Ancient Greek · ~19 min
Ἀπῆλθον οὖν πάλιν πρὸς ἑαυτοὺς οἱ μαθηταί· Μαρία δὲ εἱστήκει πρὸς τὸ μνημεῖον κλαίουσα ἔξω.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 1.1-85
Not analysed yet
Περιπαθές πως τὸ γυναικεῖον γένος, καὶ πρὸς οἶκτον ἐπιῤῥεπέστερον. Τοῦτο δὲ εἶπον, ἵνα μὴ θαυμάσῃς τί δήποτε Μαρία μὲν πικρῶς ἐθρήνει τῷ τάφῳ, Πέτρος δὲ οὐδὲν τοιοῦτον ἔπαθεν. Οἱ μὲν γὰρ μαθηταὶ, φησὶν, ἀπῆλθον πρὸς ἑαυτοὺς, ἡ δὲ εἱστήκει δακρύουσα. Καὶ γὰρ ἡ φύσις εὐέμπτωτος, καὶ τὸν περὶ ἀναστάσεως οὐδέπω σαφῶς ᾔδει λόγον· καθάπερ ἐκεῖνοι τὰ ὀθόνια θεασάμενοι καὶ πιστεύσαντες, ἀπῆλθον πρὸς ἑαυτοὺς ἐκπληττόμενοι. Καὶ τίνος ἕνεκεν οὐκ εὐθέως ἦλθον εἰς τὴν Γαλιλαίαν, καθάπερ αὐτοῖς συντέτακτο πρὸ τοῦ πάθους; Ἀνέμενον τοὺς λοιποὺς ἴσως· καὶ ἄλλως δὲ, ἔτι ἐν ἀκμαζούσῃ ἦσαν ἐκπλήξει. Οὗτοι μὲν οὖν ἀπῆλθον· ἐκείνη δὲ εἱστήκει πρὸς τῷ τόπῳ. Μέγα γὰρ, ὅπερ ἔφην, πρὸς παραμυθίαν καὶ μνῆμα φαινόμενον. Ὁρᾷς γοῦν αὐτὴν, ὥστε πλέον ἀναπαύεσθαι, καὶ παρακύπτουσαν, καὶ βουλομένην τὸν τόπον ἰδεῖν ἔνθα τὸ σῶμα ἔκειτο; Διὰ δὴ τοῦτο καὶ τῆς πολλῆς ταύτης σπουδῆς μισθὸν ἔλαβεν οὐ μικρόν. Ὃ γὰρ οὐκ εἶδον οἱ μαθηταὶ, τοῦτο εἶδεν ἡ γυνὴ πρώτη, καθημένους ἀγγέλους, τὸν μὲν πρὸς ποδῶν, τὸν δὲ πρὸς κεφαλῆς ἐν λευκοῖς· καὶ τὸ σχῆμα φαιδρότητος πολλῆς γέμον καὶ χαρᾶς. Ἐπειδὴ γὰρ οὐκ ἦν ὑψηλὴ τῆς γυναικὸς ἡ διάνοια, ὡς ἀπὸ τῶν σουδαρίων ὑποδέξασθαι τὴν ἀνάστασιν, γίνεταί τι πλέον, καὶ ἀγγέλους θεωρεῖ καθημένους ἐν φαιδρῷ τῷ σχήματι, ὥστε αὐτὴν ἀναστῆσαι τέως τοῦ πάθους ἐντεῦθεν καὶ παραμυθήσασθαι. Ἀλλ' οὐδὲν αὐτῇ περὶ ἀναστάσεως λέγουσιν· ἀλλ' ἠρέμα προβιβάζεται τῷ δόγματι τούτῳ. Εἶδεν ὄψεις φαιδρὰς, καὶ μᾶλλον ἢ κατὰ τὴν συνήθειαν· εἶδε σχῆμα λαμπρόν· ἤκουσε συμπαθοῦς φωνῆς. Τί γάρ φησι; Γύναι, τί κλαίεις; Διὰ δὲ τούτων ἁπάντων, ὥσπερ θύρας ἀνοιγομένης, κατὰ μικρὸν εἰς τὸν περὶ ἀναστάσεως ἤγετο λόγον. Καὶ ὁ τρόπος δὲ τῆς καθέδρας αὐτῶν εἰς ἐρώτησιν αὐτὴν ἦγε· καὶ γὰρ ἐνέφαινον, ὅτι ᾔδεσαν τὸ γεγονός. Διὰ τοῦτο οὐδὲ ὁμοῦ κάθηνται, ἀλλὰ διεστηκότες ἀλλήλων. Ἐπειδὴ γὰρ οὐκ εἰκὸς αὐτὴν τολμῆσαι ἁπλῶς πυθέσθαι, καὶ τῇ ἐρωτήσει καὶ τῷ τρόπῳ τῆς καθέδρας ἄγουσιν αὐτὴν ἐπὶ διάλεξιν. Τί οὖν αὕτη; Θερμῶς ἅμα καὶ φιλοστόργως· Ἦραν τὸν Κύριόν μου, καὶ οὐκ οἶδα ποῦ τεθείκασιν αὐτόν. Τί φῄς; οὐδέπω οὐδὲν περὶ ἀναστάσεως οἶδας, ἀλλ' ἔτι θέσιν φαντάζῃ; Ὁρᾷς πῶς οὐδέπω ὑψηλὸν κατεδέξατο δόγμα; Καὶ ταῦτα εἰποῦσα, ἐστράφη εἰς τὰ ὀπίσω. Καὶ ποία αὕτη ἀκολουθία, πρὸς ἐκείνους διαλεγομένην, καὶ μηδέπω μηδὲν ἀκούσασαν παρ' αὐτῶν, στραφῆναι εἰς τὰ ὀπίσω; Ἐμοὶ δοκεῖ, ταῦτα λεγούσης αὐτῆς, ἄφνω φανεὶς ὁ Χριστὸς ὄπισθεν αὐτῆς ἐκπλῆξαι τοὺς ἀγγέλους, κἀκείνους θεασαμένους τὸν Δεσπότην, καὶ τῷ σχήματι, καὶ τῷ βλέμματι, καὶ τῷ κινήματι εὐθέως ἐμφῆναι, ὅτι τὸν Κύριον εἶδον· καὶ τοῦτο τὴν γυναῖκα ἐπέστρεψε, καὶ εἰς τὰ ὀπίσω στραφῆναι ἐποίησεν. Ἐκείνοις μὲν οὖν οὕτως ἐφάνη· τῇ γυναικὶ δὲ οὐχ οὕτως, ὥστε αὐτὴν μὴ ἐκ πρώτης ἐκπλῆξαι τῆς ὄψεως, ἀλλ' ἐν εὐτελεστέρῳ καὶ κοινῷ τῷ σχήματι. Καὶ δῆλον ἐξ ὧν καὶ κηπουρὸν αὐτὸν εἶναι ἐνόμιζε. Τὴν δὲ οὕτω ταπεινὴν οὐκ ἔδει ἀθρόον ἐπὶ τὰ ὑψηλὰ ἀγαγεῖν, ἀλλ' ἠρέμα. Πάλιν οὖν αὐτὴν ἐρωτᾷ· Γύναι, τί κλαίεις; τίνα ζητεῖς; Τοῦτο ἐνέφηνεν εἰδέναι αὐτὸν, ὃ βούλεται ἐρωτῆσαι, καὶ εἰς ἀπόκρισιν ἤγαγε. Τοῦτο οὖν καὶ ἡ γυνὴ συνιεῖσα, οὐκ ἔτι τὸ ὄνομα τοῦ Ἰησοῦ λέγει, ἀλλ' ὡς εἰδότος τοῦ ἐρωτῶντος περὶ οὗ πυνθάνεται, φησίν· Εἰ σὺ ἐβάστασας αὐτὸν, εἰπέ μοι ποῦ ἔθηκας, κἀγὼ αὐτὸν ἀρῶ. Πάλιν θέσιν καὶ ἄρσιν, καὶ τὸ βαστάσαι, ὡς περὶ νεκροῦ διαλεγομένη, φησίν. Ὃ δὲ ἐμφαίνει, τοῦτό ἐστιν· Εἰ διὰ τὸν φόβον τῶν Ἰουδαίων ἤρατε αὐτὸν ἐντεῦθεν, εἴπατέ μοι, καὶ ἐγὼ λήψομαι αὐτόν. Πολλὴ ἡ εὔνοια καὶ φιλοστοργία τῆς γυναικός· ὑψηλὸν δὲ οὐδὲν οὐδέπω παρ' αὐτῇ. Διὰ τοῦτο λοιπὸν προτίθησιν αὐτῇ τοῦτο, οὐ δι' ὄψεως, ἀλλὰ διὰ φωνῆς. Ὥσπερ γὰρ τοῖς Ἰουδαίοις ποτὲ μὲν ἐγνωρίζετο, ποτὲ δὲ ἄδηλος ἦν καὶ παρών· οὕτω καὶ φθεγγόμενος, ἡνίκα ἐβούλετο, τότε γνώριμον ἑαυτὸν ἐποίει. Καὶ γὰρ ὅτε τοῖς Ἰουδαίοις ἔλεγε, Τίνα ζητεῖτε; οὐ τὴν ὄψιν, οὐ τὴν φωνὴν ἐπέγνωσαν, ἕως ἠθέλησεν· ὃ δὴ καὶ ἐνταῦθα συνέβη. Καὶ τὸ ὄνομα αὐτῆς μόνον ἐκάλεσεν, ὀνειδίζων καὶ καθαπτόμενος, ὅτι ταῦτα περὶ τοῦ ζῶντος ἐφαντάζετο. Πῶς δὲ, Στραφεῖσα λέγει, εἴ γε πρὸς αὐτὴν διελέγετο; Ἐμοὶ δοκεῖ εἰποῦσαν αὐτὴν τὸ, Ποῦ τεθείκατε αὐτὸν, στραφῆναι πρὸς τοὺς ἀγγέλους ὡς ἐρωτῶσαν, τί ἐξεπλάγησαν· εἶτα τὸν Χριστὸν καλέσαντα αὐτὴν ἐπιστρέψαι πρὸς ἑαυτὸν ἀπ' ἐκείνων, καὶ διὰ τῆς φωνῆς δῆλον ἑαυτὸν ποιῆσαι. Ὅτε γὰρ ἐκάλεσεν αὐτὴν, Μαρία, τότε αὐτὸν ἐπέγνω. Οὕτως οὐκ ὄψεως ἦν, ἀλλὰ φωνῆς ἡ ἐπίγνωσις. Εἰ δὲ λέγοιεν, Πόθεν δῆλον, ὅτι οἱ ἄγγελοι ἐξεπλάγησαν, καὶ διὰ τοῦτο ἐπεστράφη ἡ γυνή; καὶ ἐνταῦθα ἐροῦσι, Πόθεν δῆλον, ὅτι ἥψατο αὐτοῦ, καὶ προσέπεσεν; Ἀλλ' ὥσπερ τοῦτο δῆλον ἀπὸ τοῦ εἰπεῖν, Μή μου ἅπτου· οὕτω κἀκεῖνο, ἀπὸ τοῦ εἰπεῖν, ὅτι ἐστράφη. Τίνος δὲ ἕνεκεν εἶπε, Μή μου ἅπτου; Τινές φασιν, ὅτι χάριν αἰτεῖ πνευματικὴν, ἀκούσασα μετὰ τῶν μαθητῶν λέγοντος· Ἐὰν πορευθῶ πρὸς τὸν Πατέρα, ἐρωτήσω αὐτὸν, καὶ δώσει ὑμῖν ἄλλον Παράκλητον.