Ancient Greek · ~18 min
Ἦν τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 1.1-6
Not analysed yet
Διὰ τοῦτο, ὦ πολυπόθητα τέκνα, κατὰ μέρος ὑμᾶς τοῖς ἀπὸ τῶν Γραφῶν ἑστιῶμεν νοήμασι, καὶ οὐκ ἀθρόον πάντα ἐκχέομεν, ἵνα ῥᾳδία τῶν ἀεὶ καταβαλλομένων ὑμῖν ἡ φυλακὴ γένηται. Καὶ γὰρ ἐπὶ τῆς οἰκοδομίας, ὁ μὲν μηδέπω τῶν προτέρων λίθων σφιγγέντων ἑτέρους ἐπιθεὶς, σαθρὸν ἅπαντα καὶ εὐκατάβλητον ὑφαίνει τὸν τοῖχον· ὁ δὲ ἀναμένων πρότερον παγῆναι τὸν χάλικα, καὶ οὕτω τὸ λεῖπον κατὰ μικρὸν ἐπιτιθεὶς, μετὰ ἀσφαλείας ἅπασαν ἀπαρτίζει τὴν οἰκίαν, οὐκ ὀλιγοχρόνιόν τινα, οὐδὲ εὐδιάλυτον, ἀλλὰ βεβαίαν κατασκευάζων αὐτήν. Τούτους καὶ ἡμεῖς μιμώμεθα τοὺς οἰκοδόμους, καὶ κατὰ τὸν αὐτὸν τρόπον τὰς ὑμετέρας οἰκοδομῶμεν ψυχάς. Καὶ γὰρ δεδοίκαμεν, μήποτε τῆς προτέρας καταβολῆς νεοπαγοῦς ὑπαρχούσης, ἡ τῶν δευτέρων ἐπιθήκη θεωρημάτων καὶ τοῖς προτέροις λυμήνηται, τῆς διανοίας οὐκ ἀρκούσης ἅπαντα ὁμοῦ κατασχεῖν. Τί τοίνυν ἐστὶ τὸ σήμερον ἡμῖν ἀναγνωσθέν; Ἦν τὸ φῶς τὸ ἀληθινὸν, ὃ φωτίζει πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Ἐπειδὴ γὰρ ἄνω περὶ τοῦ Ἰωάννου διαλεγόμενος ἔλεγεν, ὅτι ἦλθεν, Ἵνα μαρτυρήσῃ περὶ τοῦ φωτὸς, καὶ ὅτι νῦν ἀπεστάλη· ἵνα μή τις ταῦτα ἀκούων, διὰ τὴν τοῦ μαρτυροῦντος πρόσφατον παρουσίαν, καὶ περὶ τοῦ μαρτυρουμένου τοιαύτην τινὰ ὑπόνοιαν λάβῃ, ἀνήγαγε τὴν διάνοιαν, καὶ πρὸς τὴν ἐπέκεινα πάσης ἀρχῆς παρέπεμψεν ὕπαρξιν, τὴν οὐδαμοῦ λήγουσαν οὐδὲ ἱσταμένην. Καὶ πῶς ἔνι τοῦτο, φησὶν, Υἱὸν ὄντα ἔχειν; Περὶ Θεοῦ διαλεγόμεθα, καὶ τὸ πῶς ἐρωτᾷς; καὶ οὐ δέδοικας, οὐδὲ φρίττεις; Εἶτα ἂν μέν σε ἔρηταί τις· Πῶς δὲ ἡμῶν ἀτελεύτητον ἕξουσιν αἱ ψυχαὶ τὴν ζωὴν καὶ τὰ σώματα μετὰ ταῦτα; καταγελάσῃ τῆς πεύσεως, ὡς οὐκ ἂν ἀνθρωπίνης διανοίας ὂν τὰ τοιαῦτα ζητεῖν, ἀλλὰ δεῖν πιστεύειν μόνον καὶ μὴ περιεργάζεσθαι τὸ εἰρημένον, ἀρκοῦσαν ἔχοντα ἀπόδειξιν τοῦ λεχθέντος τὴν δύναμιν τοῦ εἰρηκότος· ἂν δὲ τὸν ψυχὰς καὶ σώματα ἐργασάμενον, καὶ τῆς κτίσεως ἁπάσης ἀσυγκρίτως ὑπερέχοντα, ἄναρχον εἶναι φῶμεν, τὸν τρόπον ἡμᾶς ἀπαιτήσεις; Καὶ τίς ἂν ταῦτα καθεστηκυίας εἶναι φαίη ψυχῆς; τίς δὲ ὑγιαίνοντος λογισμοῦ; Ἤκουσας, ὅτι Ἦν τὸ φῶς τὸ ἀληθινόν. Τί φιλονεικεῖς εἰκῆ καὶ μάτην ὑπερακοντίσαι τῷ λογισμῷ τὴν ἄπειρον ταύτην ζωήν; Οὐδὲ γὰρ οἷόν τε. Τί ζητεῖς τὰ ἀζήτητα; τί περιεργάζῃ τὰ ἀκατάληπτα; τί ἐρευνᾷς τὰ ἀνεξερεύνητα; Κατανόησον τῶν ἡλιακῶν ἀκτίνων τὴν ῥίζαν αὐτήν· ἀλλ' οὐ δυνήσῃ, καὶ ὅμως οὐκ ἀγανακτεῖς, οὐδὲ δυσχεραίνεις ἐπὶ τῇ ἀσθενείᾳ. Πῶς