐκ ἐδέξαντο, ἀλλὰ καὶ δαιμονῶντα ἐκάλεσαν, καὶ ἀνελεῖν ἐπεχείρουν, ἐξελθὼν ἐκ τοῦ ἱεροῦ, θεραπεύει τυφλὸν, τῇ τε ἀπουσίᾳ τὸν θυμὸν παραμυθούμενος, καὶ διὰ τῆς ἐργασίας τοῦ σημείου τὸ σκληρὸν αὐτῶν καὶ ἀπηνὲς καταμαλάσσων, καὶ τὰ εἰρημένα πιστούμενος· καὶ ποιεῖ σημεῖον, οὐ τὸ τυχὸν, ἀλλὰ τότε πρῶτον συμβάν. Ἀπὸ γὰρ τοῦ αἰῶνος, φησὶν, οὐκ ἠκούσθη, ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ γεγεννημένου. Τυφλοῦ μὲν γὰρ ἴσως ἤνοιξέ τις· γεγεννημένου δὲ, οὐκ ἔτι. Καὶ ὅτι ἐξελθὼν ἐκ τοῦ ἱεροῦ, ἐπὶ τὸ ἔργον ἦλθεν ἐπίτηδες, δῆλον ἐκεῖθεν· αὐτὸς γὰρ εἶδε τὸν τυφλὸν, οὐχ ὁ τυφλὸς αὐτῷ προσῆλθε· καὶ οὕτω σπουδαίως ἀνέβλεψεν, ὡς καὶ τοῖς μαθηταῖς αἴσθησιν παρασχεῖν. Ἀπὸ τούτου γοῦν καὶ ἐπὶ τὴν ἐρώτησιν ἦλθον. Ὁρῶντες γὰρ αὐτὸν σπουδαίως προσέχοντα, ἐπυνθάνοντο λέγοντες· Τίς ἥμαρτεν, οὗτος, ἢ οἱ γονεῖς αὐτοῦ; Ἐσφαλμένη ἡ ἐρώτησις. Πῶς γὰρ ἂν ἥμαρτε, πρὶν ἢ γεννηθῆναι; πῶς δὲ, τῶν γονέων ἁμαρτόντων, αὐτὸς ἂν ἐκολάσθη; Πόθεν οὖν ἦλθον ἐπὶ τὴν ἐρώτησιν ταύτην; Πρὸ τούτου τὸν παραλελυμένον θεραπεύων, ἔλεγεν· Ἰδοὺ ὑγιὴς γέγονας· μηκέτι ἁμάρτανε. Οὗτοι τοίνυν ἐννοήσαντες, ὅτι ἐκεῖνος δι' ἁμαρτίας παρελύθη, λέγουσιν· Ἔστω, ἐκεῖνος δι' ἁμαρτήματα παρελύθη· περὶ τούτου δὲ τί ἂν εἴποις; οὗτος ἥμαρτεν; Ἀλλ' οὐκ ἔστιν εἰπεῖν· ἐκ γενετῆς γάρ ἐστι τυφλός. Ἀλλ' οἱ γονεῖς αὐτοῦ; Ἀλλ' οὐδὲ τοῦτο. Παῖς γὰρ ὑπὲρ πατρὸς οὐ δίδωσι δίκην. Ὥσπερ οὖν παιδίον κακούμενον ὁρῶντες λέγομεν· Τί ἄν τις εἴποι περὶ τούτου; τί ἐποίησε τὸ παιδίον; οὐκ ἐρωτῶντες, ἀλλὰ διαποροῦντες· οὕτω δὴ καὶ οἱ μαθηταὶ οὐ τοσοῦτον ἐρωτῶντες τοῦτο ἔλεγον, ἀλλ' ἀποροῦντες. Τί οὖν ὁ Χριστός; Οὔτε οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐτοῦ. Τοῦτο δὲ οὐχ ἁμαρτημάτων ἀπαλλάττων αὐτούς φησιν (οὐ γὰρ ἁπλῶς εἶπεν, Οὔτε οὗτος ἥμαρτεν, οὔτε οἱ γονεῖς αὐτοῦ· ἀλλ' ἐπήγαγεν· Ἵνα τυφλὸς γεννηθῇ), ἀλλ' ἵνα δοξασθῇ ὁ Υἱὸς τοῦ Θεοῦ. Ἥμαρτε μὲν γὰρ καὶ οὗτος, καὶ οἱ γονεῖς αὐτοῦ· ἀλλ' οὐκ ἐντεῦθεν, φησὶν, ἡ πήρωσις. Ταῦτα δὲ ἔλεγεν, οὐ τοῦτο ἐμφαίνων, ὅτι οὗτος μὲν οὐχ οὕτως, ἄλλοι δέ τινες ἐκ τούτων ἐτυφλώθησαν τῶν αἰτιῶν, διὰ τὰς τῶν γονέων ἁμαρτίας. Οὐδὲ γὰρ ἔνι, ἁμαρτάνοντος ἑτέρου, κολάζεσθαι ἕτερον. Ἐπεὶ εἰ τοῦτο δώσομεν, κἀκεῖνο δώσομεν, ὅτι πρὸ γενέσεως ἥμαρτεν. Ὥσπερ οὖν εἰπὼν, ὅτι Οὔτε οὗτος ἥμαρτεν, οὐ τοῦτο λέγει, ὅτι ἔνι ἐκ γενετῆς ἁμαρτεῖν καὶ κολασθῆναι· οὕτως εἰπὼν, Οὔτε οἱ γονεῖς αὐτοῦ, οὐ τοῦτο εἶπεν, ὅτι