Ancient Greek · ~16 min
Θωμᾶς δὲ εἷς τῶν δώδεκα, ὁ λεγόμενος Δίδυμος, οὐκ ἦν μετ' αὐτῶν ὅτε ἦλθεν ὁ Ἰησοῦς. Ἔλεγον οὖν αὐτῷ οἱ ἄλλοι μαθηταί· «Ἑωράκαμεν τὸν Κύριον.» Ὁ δὲ εἶπεν· «Ἐὰν μὴ ἴδω, οὐ μὴ πιστεύσω,» καὶ τὰ ἑξῆς.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 1.1-86
Not analysed yet
Ὥσπερ τὸ ἁπλῶς καὶ ὡς ἔτυχε πιστεύειν, εὐκολίας ἐστίν· οὕτω τὸ πέρα τοῦ μέτρου περιεργάζεσθαι καὶ πολυπραγμονεῖν, παχυτάτης διανοίας. Διὰ τοῦτο καὶ ὁ Θωμᾶς ἐγκαλεῖται. Τοῖς γὰρ ἀποστόλοις εἰρηκόσιν, ὅτι Ἑωράκαμεν τὸν Κύριον, οὐκ ἐπίστευσεν, οὐ τοσοῦτον ἐκείνοις ἀπιστῶν, ὅσον τὸ πρᾶγμα ἡγούμενος ἀδύνατον εἶναι· τουτέστιν, τὴν ἐκ νεκρῶν ἀνάστασιν. Οὐ γὰρ εἶπεν, ὅτι Οὐ πιστεύω ὑμῖν, ἀλλ', Ἐὰν μὴ βάλω τὴν χεῖρά μου, οὐ πιστεύσω. Πῶς οὖν, πάντων συνηγμένων, οὗτος ἀπελιμπάνετο μόνος; Εἰκὸς ἦν ἀπὸ τῆς διασπορᾶς τῆς ἤδη γενομένης μηδέπω καὶ τότε αὐτὸν ἐπανελθεῖν. Σὺ δὲ ὅταν ἴδῃς [αὐτὸν] ἀπιστοῦντα τὸν μαθητὴν, ἐννόησον τοῦ Δεσπότου τὴν φιλανθρωπίαν, πῶς καὶ ὑπὲρ μιᾶς ψυχῆς δείκνυσιν ἑαυτὸν τραύματα ἔχοντα, καὶ παραγίνεται ἵνα διασώσῃ καὶ τὸν ἕνα, καίτοι τῶν ἄλλων παχύτερον ὄντα. Διὸ τὴν διὰ τῆς αἰσθήσεως τῆς παχυτάτης ἐζήτει πίστιν, καὶ οὐδὲ τοῖς ὀφθαλμοῖς ἐπίστευεν. Οὐ γὰρ εἶπεν, Ἂν μὴ ἴδω· ἀλλ', Ἐὰν μὴ ψηλαφήσω, φησὶ, μή πως φαντασία τὸ ὁρώμενον ᾖ. Καὶ μὴν οἱ μαθηταὶ ταῦτα ἀπαγγέλλοντες ἀξιόπιστοι τότε ἦσαν, καὶ αὐτὸς ὑπισχνούμενος· ἀλλ' ὅμως, ἐπειδὴ πλέον ἐζήτησεν, οὐδὲ τούτων αὐτὸν ἀπεστέρησεν ὁ Χριστός. Καὶ τίνος ἕνεκεν οὐκ εὐθέως αὐτῷ φαίνεται, ἀλλὰ μετὰ ἡμέρας ὀκτώ; Ὥστε μεταξὺ κατηχούμενον αὐτὸν ὑπὸ τῶν μαθητῶν, καὶ τὸ αὐτὸ ἀκούοντα, καὶ εἰς πλείονα ἐκκαῆναι πόθον, καὶ πιστότερον πρὸς τὸ μέλλον γενέσθαι. Πόθεν δὲ ᾔδει ὅτι καὶ ἡ πλευρὰ ἠνεῴχθη; Παρὰ τῶν μαθητῶν ἀκούσας. Πῶς οὖν τὸ μὲν ἐπίστευσε, τὸ δὲ οὐκ ἐπίστευσεν; Ὅτι τοῦτο πολὺ παράδοξον καὶ θαυμαστὸν ἦν. Σκόπει δέ μοι τὸ φιλάληθες τῶν ἀποστόλων, πῶς τὰ ἐλαττώματα οὐ κρύπτουσιν, οὔτε τὰ ἑαυτῶν, οὔτε τὰ ἑτέρων, ἀλλὰ μετὰ πολλῆς αὐτὰ ἀναγράφουσι τῆς ἀληθείας. Ἐφίσταται δὲ πάλιν ὁ Ἰησοῦς, καὶ οὐ περιμένει παρ' ἐκείνου ἀξιωθῆναι, οὐδὲ ἀκοῦσαί τι τοιοῦτον, ἀλλὰ μηδὲν εἰπόντος, αὐτὸς προλαβὼν, ἅπερ ἐπεθύμει, πληροῖ, δεικνὺς ὅτι καὶ, ἡνίκα ταῦτα ἐφθέγγετο πρὸς τοὺς μαθητὰς, παρῆν. Καὶ γὰρ τοῖς ῥήμασιν ἐχρήσατο τοῖς αὐτοῖς, καὶ σφόδρα