οὖν ἐν τοῖς μείζοσι τολμηρὸς γέγονας καὶ προπετής; Ὁ τῆς βροντῆς υἱὸς Ἰωάννης, ὁ ἀπὸ τῆς σάλπιγγος ἠχῶν τῆς πνευματικῆς, τὸ, Ἦν, ἀκούσας παρὰ τοῦ Πνεύματος, οὐδὲν ἐπεζήτησε πλέον· σὺ δὲ ὁ τῆς χάριτος ἀμοιρῶν τῆς ἐκείνου, καὶ ὁ ἀπὸ τῶν δειλῶν φθεγγόμενος λογισμῶν, ὑπερβῆναι τὸ μέτρον τῆς ἐκείνου γνώσεως φιλονεικεῖς; Διὰ τοῦτο τοιγαροῦν οὐδὲ πρὸς τὸ μέτρον τῆς ἐκείνου γνώσεως ἀφικέσθαι δυνήσῃ. Τοιαύτη γὰρ ἡ τοῦ διαβόλου μεθοδεία· ἐξάγει μὲν τῶν παρὰ τοῦ Θεοῦ δοθέντων ὅρων ἡμῖν τοὺς πειθομένους αὐτῷ, ὡς ἐπὶ πολλῷ μείζοσιν· ὅταν δὲ ταῖς ἐλπίσι ταύταις δελεάσας ἐκβάλῃ τῆς τοῦ Θεοῦ χάριτος, τότε λοιπὸν οὐ μόνον οὐδὲν πλέον προσδίδωσι, (πῶς γὰρ διάβολος ὤν;) ,ἀλλ' οὐδὲ εἰς τὰ πρότερα, ἔνθα ἀσφαλῶς καὶ βεβαίως διετρίβομεν, ἀφίησιν ἐπανελθεῖν, ἀλλὰ πανταχοῦ περιάγει πλανωμένους, καὶ οὐκ ἔχοντας οὐδαμοῦ στῆναι. Οὕτω καὶ τὸν πρωτόπλαστον ἐκ τῆς τοῦ παραδείσου διαγωγῆς ἐποίησεν ἐκπεσεῖν. Προσδοκίᾳ γὰρ μείζονος γνώσεως καὶ τιμῆς φυσήσας αὐτὸν, καὶ τῶν τότε ὑπαρχόντων αὐτῷ μετὰ ἀδείας ἐξέβαλεν. Οὐ γὰρ μόνον ἰσόθεος οὐ γέγονε, καθὼς ὑπισχνεῖτο αὐτῷ, ἀλλὰ καὶ εἰς τὴν τοῦ θανάτου τυραννίδα ἐξέπεσεν, οὐ μόνον οὐδὲν πλέον ἀπὸ τῆς τοῦ ξύλου βρώσεως προσλαβὼν, ἀλλὰ καὶ τῆς γνώσεως ἧς εἶχεν οὐ μικρὸν ἀπολέσας, ἐλπίδι πλείονος γνώσεως. Τότε γὰρ αἰσχύνεσθαι καὶ καταδύεσθαι ἐπὶ τῇ γυμνότητι, τότε αὐτῷ προσεγένετο, πρὸ τῆς ἀπάτης ἀνωτέρω ταύτης ὄντι τῆς αἰσχύνης. Αὐτό τε γὰρ τὸ ὁρᾷν ἑαυτὸν γυμνὸν ὄντα, καὶ δεῖσθαι λοιπὸν τῆς ἀπὸ τῶν ἱματίων περιβολῆς, καὶ ἕτερα αὐτῷ πλείονα ἐντεῦθεν ἐφύη πάθη τότε. Ὅπερ ἵνα μὴ καὶ ἡμεῖς πάθωμεν, πειθώμεθα τῷ Θεῷ, καὶ μένωμεν ἐν οἷς αὐτὸς ἡμῖν προσέταξε, καὶ μηδὲν περαιτέρω πολυπραγμονῶμεν, ἵνα μὴ καὶ τῶν ἤδη δοθέντων ἡμῖν ἐκπέσωμεν ἀγαθῶν, καθάπερ καὶ οὗτοι πεπόνθασι. Τῆς γὰρ ἀνάρχου ζωῆς ἀρχὴν ἐπιζητοῦντες εὑρεῖν, καὶ ἅπερ ἠδύναντο ἔχειν ἀπώλεσαν. Οὔτε γὰρ τὸ ζητούμενον εὗρον (οὐδὲ γάρ ἐστι δυνατόν), καὶ τῆς ὑγιοῦς περὶ τοῦ Μονογενοῦς ἐξέπεσον πίστεως. Ἀλλ' ἡμεῖς μὴ μεταίρωμεν ὅρια αἰώνια, ἃ ἔθεντο οἱ πατέρες ἡμῶν, ἀλλ' εἴκωμεν πανταχοῦ τοῖς τοῦ Πνεύματος νόμοις, καὶ ἀκούοντες ὅτι, Ἦν τὸ φῶς τὸ ἀληθινὸν, μηδὲν πλέον ἐπιζητῶμεν εὑρεῖν· οὐδὲ γὰρ ἔνι ταύτην ὑπερβῆναι τὴν ῥῆσιν. Εἰ μὲν γὰρ ὡς ἄνθρωπος ἐγέννα, ἀνάγκη μέσον εἶναί τι τοῦ γεννῶντος καὶ τοῦ γεννωμένου· ἐπειδὴ δὲ ἀῤῥήτως καὶ ὡς Θεῷ πρέπον ἐστὶ, τοῦ πρὸ καὶ τοῦ μετὰ ἀναχώρει· τῶν χρόνων γὰρ ταῦτα ὀνόματα· ὁ δὲ Υἱὸς καὶ τῶν αἰώνων πάντων ἐστὶ ποιητής.