Ancient Greek · ~22 min
Ἦλθε δὲ εἰς τὴν Ἰουδαίαν γῆν αὐτὸς καὶ οἱ μαθηταὶ αὐτοῦ, καὶ ἐκεῖ διέτριβε μετ' αὐτῶν, καὶ ἐβάπτιζεν.
Joannes Chrysostomus Scr. Eccl. John Chrysostom, In Joannem (homiliae 1-88) 2.1-28
Not analysed yet
Σκόπει δέ μοι καὶ τὸ ἀνεπαχθὲς τοῦ Εὐαγγελιστοῦ. Οὐ γὰρ καταφορικῶς ἐχρήσατο τῷ λόγῳ· ἀλλ' ὅση δύναμις, παραμυθεῖται τὸ ἔγκλημα, ζήτησιν γενέσθαι ἁπλῶς λέγων· ἐπεὶ ὅτι γε ἀπὸ ζηλοτυπίας ἐλέγετο τὰ λεγόμενα, τὰ ἑξῆς δηλοῖ, ἃ καὶ αὐτὰ ἀνεπαχθῶς τέθεικεν. Ἦλθον γὰρ, φησὶ, πρὸς τὸν Ἰωάννην, καὶ εἶπον αὐτῷ· Ῥαββὶ, ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου, ᾧ σὺ μεμαρτύρηκας, ἴδε οὗτος βαπτίζει, καὶ πάντες ἔρχονται πρὸς αὐτόν· τουτέστιν, ὃν ἐβάπτισας σύ. Τοῦτο γὰρ αἰνίττονται λέγοντες, ᾯ σὺ μεμαρτύρηκας· οἷον, ὃν σὺ λαμπρὸν ἔδειξας, καὶ περίβλεπτον ἐποίησας, τὰ αὐτά σοι τολμᾷ. Ἀλλ' οὐκ εἶπον, ὃν σὺ ἐβάπτισας· ἦ γὰρ ἂν ἠναγκάσθησαν καὶ τῆς φωνῆς ἀναμνῆσαι τῆς ἄνωθεν κατενεχθείσης, καὶ τῆς τοῦ Πνεύματος ἐπιφοιτήσεως· ἀλλὰ τί; Ὃς ἦν μετὰ σοῦ πέραν τοῦ Ἰορδάνου, ᾧ σὺ μεμαρτύρηκας· τουτέστιν, ὃς μαθητοῦ τάξιν ἐπεῖχεν, ὃς ἡμῶν πλέον εἶχεν οὐδὲν, οὗτος ἑαυτὸν ἀποσχίσας βαπτίζει. Οὐ τούτῳ δὲ μόνον ᾤοντο παρακνίζειν αὐτὸν, ἀλλὰ καὶ τῷ τὰ αὐτῶν παρευδοκιμεῖσθαι λοιπόν· Πάντες γὰρ, φησὶν, ἔρχονται πρὸς αὐτόν. Ὅθεν δῆλον, ὅτι οὔτε τοῦ Ἰουδαίου περιεγένοντο, μεθ' οὗ τὴν ζήτησιν ἔσχον. Ταῦτα δὲ ἔλεγον, ἀτελέστερον ἔτι διακείμενοι, καὶ οὐδέπω φιλοτιμίας ὄντες καθαροί. Τί οὖν ὁ Ἰωάννης; Οὐδὲ αὐτὸς αὐτοῖς σφοδρῶς ἐπιτιμᾷ, δεδοικὼς μὴ καὶ αὐτοῦ πάλιν ἀποσχισθέντες ἕτερόν τι κακὸν ἐργάσωνται· ἀλλὰ τί φησι; Οὐδεὶς δύναται ἀνθρώπων λαμβάνειν οὐδὲν, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ. Εἰ δὲ ταπεινότερον φθέγγεται περὶ τοῦ Χριστοῦ, μὴ θαυμάσῃς· οὐ γὰρ ἦν τοιούτῳ πάθει προκατειλημμένους ἀθρόον καὶ ἐκ προοιμίων διδάξαι τὸ πᾶν· ἀλλὰ θέλει τέως αὐτοὺς καταπλῆξαι καὶ φοβῆσαι, καὶ δεῖξαι ὅτι οὐχ ἑτέρῳ, ἀλλ' ἢ τῷ Θεῷ πολεμοῦσιν, αὐτῷ πολεμοῦντες. Ὅπερ οὖν καὶ ὁ Γαμαλιὴλ ἔλεγεν· Οὐ δύνασθε καταλῦσαι αὐτὸ, μήποτε