ἔνι διὰ γονέας κολασθῆναι. Καὶ γὰρ διὰ τοῦ Ἰεζεκιὴλ ταύτην ἀναιρεῖ τὴν ὑπόνοιαν· Ζῶ ἐγὼ, λέγει Κύριος, εἰ ἔσται ἡ παραβολὴ αὕτη ἡ λεγομένη· Οἱ πατέρες ἔφαγον ὄμφακα, καὶ οἱ ὀδόντες τῶν τέκνων ὠμοδίασαν. Καὶ ὁ Μωϋσῆς δέ φησιν· Οὐκ ἀποθανεῖται πατὴρ ὑπὲρ τέκνου. Καὶ περί τινος βασιλέως φησὶν, ὅτι διὰ τοῦτο τοῦτο οὐκ ἐποίησε, φυλάττων τὸν Μωϋσέως νόμον. Εἰ δὲ λέγει τις, Πῶς οὖν εἴρηται, Ὁ ἀποδιδοὺς ἁμαρτίας γονέων ἐπὶ τέκνα ἐπὶ τρίτην καὶ τετάρτην γενεάν; ἐκεῖνο ἂν εἴποιμεν, ὅτι οὐκ ἔστι καθολικὴ ἡ ἀπόφασις, ἀλλ' ἐπί τινων εἴρηται τῶν ἐξ Αἰγύπτου ἐξελθόντων. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ἐπειδὴ οἱ ἐξ Αἰγύπτου ἐξελθόντες, μετὰ τὰ σημεῖα καὶ τὰ θαύματα τῶν προγόνων, γεγόνασι χείρους τῶν οὐδὲν τούτων θεασαμένων, τὰ αὐτὰ πείσονται, φησὶν, ἅπερ ἔπαθον ἐκεῖνοι, ἐπειδὴ τὰ αὐτὰ τετολμήκασι. Καὶ ὅτι περὶ ἐκείνων εἴρηται, τῷ τόπῳ τις ἐπιστήσας ἀκριβέστερον εἴσεται. Τίνος οὖν ἕνεκεν τυφλὸς ἐγεννήθη; Ἵνα φανερωθῇ ἡ δόξα τοῦ Θεοῦ, φησίν. Ἰδοὺ πάλιν ἄπορον ἄλλο, εἰ χωρὶς τῆς τούτου κολάσεως οὐκ ἐνῆν φανῆναι τοῦ Θεοῦ τὴν δόξαν. Μάλιστα μὲν οὐ τοῦτο εἴρηται, ὅτι οὐκ ἐνῆν· ἐνῆν γάρ· ἀλλὰ καὶ ἐν τούτῳ ἵνα φανερωθῇ. Τί οὖν, φησίν; ἠδικήθη διὰ τὴν τοῦ Θεοῦ δόξαν; Ποίαν ἀδικίαν; εἰπέ μοι· εἰ γὰρ μηδὲ ὅλως παραγαγεῖν αὐτὸν ἐβούλετο. Ἐγὼ δὲ καὶ εὐηργετῆσθαι αὐτόν φημι ἀπὸ τῆς πηρώσεως. Τοὺς γὰρ ἔνδον ἀνέβλεψεν ὀφθαλμούς. Τί γὰρ ὄφελός ἐστι τοῖς Ἰουδαίοις τῶν ὀμμάτων; Μείζονα γὰρ κόλασιν ἔσχον, πηρωθέντες ἐν τῷ βλέπειν. Τί δὲ τούτῳ βλάβος ἀπὸ τῆς πηρώσεως; Διὰ γὰρ ταύτης ἀνέβλεψεν. Ὥσπερ οὖν τὰ κακὰ οὐκ ἔστι κακὰ τὰ κατὰ τὸν παρόντα βίον· οὕτως οὐδὲ τὰ ἀγαθὰ ἀγαθά· ἀλλ' ἁμαρτία μόνη κακὸν, πήρωσις δὲ οὐ κακόν. Ὁ δὲ ἐκ τοῦ μὴ ὄντος εἰς τὸ εἶναι παραγαγὼν, ἐξουσίαν εἶχε καὶ οὕτως αὐτὸν ἀφεῖναι. Φασὶ δέ τινες. ὅτι τοῦτο οὐδὲ αἰτιολογικόν ἐστι τὸ ἐπίῤῥημα, ἀλλὰ τῆς ἐκβάσεως· οἷον ὡς ὅταν λέγῃ, Εἰς κρίμα ἐγὼ ἦλθον εἰς τὸν κόσμον τοῦτον, ἵνα οἱ μὴ βλέποντες βλέψωσι, καὶ οἱ βλέποντες τυφλοὶ γένωνται. Καὶ μὴν οὐ διὰ τοῦτο ἦλθεν, ἵνα οἱ βλέποντες τυφλοὶ γένωνται. Καὶ πάλιν ὁ Παῦλος· Τὸ γὰρ γνωστὸν τοῦ Θεοῦ φανερόν ἐστιν ἐν αὐτοῖς εἰς τὸ εἶναι αὐτοὺς ἀναπολογήτους. Καίτοι οὐ διὰ τοῦτο αὐτοῖς ἔδειξεν, ἵνα ἀποστερηθῶσιν ἀπολογίας, ἀλλ' ἵνα τύχωσι, ἀπολογίας. Καὶ πάλιν ἀλλαχοῦ· Νόμος δὲ παρεισῆλθεν, ἵνα πλεονάσῃ τὸ παράπτωμα. Καίτοι οὐ διὰ τοῦτο παρεισῆλθεν, ἀλλ' ἵνα κωλυθῇ ἡ ἁμαρτία.