Ancient Greek · ~18 min
Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλὸς, καὶ γινώσκω τὰ ἐμὰ, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. Καθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα, καὶ τὴν ψυχήν μου τίθημι ὑπὲρ τῶν προβάτων.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 1.1-59
Not analysed yet
Μέγα, ἀγαπητοὶ, μέγα Ἐκκλησίας προστασία, καὶ πολλῆς δεόμενον φιλοσοφίας, καὶ ἀνδρείας τοσαύτης, ὅσης ὁ Χριστὸς εἶπεν, ὥστε τὴν ψυχὴν ὑπὲρ τῶν προβάτων θεῖναι, ὥστε μηδέποτε ἐγκαταλιπεῖν αὐτὰ ἔρημα καὶ γυμνὰ, ὥστε πρὸς τὸν λύκον ἵστασθαι γενναίως. Τούτῳ γὰρ ὁ ποιμὴν τοῦ μισθωτοῦ διέστηκεν. Ὁ μὲν γὰρ τὴν ἰδίαν σωτηρίαν πανταχοῦ σκοπεῖ, τῶν προβάτων ἀμελῶν· οὗτος δὲ πανταχοῦ τὴν τῶν προβάτων ἐπιζητεῖ, τὴν ἑαυτοῦ παρατρέχων. Εἰπὼν τοίνυν τοῦ ποιμένος τὰ δείγματα, δύο τίθησι τοὺς λυμεῶνας· ἕνα τὸν κλέπτην τὸν θύοντα καὶ ἁρπάζοντα· ἕτερον δὲ τὸν τούτων μὲν οὐδὲν ποιοῦντα, γινομένων δὲ τούτων οὐκ ἐπιστρεφόμενον, οὐδὲ κωλύοντα· δι' ἐκείνων μὲν τοὺς περὶ Θευδᾶν αἰνιττόμενος, διὰ τούτων δὲ τοὺς Ἰουδαίων διδασκάλους ἐκπομπεύων, οὐ κηδομένους οὐδὲ φροντίζοντας τῶν ἐμπεπιστευμένων αὐτοῖς προβάτων. Ὅπερ οὖν καὶ ὁ Ἰεζεκιὴλ ἄνωθεν ἐγκαλῶν αὐτοῖς ἔλεγεν· Ὢ οἱ ποιμένες Ἰσραήλ· μὴ βόσκουσιν ἑαυτοὺς οἱ ποιμένες; οὐχὶ τὰ πρόβατα βόσκουσιν οἱ ποιμένες; Ἀλλ' ἐκεῖνοι τοὐναντίον ἐποίουν, ὅπερ μέγιστόν ἐστιν εἶδος κακίας, καὶ τῶν ἄλλων αἴτιον πάντων. Διὰ τοῦτο γάρ φησιν· οὔτε τὸ πεπλανημένον ἐπέστρεφον, οὐδὲ τὸ ἀπολωλὸς ἐζήτουν, οὐδὲ τὸ συντετριμμένον ἐδέσμουν, οὐδὲ τὸ ἀῤῥωστοῦν ἐθεράπευον, ἐπειδὴ ἑαυτοὺς, καὶ οὐ τὰ πρόβατα, ἔβοσκον. Ὅπερ καὶ ὁ Παῦλος ἑτέρῳ ῥήματι πάλιν ἐδήλου λέγων· Οἱ γὰρ πάντες τὰ ἑαυτῶν ζητοῦσιν, οὐ τὰ Χριστοῦ Ἰησοῦ· καὶ πάλιν, Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἀλλὰ τὸ τοῦ πλησίον ἕκαστος. Ἀλλ' ἀμφοτέρων ἑαυτὸν διίστησιν ὁ Χριστός· ἐκείνων μὲν τῶν ἐπὶ λύμῃ παραγενομένων, τῷ εἰπεῖν, Διὰ τοῦτο ἦλθον, ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσι· τούτων δὲ τῶν περιορώντων ὑπὸ τῶν λύκων ἁρπαζόμενα τὰ πρόβατα, τῷ μὴ καταλιπεῖν, ἀλλὰ καὶ τὴν ψυχὴν αὐτοῦ θεῖναι ὑπὲρ αὐτῶν, ὥστε μὴ τὰ πρόβατα ἀποθανεῖν. Ἐπειδὴ γὰρ αὐτὸν ἐβουλεύοντο ἀνελεῖν, οὔτε τῆς διδασκαλίας μετέθετο, οὔτε τοὺς πιστεύοντας προὔδωκεν, ἀλλ' ἔστη, καὶ εἵλετο ἀποθανεῖν. Διὰ τοῦτο ἄνω καὶ κάτω ἔλεγεν· Ἐγώ εἰμι ὁ ποιμὴν ὁ καλός. Εἶτα ἐπειδὴ ἀμάρτυρα ἐδόκει τὰ λεγόμενα εἶναι (τὸ μὲν γὰρ, Τὴν ψυχήν μου τίθημι, οὐ μετὰ πολὺ τὴν ἀπόδειξιν ἔλαβε· τὸ δὲ, Ἵνα ζωὴν ἔχωσι, καὶ περισσὸν ἔχωσι, μετὰ τὴν ἐντεῦθεν ἔμελλεν ἀποδημίαν