ἐπιτιμητικῶς, καὶ εἰς τὸ ἑξῆς παιδευτικῶς. Εἰπὼν γὰρ, Φέρε τὸν δάκτυλόν σου, καὶ ἴδε τὰς χεῖράς μου, καὶ βάλε τὴν χεῖρά σου εἰς τὴν πλευράν μου· ἐπήγαγε, Καὶ μὴ γίνου ἄπιστος, ἀλλὰ πιστός. Ὁρᾷς ὅτι ἀπιστίας ἦν ἡ ἀμφιβολία; ἀλλὰ πρὶν ἢ τὸ Πνεῦμα λαβεῖν· μετὰ δὲ ταῦτα οὐκέτι, ἀλλ' ἀπηρτισμένοι λοιπὸν ἦσαν. Οὐ ταύτῃ δὲ μόνον ἐπετίμησεν, ἀλλὰ καὶ διὰ τῶν ἑξῆς. Ἐπειδὴ γὰρ ἐκεῖνος ἀνέπνευσε πληροφορηθεὶς, καὶ ἀνεβόησεν, Ὁ Κύριός μου, καὶ ὁ Θεός μου, λέγει· Ὅτι ἑώρακάς με, πεπίστευκας· μακάριοι οἱ μὴ ἰδόντες, καὶ πιστεύσαντες. Τοῦτο γάρ ἐστι πίστεως, τὸ τὰ μὴ ὁρώμενα δέξασθαι. Ἔστι γὰρ πίστις ἐλπιζομένων ὑπόστασις πραγμάτων, ἔλεγχος οὐ βλεπομένων. Ἐνταῦθα δὲ οὐ τοὺς μαθητὰς μακαρίζει μόνους, ἀλλὰ καὶ τοὺς μετ' ἐκείνους πιστεύσοντας. Καίτοι, φησὶν, οἱ μαθηταὶ εἶδον, καὶ ἐπίστευσαν. Ἀλλ' οὐδὲν τοιοῦτον ἐζήτησαν, ἀλλ' ἀπὸ τῶν σουδαρίων εὐθέως τὸν περὶ ἀναστάσεως ἐδέξαντο λόγον, καὶ πρὶν ἢ τὸ σῶμα θεάσασθαι, τὴν πίστιν ἐπεδείξαντο πᾶσαν. Ὅταν οὖν λέγῃ τις νυνὶ, Ἐβουλόμην κατὰ τοὺς καιροὺς ἐκείνους εἶναι, καὶ ὁρᾷν τὸν Χριστὸν θαυματουργοῦντα, ἐννοείτω, ὅτι Μακάριοι οἱ μὴ ἰδόντες, καὶ πιστεύσαντες. Ἄξιον δὲ διαπορῆσαι πῶς σῶμα ἄφθαρτον τύπους ἐδείκνυτο τῶν ἥλων, καὶ ἁπτὸν ἦν θνητῇ χειρί. Ἀλλὰ μὴ θορυβηθῇς· συγκαταβάσεως γὰρ ἦν τὸ γινόμενον. Τὸ γὰρ οὕτω λεπτὸν καὶ κοῦφον, ὡς κεκλεισμένων εἰσελθεῖν τῶν θυρῶν, παχύτητος πάσης ἀπήλλακτο· ἀλλ' ὥστε πιστευθῆναι τὴν ἀνάστασιν, τοῦτο δείκνυται, καὶ ὥστε μαθεῖν, ὅτι αὐτὸς ἦν ὁ σταυρωθεὶς, καὶ οὐκ ἄλλος ἀντ' αὐτοῦ ἀνέστη. Διὰ τοῦτο ἀνέστη ἔχων τὰ σημεῖα τοῦ σταυροῦ, καὶ τρώγει διὰ τοῦτο. Οἱ γοῦν ἀπόστολοι τοῦτο ἄνω καὶ κάτω σημεῖον ἐποιοῦντο τῆς ἀναστάσεως, λέγοντες· Οἵτινες συνεφάγομεν αὐτῷ καὶ συνεπίομεν. Ὥσπερ οὖν ἐπὶ τῶν κυμάτων περιπατοῦντα θεωροῦντες πρὸ τοῦ σταυροῦ, οὐ λέγομεν ἄλλης φύσεως τὸ σῶμα ἐκεῖνο, ἀλλὰ τῆς ἡμετέρας· οὕτω μετὰ τὴν ἀνάστασιν αὐτὸν ὁρῶντες τοὺς τύπους ἔχοντα, οὐκ ἐροῦμεν αὐτὸν φθαρτὸν εἶναι λοιπόν. Διὰ γὰρ τὸν μαθητὴν ταῦτα ἐπεδείκνυτο. Πολλὰ δὲ καὶ ἄλλα σημεῖα ἐποίησεν ὁ Ἰησοῦς. Ἐπειδὴ γὰρ ἐλάττονα τῶν ἄλλων οὗτος εἶπεν ὁ εὐαγγελιστὴς, λέγει ὅτι οὐδὲ οἱ λοιποὶ πάντες πάντα εἶπον, ἀλλ' ὅσα ἱκανὰ ἦν πρὸς πίστιν ἐφελκύσασθαι τοὺς ἀκούοντας. Ἐπεὶ Εἰ πάντα, φησὶν, ἐγέγραπτο, οὐδὲ τὸν κόσμον οἶμαι χωρῆσαι τὰ βιβλία.