Ancient Greek · ~18 min
Ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ, ἀπολέσει αὐτήν· καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ, εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. Ἐὰν ἐμοί τις διακονῇ, ἐμοὶ ἀκολουθείτω.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 1.1-66
Not analysed yet
Γλυκὺς ὁ παρὼν βίος, καὶ πολλῆς γέμων ἡδονῆς· ἀλλ' οὐχ ἅπασιν, ἀλλὰ τοῖς προσηλωμένοις αὐτῷ. Εἰ δέ τις εἰς τὸν οὐρανὸν διαβλέψειε, καὶ τὰ ἐκεῖ ἴδοι καλὰ, ταχέως αὐτοῦ καταφρονήσει, καὶ οὐδένα ποιήσεται λόγον. Ἐπεὶ καὶ κάλλος σωμάτων, ἕως ἂν ἕτερον μὴ φαίνηται λαμπρότερον, θαυμάζεται· ἐπειδὰν δὲ φανῇ τὸ κρεῖττον, καταφρονεῖται τὸ πρότερον. Ἂν τοίνυν θελήσωμεν καὶ ἡμεῖς εἰς ἐκεῖνο τὸ κάλλος ἰδεῖν, καὶ τὴν εὐπρέπειαν τῆς ἐκεῖ βασιλείας κατοπτεῦσαι, ταχέως ἑαυτοὺς τῶν δεσμῶν ἀπολύσομεν τῶν παρόντων. Δεσμὸς γάρ τίς ἐστιν ἡ πρὸς τὰ παρόντα συμπάθεια. Καὶ εἰς τοῦτο ἡμᾶς ἐνάγων ὁ Χριστὸς, ἄκουσον τί φησιν· Ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ, ἀπολέσει αὐτήν· καὶ ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτῳ, εἰς ζωὴν αἰώνιον φυλάξει αὐτήν. Ὁ ἐμοὶ διακονῶν, ἐμοὶ ἀκολουθείτω· καὶ ὅπου εἰμὶ ἐγὼ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμός. Αἰνίγματι ἐοικέναι δοκεῖ τὰ λεγόμενα. Ἀλλ' οὐκ ἔστιν, ἀλλὰ πολλῆς ἐμπέπλησται σοφίας. Καὶ πῶς Ὁ φιλῶν τὴν ψυχὴν αὐτοῦ, ἀπολέσει αὐτήν; Ὁ τὰς ἐπιθυμίας αὐτῆς ποιῶν τὰς ἀτόπους· ὁ χαριζόμενος αὐτῇ παρὰ τὸ δέον. Διὰ τοῦτο παραινεῖ τις λέγων· Μὴ πορεύου ἐν ταῖς ἐπιθυμίαις τῆς ψυχῆς σου. Οὕτω γὰρ αὐτὴν ἀπολεῖς (τῆς γὰρ ὁδοῦ τῆς ἐπὶ τὴν ἀρετὴν ἀγούσης ἀπάγει)· ὥσπερ οὖν τὸ ἐναντίον, Ὁ μισῶν αὐτὴν ἐν τῷ κόσμῳ τούτῳ, σώσει αὐτήν. Τί δέ ἐστιν, Ὁ μισῶν αὐτήν; Ὁ μὴ εἴκων αὐτῇ, τὰ βλάπτοντα κελευούσῃ. Καὶ οὐκ εἶπεν, Ὁ μὴ εἴκων αὐτῇ, ἀλλ', Ὁ μισῶν αὐτήν. Καθάπερ γὰρ τῶν μισουμένων οὐδὲ φωνὴν ἀκοῦσαι ἀνεχόμεθα, οὐδὲ ὄψιν ἰδεῖν ἡδέως· οὕτω καὶ τὴν ψυχὴν, ὅταν ἐναντία ἐπιτάττῃ τῶν τῷ Θεῷ δοκούντων, μετὰ σφοδρότητος ἀποστρέφεσθαι χρή. Ἐπειδὴ γὰρ περὶ θανάτου μέλλει λοιπὸν αὐτοῖς διαλέγεσθαι, θανάτου τοῦ ἑαυτοῦ, καὶ προεῖδε κατηφοῦντας καὶ καταπίπτοντας, ὑπερβολὴν ἐποιήσατο λέγων· Τί λέγω, ἐὰν μὴ τὸν ἐμὸν θάνατον γενναίως ἐνέγκητε; Ἂν γὰρ ὑμεῖς αὐτοὶ μὴ ἀποθάνητε, ὑμῖν ἔσται κέρδος οὐδέν. Καὶ ὅρα πῶς παραμυθεῖται τὸν λόγον. Σφόδρα ἦν φορτικὸν καὶ ἐπαχθὲς τὸ ἀκοῦσαι ὅτι δεῖ ἀποθανεῖν φιλοψυχοῦντα τὸν ἄνθρωπον. Καὶ τί λέγω τὸ παλαιόν; ὅπου γε καὶ νῦν πολλοὺς εὑρήσομεν ἡδέως πάντα μαθεῖν ὑπομένοντας, ὑπὲρ τοῦ τὸν παρόντα