συμβήσεσθαι, κατὰ τὸν αἰῶνα τὸν μέλλοντα), τί ποιεῖ; Θάτερον ἀπὸ θατέρου. πιστοῦται, ἀπὸ τοῦ δοῦναι τὴν ψυχὴν, ὅτι καὶ τὴν ζωὴν δίδωσιν. Ὅπερ καὶ ὁ Παῦλος ἔλεγεν, ὅτι Εἰ ἐχθροὶ ὄντες κατηλλάγημεν τῷ Θεῷ διὰ τοῦ θανάτου τοῦ Υἱοῦ αὐτοῦ, πολλῷ μᾶλλον καταλλαγέντες σωθησόμεθα. Καὶ πάλιν ἀλλαχοῦ· Ὅς γε τοῦ ἰδίου Υἱοῦ οὐκ ἐφείσατο, ἀλλ' ὑπὲρ ἡμῶν πάντων παρέδωκεν αὐτὸν, πῶς οὐχὶ σὺν αὐτῷ τὰ πάντα ἡμῖν χαριεῖται; Ἀλλὰ τίνος ἕνεκεν οὐκ ἐγκαλοῦσιν αὐτῷ νῦν, ἃ καὶ πρότερον, λέγοντες· Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς, ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής; Ὅτι πολλάκις ἐπεστόμισεν αὐτοὺς, καὶ πλείων ἡ παῤῥησία πρὸς αὐτοὺς ἀπὸ τῶν σημείων ἐγένετο. Εἶτα, ἐπειδὴ εἶπεν ἀνωτέρω, Καὶ τὰ πρόβατα τῆς φωνῆς αὐτοῦ ἀκούει, καὶ ἀκολουθεῖ αὐτῷ, ἵνα μή τις εἴπῃ· Τί οὖν πρὸς τοὺς μὴ πιστεύσαντας; ἄκουσον τί ἐπήγαγε· Καὶ γινώσκω τὰ ἐμὰ, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. Ὅπερ καὶ ὁ Παῦλος δηλῶν, ἔλεγεν· Οὐκ ἀπώσατο ὁ Θεὸς τὸν λαὸν αὐτοῦ ὃν προέγνω· καὶ ὁ Μωϋσῆς, Ἔγνω Κύριος τοὺς ὄντας αὐτοῦ· ἐκείνους λέγω, φησὶν, οὓς προέγνων. Εἶτα, ἵνα μὴ τῆς γνώσεως ἴσον τὸ μέτρον νομίσῃς, ἄκουσον πῶς διορθοῦται αὐτὸ τῇ ἐπαγωγῇ· Γινώσκω τὰ ἐμὰ, φησὶ, καὶ γινώσκομαι ὑπὸ τῶν ἐμῶν. Ἀλλ' οὐκ ἴση ἡ γνῶσις· ἀλλὰ ποῦ ἴση; Ἐπὶ τοῦ Πατρὸς καὶ ἐμοῦ. Ἐκεῖ γὰρ, Καθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα. Ἐπεὶ εἰ μὴ τοῦτο ἐβούλετο κατασκευάσαι, τίνος ἕνεκεν αὐτὸ ἐπήγαγεν; Ἐπειδὴ γὰρ πολλαχοῦ ἑαυτὸν τίθησιν ἐν τάξει τῶν πολλῶν, ἵνα μή τις νομίσῃ ὅτι ὡς ἄνθρωπος οὕτως ἐγίνωσκεν, ἐπήγαγε· Καθὼς γινώσκει με ὁ Πατὴρ, κἀγὼ γινώσκω τὸν Πατέρα. Οὕτως ἀκριβῶς αὐτὸν ἐπίσταμαι, ὡς αὐτὸς ἐμέ. Διὰ τοῦτο καὶ ἔλεγεν· Οὐδεὶς γινώσκει τὸν Υἱὸν, εἰ μὴ ὁ Πατὴρ, καὶ τὸν Πατέρα, εἰ μὴ ὁ Υἱὸς, κεχωρισμένην τινὰ γνῶσιν λέγων, καὶ τοιαύτην, οἵαν οὐδεὶς ἕτερος δύναται σχεῖν. Ἐγὼ τίθημι τὴν ψυχήν μου. Συνεχῶς τοῦτο λέγει, δηλῶν ὅτι οὐκ ἔστι πλάνος. Ἐπεὶ καὶ ὁ Ἀπόστολος, ὅτε αὐτὸν ἐβούλετο δεῖξαι γνήσιον ὄντα διδάσκαλον, καὶ πρὸς τοὺς ψευδαποστόλους ἀντιπαρεξήγαγε τὸν λόγον, ἀπὸ τῶν κινδύνων καὶ τῶν θανάτων ἑαυτὸν συνίστησι λέγων· Ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν θανάτοις πολλάκις. Τὸ μὲν γὰρ λέγειν, ὅτι Φῶς εἰμι, καὶ, Ζωή εἰμι, ἐδόκει εἶναι τύφου παρὰ τοῖς ἀνοήτοις· τὸ δὲ λέγειν, Ἀποθανεῖν βούλομαι, οὐδεμίαν βασκανίαν εἶχεν, οὐδὲ φθόνον. Διὰ τοῦτο οὐδὲ λέγουσιν αὐτῷ· Σὺ μαρτυρεῖς περὶ σεαυτοῦ· ἡ μαρτυρία σου οὐκ ἔστιν ἀληθής. Πολλὴν γὰρ ἐδείκνυ τὸ ῥῆμα κηδεμονίαν, εἴ γε ὑπὲρ τῶν λιθαζόντων ἐβούλετο ἑαυτὸν ἐκδοῦναι.