καὶ θεομάχοι εὑρεθῆτε· τοῦτο καὶ αὐτὸς λανθανόντως ἐνταῦθα κατασκευάζει. Τὸ γὰρ εἰπεῖν, Οὐδεὶς δύναται λαμβάνειν, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ, ἐντεῦθεν οὐδὲν ἄλλο δηλοῦντός ἐστιν, ἢ ὅτι καὶ ἀδυνάτοις ἐπιχειροῦσι, καὶ ὅτι θεομάχοι ἐντεῦθεν πάλιν εὑρίσκονται. Τί οὖν; οἱ περὶ Θευδᾶν οὐκ ἔλαβον ἀφ' ἑαυτῶν; Ἔλαβον, ἀλλ' εὐθέως διελύθησαν καὶ ἀπώλοντο· τὰ δὲ τοῦ Χριστοῦ οὐ τοιαῦτα. Ἐντεῦθεν αὐτοὺς καὶ παραμυθεῖται ἠρέμα, δεικνὺς ὅτι οὐκ ἄνθρωπος, ἀλλὰ Θεός ἐστιν ὁ παρευδοκιμῶν αὐτούς. Ὅθεν εἰ καὶ λαμπρὰ τὰ ἐκείνου, καὶ πάντες πρὸς αὐτὸν ἔρχονται, θαυμάζειν οὐ χρή· τοιαῦτα γὰρ τὰ θεῖα, καὶ Θεός ἐστιν ὁ ταῦτα κατασκευάζων· οὐδὲ γὰρ τοσαῦτα ἴσχυσέ ποτε Τὰ μὲν οὖν ἀνθρώπινα ἅπαντα, εὐφώρατα καὶ σαθρὰ, καὶ καταῤῥεῖ ταχέως καὶ ἀπόλλυται· ταῦτα δὲ οὐ τοιαῦτα· οὐκ ἄρα ἀνθρώπινα. Καὶ ὅρα πῶς ὅτε εἶπον, ᾯ σὺ μεμαρτύρηκας, τότε καὶ τοῦτο ὃ ᾤοντο προβαλέσθαι εἰς τὴν τοῦ Χριστοῦ καθαίρεσιν, εἰς αὐτοὺς αὐτὸ περιέτρεψεν. Καὶ γὰρ πρότερον δείξας ὅτι οὐ παρὰ τῆς αὐτοῦ μαρτυρίας τὸ λάμψαι αὐτῷ γέγονε, μετὰ ταῦτα ἐντεῦθεν αὐτοὺς ἐπιστομίζει, Οὐ δύναται, λέγων, ἄνθρωπος ἀφ' ἑαυτοῦ λαμβάνειν οὐδὲ ἓν, ἐὰν μὴ ᾖ δεδομένον αὐτῷ ἐκ τοῦ οὐρανοῦ. Τί ἐστι τοῦτο; Εἰ ὅλως ἔχεσθε τῆς ἐμῆς μαρτυρίας, φησὶ, καὶ ἀληθῆ ταύτην ἡγεῖσθε, μάθετε ὅτι διὰ ταύτην μάλιστα οὐκ ἐμὲ ἐκείνου, ἀλλ' ἐκεῖνον ἐμοῦ προτιμᾷν ἐχρῆν. Τί γὰρ ἐμαρτύρησα; Ὑμᾶς καλῶ τούτου μάρτυρας. Διὸ καὶ ἐπάγει· Αὐτοὶ ὑμεῖς μοι μαρτυρεῖτε, ὅτι εἶπον, ὅτι Οὐκ εἰμὶ ἐγὼ Χριστὸς, ἀλλ' ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου. Εἰ τοίνυν ἐχόμενοι τῆς ἐμῆς μαρτυρίας ταῦτα προτείνεσθέ μοι λέγοντες, ᾯ σὺ μεμαρτύρηκας, οὐ μόνον οὐδὲν ἠλάττωται ἐκ τοῦ τὴν ἐμὴν δέξασθαι μαρτυρίαν, ἀλλὰ πλεονεκτεῖ μάλιστα ἐκ τούτου· ἄλλως τε οὐδὲ ἐμὴ ἡ μαρτυρία, ἀλλὰ τοῦ Θεοῦ ἦν. Ὥστε εἰ ἀξιόπιστος ὑμῖν εἶναι δοκῶ, μετὰ τῶν ἄλλων καὶ τοῦτο εἶπον, ὅτι Ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου. Ὁρᾷς πῶς δείκνυσι κατὰ μικρὸν θείαν τὴν φωνὴν οὖσαν; Ὃ γὰρ λέγει, τοιοῦτόν ἐστι· Διάκονός