Ancient Greek · ~14 min
Εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν αὐτοῖς· Ὑμεῖς οὐκ οἴδατε οὐδὲν, οὐδὲ διαλογίζεσθε ὅτι συμφέρει ὑμῖν, ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ ὑπὲρ τοῦ λαοῦ, καὶ τὰ ἑξῆς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 1.1-64
Not analysed yet
Ἐνεπάγησαν ἔθνη ἐν διαφθορᾷ ᾗ ἐποίησαν· ἐν παγίδι ταύτῃ ᾗ ἔκρυψαν, συνελήφθη ὁ ποῦς αὐτῶν. Τοῦτο ἐπὶ Ἰουδαίων γέγονεν. Αὐτοὶ μὲν γὰρ ἔλεγον ἀνελεῖν τὸν Ἰησοῦν, ἵνα μὴ ἔλθωσιν οἱ Ῥωμαῖοι, καὶ ἄρωσιν αὐτῶν καὶ τὸ ἔθνος καὶ τὴν πόλιν. Ἐπειδὴ δὲ ἀνεῖλον, ταῦτα ἔπαθον· καὶ ἅπερ ὡς διαφευξόμενοι ἔπραξαν, ταῦτα ἐπειδὴ ἔπραξαν, οὐ διέφυγον. Ἀλλ' ὁ μὲν ἀναιρεθεὶς, ἔστιν ἐν οὐρανοῖς· οἱ δὲ ἀνελόντες, τὴν γέενναν κληρονομοῦσι· καίτοι οὐ ταῦτα ἐσκέψαντο· ἀλλὰ τί; Ἐβούλοντο, φησὶν, ἀνελεῖν αὐτὸν ἀπὸ τῆς ἡμέρας ἐκείνης. Εἶπον γὰρ, ὅτι Ἐλεύσονται οἱ Ῥωμαῖοι, καὶ ἀροῦσιν ἡμῶν τὸ ἔθνος. Εἷς δέ τις ἐξ αὐτῶν Καϊάφας, ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου, εἶπεν, ἀναισχυντότερος ὢν τῶν λοιπῶν· Ὑμεῖς οὐκ οἴδατε οὐδέν. Ἅπερ ἐκεῖνοι ἀμφέβαλλον, καὶ ἐν τάξει βουλῆς προετίθεσαν, (ἔλεγον γάρ· Τί ποιοῦμεν;) τοῦτο οὗτος ἀναισχύντως καὶ γυμνῇ τῇ κεφαλῇ, καὶ μετὰ ἰταμότητος ἀνεβόησε. Τί γάρ φησιν; Ὑμεῖς οὐκ οἴδατε οὐδὲν, οὐδὲ διαλογίζεσθε ὅτι συμφέρει, ἵνα εἷς ἄνθρωπος ἀποθάνῃ, καὶ μὴ ὅλον τὸ ἔθνος ἀπόληται. Τοῦτο δὲ οὐκ εἶπεν ἀφ' ἑαυτοῦ, ἀλλὰ προεφήτευσεν ἀρχιερεὺς ὤν. Ὁρᾷς πόση τῆς ἀρχιερατικῆς ἐξουσίας ἡ δύναμις; Ἐπειδὴ γὰρ ὅλως ἠξίωτο τῆς ἀρχιερωσύνης, καίτοι ἀνάξιος ὢν τοῦ πράγματος, προεφήτευσεν, οὐκ εἰδὼς ἅπερ ἔλεγε· καὶ τῷ στόματι μόνον ἐκέχρητο ἡ χάρις, τῆς δὲ μιαρᾶς καρδίας οὐχ ἥψατο. Πολλοὶ γοῦν καὶ ἄλλοι τὰ μέλλοντα εἶπον, ἀνάξιοι ὄντες, ὁ Ναβουχοδονόσορ, ὁ Φαραὼ, ὁ Βαλαάμ· καὶ πάντων ἡ αἰτία δήλη. Ὃ δὲ λέγει, τοιοῦτόν ἐστιν· Ὑμεῖς κάθησθε, ἔτι ὀκνηρότερον τῷ πράγματι προσέχετε, καὶ οὐκ ἴστε ἑνὸς ἀνδρὸς σωτηρίας ὑπὲρ τοῦ κοινοῦ καταφρονῆσαι. Ὅρα πόση τοῦ Πνεύματος ἡ δύναμις· ἀπὸ διανοίας πονηρᾶς ἴσχυσε ῥήματα προενεγκεῖν προφητείας γέμοντα θαυμαστῆς. Τέκνα δὲ Θεοῦ τὰ ἔθνη καλεῖ ὁ εὐαγγελιστὴς, ἀπὸ τοῦ μέλλοντος ἔσεσθαι· ὥσπερ οὖν καὶ αὐτός φησι· Καὶ ἄλλα πρόβατα ἔχω, καὶ αὐτὸς ἀπὸ τοῦ μέλλοντος αὐτὰ καλῶν. Τί δέ ἐστιν, Ἀρχιερεὺς ὢν τοῦ ἐνιαυτοῦ ἐκείνου; Μετὰ τῶν ἄλλων καὶ τοῦτο διέφθαρτο. Οὐκέτι γὰρ τὸν χρόνον ἅπαντα τῆς ζωῆς ἱεράτευον, ἀλλ' ἐνιαυτὸν, ἐξ οὗ γεγόνασιν ὠνηταὶ αἱ ἀρχαί. Πλὴν ἀλλὰ καὶ οὕτω παρῆν ἔτι τὸ Πνεῦμα. Ἐπειδὴ δὲ τὰς χεῖρας ἦραν κατὰ τοῦ Χριστοῦ, τὸ τηνικαῦτα αὐτοὺς ἐγκατέλιπε, καὶ μετῆλθεν ἐπὶ τοὺς ἀποστόλους. Καὶ τοῦτο τὸ καταπέτασμα ἐδήλου σχιζόμενον, καὶ ἡ τοῦ Χριστοῦ φωνὴ ἡ λέγουσα· Ἰδοὺ ἀφίεται ὁ οἶκος ὑμῶν ἔρημος. Καὶ Ἰώσηπος δὲ μετὰ βραχὺν γενόμενος χρόνον, ἔφη τινὰς ἀγγέλους τοὺς ἔτι παραμένοντας, εἰ μὴ βουληθεῖεν ἐκεῖνοι μεταστῆναι, καταλιπεῖν αὐτούς. Ἕως μὲν γὰρ ὁ ἀμπελὼν εἱστήκει, πάντα ἐγίνετο· ἐπειδὴ δὲ τὸν κληρονόμον ἀπέκτειναν, οὐκ ἔτι, ἀλλ' ἀπώλοντο· καὶ καθάπερ ἱμάτιον λαμπρὸν ἀπὸ παιδὸς ἀχρήστου, τῶν Ἰουδαίων, λαβὼν ὁ Θεὸς, τοῖς εὐγνώμοσι δούλοις ἔδωκε τοῖς ἐξ ἐθνῶν, ἐκείνους ἐρήμους ἀφεὶς καὶ γυμνούς. Οὐ μικρὸν δὲ τοῦτο ἦν, τὸ καὶ τὸν ἐχθρὸν προφητεῦσαι ταῦτα. Τοῦτο καὶ τοὺς ἄλλους ἐπισπάσασθαι ἠδύνατο. Κατὰ μὲν γὰρ τὴν αὐτοῦ προαίρεσιν, ἐναντίως ἐξέβη. Ἐπειδὴ γὰρ ἀπέθανε, διὰ τοῦτο τῆς μελλούσης κολάσεως ἀπηλλάγησαν οἱ πιστοί. Τί ἐστιν, Ἵνα συναγάγῃ τοὺς ἐγγὺς, καὶ τοὺς μακράν; Ἓν σῶμα ἐποίησεν. Ὁ ἐν Ῥώμῃ καθήμενος τοὺς Ἰνδοὺς μέλος εἶναι νομίζει ἑαυτοῦ. Τί ταύτης τῆς συναγωγῆς ἴσον; Καὶ πάντων κεφαλὴ ὁ Χριστός· Ἀπ' ἐκείνης τῆς ἡμέρας ἐβουλεύσαντο οἱ Ἰουδαῖοι, ἵνα ἀποκτείνωσιν αὐτόν. Καὶ μὴν πρότερον ἐζήτουν. Λέγει γάρ· Διὰ τοῦτο ἐζήτουν οἱ Ἰουδαῖοι αὐτὸν ἀποκτεῖναι· καὶ, Τί με ζητεῖτε ἀποκτεῖναι; Ἀλλὰ τότε μὲν ἐζήτουν, νῦν δὲ καὶ ἐκύρωσαν τὴν γνώμην, καὶ ὡς ἔργῳ τῷ πράγματι κέχρηνται. Ἰησοῦς δὲ οὐκ ἔτι παῤῥησίᾳ περιεπάτει ἐν τῇ Ἰουδαίᾳ. Πάλιν ἀνθρωπίνως ἑαυτὸν σώζει, καὶ συνεχῶς τοῦτο ποιεῖ.