καρπώσασθαι βίον, καὶ ταῦτα περὶ τῶν μελλόντων πεπιστευμένους· οἱ ἐπειδὰν ἴδωσιν οἰκοδομήματα, καὶ τεχνήματα, καὶ μηχανήματα, δακρύουσιν ἐπιλέγοντες· Πόσα ἄνθρωπος μηχανᾶται, καὶ γίνεται κόνις. Οὕτω πολλὴ τῆς παρούσης ζωῆς ἡ ἐπιθυμία. Ταῦτα τοίνυν διαλύων ὁ Χριστὸς τὰ δεσμὰ, φησίν· Ὁ μισῶν τὴν ψυχὴν αὐτοῦ ἐν τῷ κόσμῳ τούτω, εἰς ζωὴν αἰώ νιον φυλάξει αὐτήν. Ὅτι γὰρ ἐκείνοις παραινῶν ἔλεγε, καὶ τὸν φόβον αὐτῶν ὑπεκλύων, ἄκουσον τῶν ἑξῆς· Ὁ ἐμοὶ διακονῶν, ἐμοὶ ἀκολουθείτω· περὶ τοῦ θανάτου λέγων, καὶ τὴν διὰ τῶν ἔργων ἀκολούθησιν ἀπαιτῶν. Δεῖ γὰρ πάντως τὸν διακονοῦντα τῷ διακονουμένῳ ἕπεσθαι. Καὶ σκόπει πότε αὐτοῖς ταῦτα διαλέγεται· οὐχ ὅτε ἐδιώκοντο, ἀλλ' ὅτε ἐθάῤῥησαν, ὅτε ἐνόμισαν ἐν ἀσφαλείᾳ εἶναι, διὰ τὴν τῶν πολλῶν τιμὴν καὶ θεραπείαν· ὅτε καὶ διαναστῆναι ἠδύναντο καὶ ἀκοῦσαι· Καὶ ἀράτω τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθείτω μοι· τουτέστιν, Ἀεὶ παρατεταγμένος ἔσο, φησὶν, πρὸς κινδύνους, πρὸς θάνατον, πρὸς ἀποδημίαν τὴν ἐντεῦθεν. Εἶτα ἐπειδὴ τὰ φορτικὰ εἶπε, καὶ τὸ ἔπαθλον τίθησι. Ποῖον δὲ τοῦτο ἦν; Τὸ αὐτῷ ἀκολουθεῖν, καὶ εἶναι ἔνθα ἐστί· δεικνὺς ὅτι ἀνάστασις τὸν θάνατον διαδέξεται. Ὅπου γάρ εἰμι, φησὶν, ἐγὼ, ἐκεῖ καὶ ὁ διάκονος ὁ ἐμός. Ποῦ δὲ ὁ Χριστός; Ἐν οὐρανοῖς. Καὶ πρὸ τῆς ἀναστάσεως τοίνυν ἐκεῖ μεταστῶμεν τῇ ψυχῇ καὶ τῷ νῷ. Ἐάν τις ἐμοὶ διακονῇ, ἀγαπήσει αὐτὸν ὁ Πατήρ. Διατί οὐκ εἶπεν, Ἐγώ; Ἐπειδὴ οὐδέπω τὴν προσήκουσαν περὶ αὐτοῦ δόξαν εἶχον, ἀλλὰ μείζονα περὶ τοῦ Πατρός. Οἱ γὰρ μηδὲ ὅτι ἀναστῆναι αὐτὸν ἐχρῆν εἰδότες, πῶς μεγάλα περὶ αὐτοῦ ἐφαντάσθησαν [ἄν]; Διὸ καὶ τοῖς υἱοῖς Ζεβεδαίου φησίν· Οὐκ ἔστιν ἐμὸν δοῦναι, ἀλλ' οἷς ἡτοίμασται παρὰ τοῦ Πατρός μου· καίτοι γε αὐτός ἐστιν ὁ κρίνων. Ἐνταῦθα δὲ καὶ τὸ γνήσιον παρίστησιν. Ὡς γὰρ γνησίου παιδὸς διακόνους, οὕτως ὁ Πατὴρ ἀποδέξεται. Νῦν ἡ ψυχή μου τετάρακται. Καὶ τί εἴπω; Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης. Καὶ μὴν τοῦτο οὐκ ἔτι προτρεπομένου ἐπὶ τὸν θάνατον ἐλθεῖν. Μάλιστα μὲν οὖν προτρεπομένου. Ἵνα γὰρ μὴ λέγωσιν, ὅτι Αὐτὸς ἔξω τῶν ὠδίνων ὢν τῶν ἀνθρωπίνων, εὐκόλως περὶ θανάτου φιλοσοφεῖ, καὶ ἡμῖν ἐξ ἀκινδύνου παραινεῖ, δείκνυσιν ὅτι καίτοι ἀγωνιῶν αὐτὸν, ὅμως διὰ τὸ χρήσιμον οὐ παραιτεῖται. Ταῦτα δὲ τῆς οἰκονομίας ἐστὶν, οὐ τῆς θεότητος. Διὰ τοῦτό φησι· Νῦν ἡ ψυχή μου τετάρακται· (ἐπεὶ εἰ μὴ τοῦτό ἐστι, ποίαν ἀκολουθίαν ἔχει τὸ λεχθὲν, καὶ τὸ εἰπεῖν· Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης;) καὶ οὕτω τετάρακται, ὡς καὶ ἀπαλλαγὴν ζητεῖν, εἴ γε ἐνῆν διαφυγεῖν.