εἰμι, καὶ τὰ τοῦ πέμψαντος λέγω, οὐκ ἀνθρωπίνῃ χάριτι κολακεύων αὐτὸν, ἀλλὰ τῷ Πατρὶ αὐτοῦ τῷ πέμψαντί με διακονούμενος. Οὐκ ἄρα ἐχαρισάμην τὴν μαρτυρίαν, ἀλλ' ὅπερ ἀπεστάλην εἰπεῖν, εἶπον. Μὴ τοίνυν διὰ τοῦτο νομίσητε μέγαν εἶναι ἐμέ. Τοῦτο γὰρ ἐκεῖνον δείκνυσι μέγαν. Ὁ γὰρ Κύριος τῶν πραγμάτων ἐκεῖνός ἐστιν. Ὃ καὶ δηλῶν πάλιν ἐπάγει καὶ λέγει· Ὁ ἔχων τὴν νύμφην, νυμφίος ἐστίν· ὁ δὲ φίλος τοῦ νυμφίου ὁ ἑστηκὼς καὶ ἀκούων αὐτοῦ, χαρᾷ χαίρει διὰ τὴν φωνὴν τοῦ νυμφίου. Καὶ πῶς ὁ εἰπὼν, Οὐκ εἰμὶ ἄξιος λῦσαι αὐτοῦ τὸν ἱμάντα τοῦ ὑποδήματος, φίλον αὐτοῦ νῦν φησιν ἑαυτὸν εἶναι; Οὐκ ἐπαίρων τὸ καθ' ἑαυτὸν, οὐδὲ κομπάζων ταῦτα λέγει, ἀλλὰ δεῖξαι βουλόμενος, ὅτι καὶ αὐτὸς τοῦτο μάλιστα σπεύδει, καὶ οὔτε ἄκοντος αὐτοῦ οὐδὲ λυπουμένου ταῦτα γίνεται, ἀλλ' ἐπιθυμοῦντος καὶ σπουδάζοντος, καὶ ὅτι ταῦτά ἐστιν ὑπὲρ ὧν μάλιστα πάντα ἔπραττεν· ἃ καὶ σφόδρα συνετῶς διὰ τῆς τοῦ φίλου προσηγορίας ἐδήλωσεν. Οὐ γὰρ οὕτως οἱ διάκονοι τοῦ νυμφίου, ὡς οἱ φίλοι χαίρουσι καὶ εὐφραίνονται ἐν τοῖς τοιούτοις. Οὐ τοίνυν τὸ ὁμότιμον· ἄπαγε· ἀλλὰ τὸ πολὺ τῆς ἡδονῆς παραστῆσαι βουλόμενος, ἅμα δὲ καὶ συγκαταβαίνων αὐτῶν τῇ ἀσθενείᾳ, φίλον ἑαυτὸν λέγει εἶναι. Ἐπεὶ καὶ τὴν διακονίαν ᾐνίξατο τῷ εἰπεῖν, ὅτι Ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκείνου. Διὰ δὴ ταῦτα καὶ τὸ νομίζειν αὐτοὺς δάκνεσθαι τοῖς γινομένοις, φίλον ἑαυτὸν ἐκάλεσε τοῦ νυμφίου, δεικνὺς ὅτι οὐ μόνον οὐ δάκνεται, ἀλλὰ καὶ σφόδρα χαίρει. Ἐπεὶ τοίνυν τοῦτο παρεγενόμην ἀνύσαι, τοσοῦτον ἀπέχω τοῦ ἀλγῆσαι τοῖς πραττομένοις, ὅτι τότε μάλιστα ἂν ἤλγησα, εἰ μὴ τοῦτο ἐγένετο. Εἰ μὴ γὰρ προσῆλθεν ἡ νύμφη τῷ νυμφίῳ, τότε ἂν ἐδήχθην· ἀλλ' οὐχὶ νῦν, φησὶν, ὅταν τὰ ἡμέτερα ἤνυσται. Καὶ γὰρ τῶν ἐκείνου προκοπτόντων, ἡμεῖς ἐσμεν οἱ εὐδοκιμοῦντες· ὃ γὰρ ἐβουλόμεθα, γέγονε, καὶ ἐπιγινώσκει τὸν νυμφίον ἡ νύμφη. Καὶ ὑμεῖς δὲ μαρτυρεῖτε αὐτοὶ λέγοντες, ὅτι Πάντες ἔρχονται πρὸς αὐτόν. Τοῦτο γὰρ καὶ ἐσπούδαζον, καὶ διὰ τοῦτο πάντα ἔπραττον. Ὅθεν καὶ τοῦτο νῦν ἐκβεβηκὸς ὁρῶν, χαίρω καὶ ἀγάλλομαι καὶ σκιρτῶ.