Ancient Greek
ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΙΩΑΝΝΟΥ ΤΟΥ ΧΡΥΣΟΣΤΟΜΟΥ ΤΑ ΕΥΡΙΣΚΟΜΕΝΑ ΠΑΝΤΑ. ΥΠΟΜΝΗΜΑ Εἰς τὸν ἅγιον Ἰωάννην τὸν Ἀπόστολον καὶ Εὐαγγελιστήν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 2.1
Not analysed yet
Ὡς οὖν οὐκέτι τοῦ ἁλιέως, οὐδὲ τοῦ υἱοῦ Ζεβεδαίου, ἀλλὰ τοῦ τὰ βάθη τοῦ Θεοῦ εἰδότος, τοῦ Πνεύματος λέγω, ταύτην ἀνακρουομένου τὴν λύραν, οὕτως ἀκούωμεν. Οὐδὲν γὰρ ἀνθρώπινον ἡμῖν ἐρεῖ, ἀλλ' ἀπὸ τῶν ἀβύσσων τῶν πνευματικῶν, ἅπερ ἂν εἴπῃ, ἀπὸ τῶν ἀποῤῥήτων ἐκείνων, ἃ μηδὲ ἄγγελοι πρὶν ἢ γενέσθαι ᾔδεισαν· Μεθ' ἡμῶν γὰρ δὴ καὶ οὗτοι διὰ τῆς Ἰωάννου φωνῆς, καὶ δι' ἡμῶν ἔμαθον ἅπερ ἔγνωμεν. Καὶ τοῦτο ἐδήλωσεν ἀπόστολος ἕτερος, εἰπών· Ἵνα γνωρισθῇ νῦν ταῖς ἀρχαῖς καὶ ταῖς ἐξουσίαις διὰ τῆς Ἐκκλησίας ἡ πολυποίκιλος σοφία τοῦ Θεοῦ. Εἰ τοίνυν καὶ ἀρχαὶ καὶ ἐξουσίαι καὶ τὰ Χερουβὶμ καὶ τὰ Σεραφὶμ διὰ τῆς Ἐκκλησίας ἔμαθον ταῦτα, εὔδηλον ὅτι καὶ αὗται μετὰ πολλῆς τῆς σφοδρότητος περὶ ταύτην ἐσπούδασαν τὴν ἀκρόασιν. Καὶ γὰρ καὶ τούτῳ τετιμήμεθα οὐ μικρῶς, τῷ μεθ' ἡμῶν τοὺς ἀγγέλους μαθεῖν ἅπερ ἠγνόουν· τὸ δὲ καὶ δι' ἡμῶν, οὔπω τέως φημί. Πολλὴν οὖν παρέχωμεν καὶ ἡμεῖς τὴν σιγὴν μετὰ τῆς εὐκοσμίας, μὴ σήμερον μόνον, μηδὲ κατὰ τὴν ἡμέραν ἐν ᾗ ἀκούομεν, ἀλλὰ διὰ παντὸς τοῦ βίου· ἐπειδὴ καὶ διὰ παντὸς ἀκούειν αὐτοῦ καλόν. Εἰ γὰρ τὰ ἐν βασιλείοις γινόμενα ποθοῦμεν εἰδέναι· οἷον, τί εἶπε, τί πεποίηκε, τί βουλεύεται περὶ τῶν ἀρχομένων ὁ βασιλεύων, καίτοι γε πολλάκις οὐδὲν πρὸς ἡμᾶς ὄντα· πολλῷ μᾶλλον ἅπερ ὁ Θεὸς εἶπε ποθεινὸν ἀκοῦσαι, καὶ μάλιστα ὅταν ἡμῖν ἅπαντα διαφέρῃ. Ταῦτα δὲ ἅπαντα μετὰ ἀκριβείας ἡμῖν οὗτος ἐρεῖ, φίλος αὐτοῦ τοῦ βασιλεύοντος ὤν· μᾶλλον δὲ καὶ αὐτὸν ἔχων ἐν ἑαυτῷ λαλοῦντα, καὶ παρ' αὐτοῦ πάντα ἀκούων, ἃ παρὰ τοῦ Πατρὸς ἐκεῖνος· Ὑμᾶς γὰρ εἴρηκα φίλους, φησὶν, ὅτι πάντα, ἃ ἤκουσα παρὰ τοῦ Πατρός μου, ἐγνώρισα ὑμῖν. Ὥσπερ οὖν εἴ τινα ἄνωθεν ἐκ τῆς κορυφῆς τοῦ οὐρανοῦ διακύψαντα ἀθρόον εἴδομεν, καὶ ἐπαγγελλόμενον τὰ ἐκεῖ μετὰ ἀκριβείας ἐρεῖν, πάντες ἂν ἐπεδράμομεν· οὕτω καὶ νῦν διατεθῶμεν. Ἐκεῖθεν γὰρ ἡμῖν ὁ ἀνὴρ οὗτος διαλέγεται. Οὐ γάρ ἐστιν ἐκ τοῦ κόσμου τούτου, καθώς φησι καὶ αὐτὸς ὁ Χριστός· Ὑμεῖς οὐκ ἐστὲ ἐκ τοῦ κόσμου τούτου· καὶ τὸν Παράκλητον ἔχει φθεγγόμενον ἐν ἑαυτῷ τὸν πανταχοῦ παρόντα, τὸν οὕτως ἀκριβῶς εἰδότα τὰ τοῦ Θεοῦ, ὡς τὰ ἑαυτῆς οἶδεν ἡ τῶν ἀνθρώπων ψυχή· τὸ Πνεῦμα τῆς ἁγιωσύνης, τὸ Πνεῦμα τὸ εὐθὲς, τὸ ἡγεμονικὸν, τὸ χειραγωγοῦν εἰς τοὺς οὐρανοὺς, τὸ ποιοῦν ὀφθαλμοὺς ἑτέρους, τὸ παρασκευάζον τὰ μέλλοντα ὡς τὰ παρόντα ὁρᾷν, τὸ καὶ μετὰ σαρκὸς τὰ ἐν τοῖς οὐρανοῖς κατοπτεύειν παρέχον. Πολλὴν τοίνυν παρέχωμεν τὴν ἡσυχίαν διὰ παντὸς αὐτῷ τοῦ βίου· μηδεὶς νωθὴς, μηδεὶς ὑπνηλὸς, μηδεὶς ῥυπώδης ἐνταῦθα εἰσιὼν μενέτω· ἀλλὰ μεταστήσωμεν ἑαυτοὺς πρὸς τὸν οὐρανόν· ἐκεῖ γὰρ ταῦτα φθέγγεται τοῖς ἐκεῖ πολιτευομένοις. Κἂν μείνωμεν ἐπὶ τῆς γῆς, οὐδὲν κερδανοῦμεν ἐντεῦθεν μέγα. Οὐδὲν γὰρ πρὸς τοὺς οὐ βουλομένους ἀπαλλαγῆναι τοῦ χοιρώδους βίου τὰ Ἰωάννου, ὥσπερ οὖν οὐδὲ πρὸς ἐκεῖνον τὰ ἐνταῦθα. Ἡ μὲν οὖν βροντὴ καταπλήττει τὰς ἡμετέρας ψυχὰς, ἄσημον ἔχουσα τὴν ἠχήν· ἡ δὲ τούτου φωνὴ θορυβεῖ μὲν οὐδένα τῶν πιστῶν, ἀλλὰ καὶ ἀνίησι θορύβου καὶ ταραχῆς· καταπλήττει δὲ δαίμονας μόνους καὶ τοὺς ἐκείνοις δουλεύοντας. Ἵν' οὖν ἴδωμεν ὅπως αὐτοὺς καταπλήττῃ, πολλὴν παρέχωμεν τὴν σιγὴν καὶ τὴν ἔξωθεν καὶ τὴν κατὰ διάνοιαν· καὶ ταύτην μάλιστα, Τί γὰρ ὄφελος τοῦ στόματος ἠρεμοῦντος, ὅταν ἡ ψυχὴ θορυβῆται καὶ πολλὴν ἔχῃ τὴν ζάλην; Ἐκείνην ἐγὼ ζητῶ τὴν ἡσυχίαν, τὴν ἀπὸ διανοίας, τὴν ἀπὸ ψυχῆς· ἐπειδὴ καὶ τῆς ἀκοῆς ἐκείνης δέομαι. Μηδεμία τοίνυν ἐνοχλείτω χρημάτων ἐπιθυμία, μηδὲ δόξης ἔρως, μὴ θυμοῦ τυραννὶς, μὴ τῶν ἄλλων παθῶν ὁ λοιπὸς ὄχλος. Οὐ γὰρ ἔστι μὴ καθαρθεῖσαν τὴν ἀκοὴν ἰδεῖν τῶν λεγομένων τὸ ὕψος, ὡς ἰδεῖν χρὴ, οὐδὲ γνῶναι ὡς δεῖ τῶν μυστηρίων τούτων τὸ φρικτὸν καὶ ἀπόῤῥητον, καὶ τὴν ἄλλην ἅπασαν ἀρετὴν τὴν ἐν τοῖς θείοις τούτοις χρησμοῖς. Εἰ γὰρ μέλος αὐλητικὸν καὶ κιθαρῳδίαν οὐκ ἄν τις μάθοι καλῶς, μὴ πάντη συντείνας τὸν νοῦν, πῶς μυστικῶν φωνῶν καθήμενος ἀκροατὴς ἐπακοῦσαι δυνήσεται ῥᾳθυμούσῃ ψυχῇ;